φύσει δὲ ὤν φιλοπράγμων καὶ ἄπιστος, δώσειν ὑποσχόμενος τὴν θυγατέρα Φαῦσταν αὐτῷ καὶ τὴν ὑπόσχεσιν ἐν ταὐτῷ πληρώσας, παράγειν ἐπεχείρει καὶ πείθειν ὡς ἂν διώκοι μὲν ἐκ τῆς Ἰταλίας ἀναχωροῦντα Γαλέριον Μαξιμιανόν, ἐπιβουλεύοι δὲ Μαξεντίῳ. ὡς ἔχων δὲ πρὸς ταῦτα πειθήνιον, ἀνεχώρει μὲν τοῦ Κωσταντίνου,τὴν δὲ βασιλείαν ἀναλαβεῖν αὖθις ἐσπούδαζεν, ἐλπίδι τοῦ καὶ Κωσταντῖνον τὸν κηδεστὴν καὶ τὸν υἱὸν Μαξέντιον κακῶς διαθήσειν.