τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ· ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ. ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·