τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην. καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη. οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα. οἷος δʼ οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης, τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου μειδιόων ἐχόρευεν. ἔριν δʼ ἀγέραστον ἐάσας οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς. ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα· τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι. πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην· ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα, ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην. ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν, Ἡφαίστῳ δʼ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα, καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου. καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν, εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν· ἀλλά καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην. ἤδη δʼ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων· ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα