<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4084.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="2"><p>τῶν δὲ πραγμάτων εὖ διακειμένων καὶ τῶν πανταχοῦ βαρβάρων ἐκ τῶν
                                προλαβόντων κατορθωμάτων ἀσμένως ἡσυχαζόντων, Κωνσταντῖνος ἐξ
                                ὁμιλίας γυναικὸς οὐ σεμνῆς οὐδὲ κατὰ νόμον συνελθούσης Κωσταντίῳ τῷ
                                βασιλεῖ γεγενημένος, ἤδη μὲν ἔχων ἔννοιαν ἐν ἑαυτῷ βασιλείας, εἰς
                                μείζονα δὲ καταστὰς <pb n="66"/> ἐπιθυμίαν ἀφ̓ οὗ Σεβῆρος καὶ
                                Μαξιμῖνος τῆς τοῦ Καίσαρος τιμῆς ἔτυχον, ἔγνω τοὺς τόπους λιπεῖν ἐν
                                οἷς ἔτυχεν διατρίβων, ἐξορμῆσαι δὲ πρὸς τὸν πατέρα Κωστάντιον ἐν
                                τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὄντα καὶ τῇ Βρεττανίᾳ συνεχέστερον
                                ἐνδημοῦντα.</p></div><div type="textpart" subtype="section" n="3"><p>δεδιὼς δὲ μή ποτε φεύγων καταληφθείη ʽπεριφανὴς γὰρ ἦν ἤδη πολλοῖς ὁ
                                κατέχων αὐτὸν ἔρως τῆς βασιλείασ̓ τοὺς ἐν τοῖς σταθμοῖς ἵππους, οὕς
                                τὸ δημόσιον ἔτρεφεν, ἅμα τῷ φθάσαι τὸν σταθμὸν κολούων καὶ ἀχρείους
                                ἐῶν τοῖς ἑξῆς ἑστῶσιν ἐχρῆτο. καὶ ἑξῆς τοῦτο ποιῶν τοῖς μὲν
                                διώκουσιν ἀπέκλεισε τὴν ἐπὶ τὸ πρόσω πορείαν, αὐτὸς δὲ προσήγγιζεν
                                τοῖς ἔθνεσιν ἐν οἷς ἦν ὁ πατήρ.</p></div></div></div></div></body></text></TEI>