ΑΓΑΘΟΔΑΙΜΩΝ ΕΙΣ ΤΟΝ ΧΡΗΣΜΟΝ ΟΡΦΕΩΣ ΣΥΝΑΓΩΓΗ ΚΑΙ ΥΗΟΜΝΗΜΑ Ἀγαθοδαίμων Ὀσιρίδει χαίρειν. Ἤδη σοι τοῦτο τέταρτον βιβλίον γράφω ἐκ τοῦ ἀρχαίου χρησμοῦ· σὺ δ᾽ ἂν συνιῇς, ἤγουν ἂν συνετοὺς ὑποκρίναι, ἤγουν αὐτὸς ἐνταῦθα πρὸς ἡμᾶς τῇδε ὃς πόλει ἠλιθείης ἐλθὲ ἀκουόμενος ἀναφανδὸν, ὅπου ἡμῖν παρακελεύων ἔρχεσθαι ἐν Μέμφει· ἄγοντά σοι ἐκεῖ ἠλιθείης, ὑπομνήματα τοῦ χρησμοῦ, τέως δὲ ἕως κατὰ κέλευσιν ὑποθήσομαί σοι πάλιν ὑπὸ χρησμὸν, καὶ τὰς εἰς αὐτὸν τῶν πολλῶν συναγωγὰς, καὶ οὕτως τὰ ὑπομνήματα. Ἴσθι δὲ, Ὄσιρι, ὅτι ὁ χρησμὸς ἀπό τε ξανθώσεως ἤρξατο· παρὰ λοιπὸν τὴν λεύκωσιν, τὴν ξάνθωσιν οὐκ ἄλειπον εἴρηκεν· διὰ τί; ὅτι ὁ ἐρωτὸν περὶ οὗ ἐνεθύμητον ἤκουσεν. Πρὸς γὰρ τὰς διαθέσεις τοῦ νοῦ τὸν χρησμὸν ὑποκρίνονται. Ὁ γοῦν Ὀρφεὺς ἦν ποίησων τὴν λεύκωσιν οἶδε πάντα τὰ παρ᾽ ἑαυτῷ ἑτοίματα ὀργάνῳ ὕδατα καὶ κηροτακίδα, καὶ τὰ μέρη τῆς ξανθώσεως πάσης, λέγω δὴ ὕδατος θείου ἀθίκτου, καὶ τὰ ἄλλα ἕτοιμα : καὶ μόνον μίξει ζητεῖ τοῦ ὐστέρου σκωριδίου.