Τοῦ δὲ Ἀντωνίνου κρατήσαντος καὶ τοῖς τὰ Μακρίνου φρονήσασιν ὡς δυσμενέσιν ἐπεξελθόντος, τά τε ἄλλα αἰσχρῶς καὶ ἐπονειδίστως βεβιωκότος, μάγοις τε καὶ ἀγύρταις ἐσχολακότος καὶ περὶ τὰ θεῖα ἠσεβηκότος, οὐκ ἐνεγκόντες οἱ Ῥωμαῖοι τὴν τῆς ἀσελγείας ὑπερβολήν, κατασφάξαντες καὶ τὸ σῶμα διασπάσαντας Ἀλέξανδρον ἀνέδειξαν βασιλέα, καὶ αὐτὸν ἐκ τῆς Σεβήρου γενεᾶς καταγόμενον. οὗτος νέος ὤν ἔτι καὶ φύσεως εὖ ἔχων ἀγαθὰς ἅπασιν ἐπὶ τῇ βασιλείᾳ δέδωκεν ἔχειν ἐλπίδας, ἐπιστήσας ὑπάρχους τῇ αὐλῇ Φλαυιανὸν καὶ Χρῆστον, ἄνδρας τῶν τε πολεμικῶν οὐκ ἀπείρους καὶ τὰ ἐν εἰρήνῃ διαθεῖναι καλῶς ἱκανούς. Μαμαίας δὲ τῆς τοῦ βασιλέως μητρὸς ἐπιστησάσης αὐτοῖς Οὐλπιανὸν ἐπιγνώμονα καὶ ὥσπερ κοινωνὸν τῆς ἀρχῆς, ἐπειδὴ καὶ νομοθέτης ἦν ἄριστος καὶ τὸ παρὸν εὖ διαθεῖναι καὶ τὸ μέλλον εὐστόχως συνιδεῖν δυνατός, ἐπὶ τούτῳ δυσχεράναντες ἀναίρεσιν αὐτῷ μηχανῶνται λαθραίαν οἱ στρατιῶται.