ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ, ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων. οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις, ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων. ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι, κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες; τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην, ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην· ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων, Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης. ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου, ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ. αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας, νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη. ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης, τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων. κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα, ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.