ὁρμώμενος γὰρ ἐξ Ἀραβίας, ἔθνους χειρίστου, καὶ οὐδὲ ἐκ τοῦ βελτίονος εἰς τύχης ἐπίδοσιν προελθών, ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν εἰς ἐπιθυμίαν βασιλείας ἐτράπη: καὶ τῶν στρατιωτῶν τοὺς εἰς τὸ νεωτερίζειν ἐπιρρεπεῖς οἰκειούμενος, ἐπειδὴ τὴν τῶν στρατιωτικῶν σιτήσεων συγκομιδὴν ἅλις ἔχουσαν εἶδεν, ἔτι τοῦ βασιλέως περὶ Κάρρας καὶ Νέσσεβιν σὺν τῷ στρατῷ διατρίβοντος αὐτὸς ἐνδοτέρω τὰς ναῦς, αἳ τὴν στρατιωτικὴν τροφὴν εἶχον, εἰσιέναι διέταττεν, ὡς ἂν ἡ στρατιὰ λιμῷ πιεζομένη καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀνασταίη πρὸς στάσιν. ἐκβάσης δὲ εἰς ἔργον αὐτῷ τῆς σκέψεως, οἱ στρατιῶται πρόφασιν τὴν τῶν ἀναγκαίων ἔνδειαν ποιησάμενοι, σὺν οὐδενὶ κόσμῳ τὸν Γορδιανὸν περιστάντες ὡς αἴτιον τῆς τοῦ στρατοπέδου φθορᾶς ἀναιροῦσι, Φιλίππῳ τὴν ἁλουργίδα κατὰ τὸ συγκείμενον περιθέντες. ὃ δὲ πρὸς μὲν Σαπώρην ἔθετο φιλίαν ἐνώμοτον, λύσας δὲ τὸν πόλεμον ἐπὶ τὴν Ῥώμην ἐξώρμα, τοὺς μὲν στρατιώτας ἁδραῖς διαδόσεσιν θεραπεύων, εἰς δὲ τὴν Ῥώμην ἐκπέμπων τοὺς ὅτι νόσῳ τετελεύτηκεν Γορδιανὸς ἀγγελοῦντας.