ἐν τούτῳ καὶ Μαξιμιανὸς ὁ Ἑρκούλιος, δυσανασχετῶν ἐπὶ ταῖς κατεχούσαις τὴν πολιτείαν ταραχαῖς, πρὸς Διοκλητιανὸν ἀφικνεῖται τηνικαῦτα ἐν Καρνούτῳ πόλει Κελτικῇ διατρίβοντα, καὶ πείθειν ἐπιχειρεῖ τὴν βασιλείαν ἀναλαβεῖν καὶ μὴ περιιδεῖν τὴν τοσούτῳ χρόνῳ καὶ πόνοις αὐτῶν περισωθεῖσαν ἐκδοθῆναι παραφρονούσῃ νεότητι καὶ παρανοίᾳ τῶν εἰσφρησάντων ἑαυτοὺς τῇ βασιλείᾳ σαλευομένην. Διοκλητιανοῦ δὲ μὴ θεμένου τοῖς αἰτουμένοις, ἀλλὰ τὴν ἡσυχίαν ἔμπροσθεν ποιησαμένου τοῦ πράγματα ἔχειν ʽἴσως γὰρ καὶ προῄδει τὴν καθέξουσαν τὰ πράγματα σύγχυσιν οἷα καὶ τῇ περὶ τὸ θεῖον ἀεὶ προσκείμενος ἁγιστείᾀ, διαμαρτὼν τῆς πείρας ὁ Ἑρκούλιος καὶ μέχρι Ῥαουέννης ἐλθὼν αὖθις ἐπὶ τὰς Ἄλπεις ἤλαυνεν, ἐντευξόμενος ἐκεῖσε διατρίβοντι Κωνσταντίνῳ.