μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων. χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν ἐς θαλίην ἔρριψε, χορὸν δʼ ὤρινε θεάων. Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι· πασάων δʼ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων· Ἥρη δʼ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη. Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα· εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα, Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις, κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων. ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων. ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων· αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων. πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν. Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην λαὶ περόνην θυόεντα So inferior MSS., making θυόεντα feminine; πτερὸν ἐθυνθέντα M. διαστήσασα κομάων χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην. τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα· ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην. σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων· δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει. Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην, φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν·