νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη, αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις, δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο, ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή, ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες; τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην. ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης· πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης, Ζεὺς μὲν ἀπʼ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης· ἐκ δὲ Μελισσήεντος ἀπʼ εὐόδμου Ἑλικῶνος Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων· 39 χρυσείοις Il. 39, 40 were transposed to precede 25 by Graefe. δʼ ἑκάτερθε τινασσόμενος πλοκάμοισι 40 βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης. τὸν δὲ μεθʼ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη. οὐδʼ αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο. καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,