ἐπεὶ δὲ εἰς τὴν Ῥώμην ἀφίκετο, τοὺς ἐν τέλει τῆς βουλῆς λόγοις ἐπιεικέσιν ὑπαγαγόμενος ᾠήθη δεῖν τὰς μεγίστας τῶν ἀρχῶν τοῖς οἰκειότατα πρὸς αὐτὸν ἔχουσιν παραδοῦναι, καὶ Πρίσκον μὲν ἀδελφὸν ὄντα τῶν κατὰ Συρίαν προεστήσατο στρατοπέδων, Σεβηριανῷ δὲ τῷ κηδεστῇ τὰς ἐν Μυσίᾳ καὶ Μακεδονίᾳ δυνάμεις ἐπίστευσεν. τούτῳ δὲ βεβαίως ἕξειν τὴν ἀρχὴν οἰηθεὶς αὐτὸς ἐπὶ Κάρπους ἐστράτευεν ἤδη τὰ περὶ τὸν Ἴστρον λῃσαμένους. μάχης δὲ γενομένης οὐκ ἐνεγκόντες οἱ βάρβαροι τὴν προσβολήν, εἴς τι φρούριον συμφυγόντες ἐν πολιορκίᾳ καθίσταντο. θεασάμενοι δὲ τοὺς ἐξ αὑτῶν ἄλλους ἄλλῃ διασπαρέντας αὖθις συνειλεγμένους, ἅμα τε ἀνεθάρρησαν καὶ ὑπεξελθόντες τῷ Ῥωμαϊκῷ στρατοπέδῳ συνέπιπτον.