<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4072.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="3" corresp="urn:cts:greekLit:tlg0552.tlg002:3"><div type="textpart" subtype="paragraph" n="14"><p>Τετμήσθω οὖν ἡ ὑπὸ ΖΕΓ δίχα τῇ ΕΗ· ἔστιν ἄρα
ὡς ἡ ΖΕ πρὸς ΕΓ, ἡ ΖΗ πρὸς ΗΓ, διὰ τὸ τρίτον θεώρημα
τοῦ ἕκτου βιβλίου τῆς Εὐκλείδου Στοιχειώσεως. Καὶ
συνθέντι ὡς συναμφότερος ἡ ΖΕ, ΕΓ πρὸς ΕΓ, ἡ ΖΓ πρὸς
<lb n="5"/> ΓΗ, καὶ ἐναλλὰξ ὡς συναμφότερος ἡ ΖΕ, ΕΓ πρὸς ΖΓ,
ἡ ΕΓ πρὸς ΓΗ. Συναμφότερος δὲ ἡ ΕΖ, ΕΓ μείζων ἐστὶν
ἤπερ φοα· ἡ μὲν γὰρ ΖΕ ὑπόκειται τϚ, ἡ δὲ ΕΓ σξε καὶ
ἔτι μορίου τινός· ὥστε μείζονές εἰσι τῶν φοᾱ, Ἡ δὲ ΖΓ
ἐστὶν ρνγ· συναμφότερος ἄρα ἡ ΖΕ, ΕΓ πρὸς ΖΓ μείζονα
<lb n="10"/> λόγον ἔχει ἤπερ φοᾱ πρὸς ρνγ· ὥστε καὶ ἡ EΓ πρὸς ΗΓ
μείζονα λόγον ἔχει ἤπερ φοᾱ πρὸς ρνγ.</p></div></div></div></body></text></TEI>