χρήμασι γὰρ τὰς οὔσας αὐτῷ δυνάμεις καὶ τῶν συμμάχων ὅσοι προσεγίνοντο θεραπεύων, οὕτω τε μέγας ἐκ μικροῦ γεγονώς, τὸν ἐν Χαιρωνείᾳ πρὸς Ἀθηναίους διηγωνίσατο πόλεμον. πᾶσι δὲ μετὰ τὴν νίκην χειροήθως καὶ ἠπίως προσενεχθεὶς ἤδη καὶ τῇ Περσῶν ἐπιθέσθαι βασιλείᾳ διενοεῖτο, δύναμίν τε ἀξιόχρεων πρὸς τοῦτο συναγαγὼν ἐν παρασκευαῖς τὸν βίον ἀπέλιπεν. Ἀλέξανδρος δὲ παραλαβὼν τὴν βασιλείαν, καὶ παραχρῆμα τὰ κατὰ τοὺς Ἕλληνας διαθείς, τρίτῳ τῆς βασιλείας ἔτει μετὰ δυνάμεως ἀρκούσης ἐπὶ τὴν Ἀσίαν ἐστέλλετο ῥᾳδίως δὲ τοὺς ἀντιστάντας αὐτῷ σατράπας νενικηκὼς ἐπ̓ αὐτὸν προῄει Δαρεῖον, ἀναριθμήτῳ στρατῷ τοὺς ἐν Ἰσσῷ τόπους κατειληφότα. συμπεσὼν δὲ τοῖς Πέρσαις εἰς χεῖρας καὶ τὸ πάσης ἐπέκεινα πίστεως τρόπαιον στήσας Δαρεῖον μὲν ἔτρεψεν εἰς φυγήν, αὐτὸς δὲ εἴχετο τῆς ἐπὶ Φοινίκην καὶ Συρίαν τὴν Παλαιστίνην ὁδοῦ.