<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4084.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="1"><p><quote rend="blockquote"><lb/>Ἀλλ̓ ὁπόταν μήκιστος ἴῃ χρόνος ἀνθρώποισι <lb/>ζωῆς, εἰς
                                    ἐτέων ἑκατὸν δέκα κύκλον ὁδεύων, <pb n="62"/>
                                </quote><quote rend="blockquote"><lb/>μεμνῆσθαι, Ῥωμαῖε, καὶ εἰ μάλα λῆσαι εαυτὸς, <lb/>μεμνῆσθαι
                                    τάδε πάντα, θεοῖσι μὲν ἀθανάτοισι <lb/>ῥέζειν ἐν πεδίῳ παρὰ
                                    Θύβριδος ἄπλετον ὕδωρ, <lb/>ὅππῃ στεινότατον, νὺξ ἡνίκα γαῖαν
                                    ἐπέλθῃ <lb/>ἠελίου κρύψαντος ἑὸν φάος: ἔνθα σὺ ῥέζειν <lb/>ἱερὰ
                                    παντογόνοις Μοίραις ἄρνας τε καὶ αἶγας <lb/>κυανέας, ἐπὶ ταῖς δ̓
                                    Εἰλειθυίας ἀρέσασθαι <lb/>παιδοτόκους θυέεσσιν, ὅπῃ θέμις: αὖθι
                                    δὲ Γαίῃ <lb/>πληθομένῃ χώροις ὗς ἱρεύοιτο μέλαινα. <pb n="63"/>
                                </quote><quote rend="blockquote"><lb/>πάνλευκοι ταῦροι δὲ Διὸς παρὰ βωμὸν ἀγέσθων <lb/>ἤματι,
                                    μηδ̓ ἐπὶ νυκτί: θεοῖσι γὰρ οὐρανίοισιν <lb/>ἡμέριος πέλεται
                                    θυέων τρόπος, ὣς δὲ καὶ αὐτός <lb/>ἱρεύειν. δαμάλης τε βοὸς
                                    δέμας ἀγλαὸν Ἥρης <lb/> δεξάσθω νηὸς παρὰ σεῦ. καὶ Φοῖβος
                                    Ἀπόλλων, <lb/>ὅστε καὶ Ἠέλιος κικλήσκεται, ἶσα δεδέχθω
                                    <lb/>θύματα Λητοΐδης. καὶ ἀειδόμενοί τε Λατῖνοι <lb/>παιᾶνες
                                    κούροισι κόρῃσί τε νηὸν ἔχοιεν <lb/>ἀθανάτων. χωρὶς δὲ κόραι
                                    χορὸν αὐταὶ ἔχοιεν, <lb/> καὶ χωρὶς παίδων ἄρσην στάχυς, ἀλλὰ
                                    γονήων <lb/>πάντες ζωόντων, οἷς ἀμφιθαλὴς ἔτι φύτλη. <lb/>αἱ δὲ
                                    γάμου ζεύγλαις δεδμημέναι ἤματι κείνῳ <lb/>γνὺξ Ἥρης παρὰ βωμὸν
                                    ἀοίδιμον ἑδριόωσαι <pb n="64"/>
                                </quote><quote rend="blockquote"><lb/>δαίμονα λισσέσθωσαν. ἅπασι δὲ λύματα δοῦναι <lb/>ἀνδράσιν
                                    ἠδὲ γυναιξί, μάλιστα δὲ θηλυτέρῃσιν. <lb/>πάντες δ̓ ἐξ οἴκοιο
                                    φερέσθων ὅσσα κομίζειν <lb/>ἐστὶ θέμις θνητοῖσιν ἀπαρχομένοις
                                    βιότοιο, <lb/>δαίμοσι μειλιχίοισιν ἱλάσματα καὶ μακάρεσσιν
                                    <lb/>Οὐρανίδαις. τὰ δὲ πάντα τεθησαυρισμένα κείσθω, <lb/>ὄφρα τε
                                    θηλυτέρῃσι καὶ ἀνδράσιν ἑδριόωσιν <lb/>ἔνθεν πορσύνῃς
                                    μεμνημένος. ἤμασι δ̓ ἔστω <lb/>νυξί τ̓ ἐπασσυτέρῃσι θεοπρέπτους
                                    κατὰ θώκους <lb/>παμπληθὴς ἄγυρις. σπουδὴ δὲ γέλωτι μεμίχθω.
                                    <lb/> ταῦτά τοι ἐν φρεσὶν ᾗσιν ἀεὶ μεμνημένος εἶναι, <lb/>καί
                                    σοι πᾶσα χθὼν Ἰταλὴ καὶ πᾶσα Λατίνων <lb/>αἰὲν ὑπὸ σκήπτροισιν
                                    ἐπαυχένιον ζυγὸν ἕξει. </quote></p></div></div><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="1"><p> Εἰ τοίνυν, ὡς τὸ θεοπρόπιόν φησι καὶ τὸ ἀληθὲς <pb n="65"/> ἔχει,
                                τούτων ἁπάντων κατὰ θεσμὸν ἐπιτελουμένων ἐφυλάττετο μὲν ἡ Ῥωμαίων
                                ἀρχή, καὶ διετέλεσαν τὴν καθ̓ ἡμᾶς πᾶσαν ὡς εἰπεῖν οἰκουμένην ὑφ̓
                                ἑαυτοὺς ἔχοντες: ἀμεληθείσης δὲ τῆς ἑορτῆς ἀποθεμένου Διοκλητιανοῦ
                                τὴν βασιλείαν, ὑπερρύη κατὰ βραχὺ καὶ ἔλαθε κατὰ τὸ πλέον
                                βαρβαρωθεῖσα, ὡς αὐτὰ ἡμῖν τὰ πράγματα ἔδειξεν. βούλομαι
                                    <add>δὲ</add> καὶ ἐκ τῶν χρόνων ἀληθῆ δεῖξαι τὸν λόγον.</p></div></div></div></div></body></text></TEI>