καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην· μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω. ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων; κεστὸν ἔχω καἰ κέντρον ἄγω καὶ τόξον ἀείρω, κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες. τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις. οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ. ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην, ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα. ποιμαίνων δʼ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου νόσφι μέν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων, νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων· καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν, ποιμενίη δʼ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ, τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων, ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν· πολλάκι δʼ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων· ἔνθεν ἔχων σύριγγα κατʼ ἤθεα καλὰ νομήων Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν· οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος, μούνη δʼ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα, Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ. ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,