οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου, ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων οὐκ ἐκάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων. γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος, ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος. ἤδη δʼ ἀγχιδόμοισιν ἐπʼ Ἀτρείδαο μελάθροις ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν. οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη· ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσι γενέθλης, καλὸς ἔην καὶ καὶ κεῖνος ἐπʼ ἀγλαΐῃσι προσώπων. ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης ἀργυρέης ἐπέτελλε· κόρον δʼ οὐκ εἶχεν ὀπωπῆς ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δʼ ἀνέγνω, ὡς οὐκ ἔστιν Ἔρως· βελέων δʼ οὐκ εἶδε φαρέτρην— πολλάκι δʼ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα· ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν· ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν. ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι, ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.