<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4084.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="18"><div type="textpart" subtype="section" n="1"><p> Ἤδη δὲ τῆς βασιλείας οὔσης ἐν ὀχυρῷ, Πέρσαι τοῖς κατὰ τὴν ἑῴαν
                                ἔθνεσιν ἐπιέναι προσεδοκῶντο, τὴν ἀρχὴν Σαπώρου παραλαβόντος μετὰ
                                Ἀρταξέρξην τὸν ἀπὸ Παρθυαίων αὖθις εἰς Πέρσας τὴν ἀρχὴν
                                μεταστήσαντα: μετὰ γὰρ Ἀλέξανδρον τὸν Φιλίππου καὶ τοὺς
                                διαδεξαμένους τὴν Μακεδόνων ἀρχήν, Ἀντιόχου τῶν ἄνω σατραπειῶν
                                ἄρχοντος Ἀρσάκης ὁ Παρθυαῖος διὰ τὴν εἰς τὸν ἀδελφὸν Τηριδάτην ὕβριν
                                ἀγανακτήσας, πόλεμον πρὸς τὸν Ἀντιόχου σατράπην ἀράμενος, αἰτίαν
                                δέδωκεν Παρθυαίοις ἐκβαλοῦσι Μακεδόνας εἰς ἑαυτοὺς τὴν ἀρχὴν
                                περιστῆσαι.</p></div><div type="textpart" subtype="section" n="2"><p>τότε τοίνυν ἐπὶ Πέρσας ὁ βασιλεὺς ᾔει παρασκευῇ τῇ πάσῃ. τοῦ δὲ
                                Ῥωμαϊκοῦ στρατοῦ δόξαντος ἐν τῇ πρώτῃ μάχῃ κεκρατηκέναι, Τιμησικλῆς
                                ὁ τῆς αὐλῆς ὕπαρχος τελευτήσας ἠλάττωσε πολὺ τῷ βασιλεῖ τὴν ἐπὶ τῇ
                                ἀσφαλείᾳ τῆς ἡγεμονίας πεποίθησιν. Φιλίππου γὰρ ὑπάρχου
                                προχειρισθέντος, κατὰ βραχὺ τὰ τῆς εἰς τὸν βασιλέα τῶν στρατιωτῶν
                                εὐνοίας ὑπέρρει.</p></div></div></div></div></body></text></TEI>