ταῦτα γνοὺς Μαξιμιανὸς ὁ Ἑρκούλιος, καὶ ὑπὲρ τοῦ παιδὸς εἰκότως ἀγωνιῶν Μαξεντίου, τῆς Λουκανίας, ἐν ᾗ τότε ἦν, ἐξορμήσας ἐπὶ τὴν Ῥάουενναν ᾔει. συνιδὼν δὲ ὡς οὐκ ἂν ἄκων ταύτης ἐκβληθείη Σεβῆρος ἀσφαλοῦς τε οὔσης καὶ τροφὰς ἐχούσης ἀρκούσας, ὅρκοις ἀπατήσας ἐπὶ τὴν Ῥώμην ἐλθεῖν ἔπεισεν. διιόντα τοίνυν αὐτὸν καὶ εἴς τι χωρίον ἐλθόντα ᾧ Τρία καπηλεῖα προσηγορία, λόχος ἐγκαταστὰς αὐτόθι παρὰ Μαξεντίου, συλλαβὼν καὶ βρόχῳ τὸν τράχηλον ἀρτήσας ἀνεῖλεν. οὐκ ἐνεγκὼν δὲ μετρίως τὰ ἐπὶ τῷ Καίσαρι Σεβήρῳ γενόμενα Μαξιμιανὸς ὁ Γαλέριος ἐκ τῆς ἑῴας ἐπὶ τὴν Ῥώμην ἔγνω παραγενέσθαι δίκην τε Μαξεντίῳ τῶν ἡμαρτημένων πρέπουσαν ἐπιθεῖναι: γενόμενος δὲ κατὰ τὴν Ἰταλίαν καὶ τοὺς στρατιώτας οὐ πιστῶς περὶ αὑτὸν ἔχειν αἰσθόμενος ἐπὶ τὴν ἑῴαν ἀνέζευξεν, μάχης οὐδεμιᾶς γενομένης.