<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4072.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="3" corresp="urn:cts:greekLit:tlg0552.tlg002:3"><div type="textpart" subtype="paragraph" n="99"><p>Ἔτι δίχα ἡ ὑπὸ ΘΑΓ γωνία τῇ ΚΑ | Πάλιν οὖν διὰ
τὴν διχοτομίαν τῆς γωνίας καὶ τὴν ὁμοιότητα τῶν τριγώνων
καὶ τὴν ἀναλογίαν τῶν πλευρῶν καὶ τὸ συνθέντι καὶ
ἐναλλάξ ἐστιν ὡς συναμφότερος ἡ ΘΑ, ΑΓ πρὸς ΓΘ,
<lb n="5"/> ἡ ΑΚ πρὸς ΚΓ. Ἀλλὰ συναμφότερος ἡ ΘΑ, ΑΓ ἐλάσσων
ἐστὶν ἢ γχξα θ ια΄, ἐπειδὴ ἡ μὲν ΘΑ ὑπόκειται αωκυ,
ἡ δὲ ΑΓ αωλη θ ια΄. Ἔστιν δὲ καὶ ἡ ΘΓ σμ· συναμφότερος
ἄρα ἡ ΘΑ, ΑΓ πρὸς ΘΓ ἐλάσσονα λόγον ἔχει ἤπερ
γχξα θ ια΄ πρὸς σμ· ὥστε καὶ ἡ ΑΚ πρὸς ΚΓ ἐλάσσονα
<lb n="10"/> λόγον ἔχει ἤπερ γχξα θ ια΄ πρὸς σμ. Καὶ ἐπεὶ τῶν μὲν
γχξα θ ια΄ τὸ ια <del>καὶ</del> μ΄ ἐστὶ αζ, τῶν δὲ σμ ξϚ, ἡ ΑΚ
ἄρα πρὸς ΚΓ ἐλάσσονα λόγον ἔχει ἤπερ αζ πρὸς ξϚ.
Καὶ ἔστι τὸ μὲν ἀπὸ ΑΚ Μ δμθ, τὸ δὲ ἀπὸ ΚΓ δτνϚ,
οἷς ἴσον ὂν τὸ ἀπὸ ΑΓ ἐσνὶ Μ ηυε· ὧν πλευρὰ τετραγωνικὴν
<lb n="15"/> αθ Ϛ΄ ἔγγιστα ὑπερέχει γὰρ τὸ ἀπʼ αὐτῆς τοῦ ἀκριβοῦς
μιβ γ΄ λϚ΄. Ἡ ΑΓ ἄρα πρὸς ΓΚ ἐλάσσονα λόγον ἔχει
ἤπερ αθ Ϛ΄ πρὸς ξϚ΄, Οἱ δὲ πολλαπλασιασμοὶ ὑπόκεινται·</p></div></div></div></body></text></TEI>