<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="8"><head>Εἰς τὸ ι΄.</head><p>Ἤχθω γὰρ ἡ ΗΖ ἐφαπτομένη τοῦ κύκλου καὶ
παράλληλος οὖσα τῇ ΑΓ δίχα τμηθείσης τῆς ΑΒΓ
περιφερείας κατὰ τὸ Β Ὅτι γὰρ ἡ οὕτως ἀγομένη
<lb n="15"/> παράλληλος γίνεται τῇ ΑΓ, δειχθήσεται ἀπὸ τοῦ κέντρου
τοῦ Θ ἐπιζευχθεισῶν τῶν ΘΑ, Θ △, ΘΓ. Ἐπεὸ γὰρ ἴση
ἐστὶν ἡ Α △ τῇ △Γ, καὶ κοινὴ ἡ △Θ, δύο δυσὶν ἴσαι. Ἀλλὰ
καὶ βάσις ἡ ΑΘ βάσει τῇ ΘΓ· καὶ γωνία ἄρα γωνίᾳ ἐστὶν
ἴση. Εἰσὶν δὲ καὶ αἱ ὑπὸ ΗΒ △, △ΒΖ γωνίαι ὀρθαί· ἀπὸ
<lb n="20"/> γὰρ τοῦ κέντρου ἐπὶ τὴν ἁφὴν ἐπέζευκται ἡ ΘΒ· ὥστε
καὶ λοιπὴ ἡ ὑπὸ △ΗΒ λοιπῇ τῇ ὑπὸ △ΖΒ ἐστὶν ἴση. Καὶ
διὰ τοῦτο ἡ Η △ τῇ △Ζ ἴση ἐστίν ὥστε παράλληλός
ἐστιν ἡ ΖΗ τῇ ΑΓ.</p><p>Περιγράφοντες δὴ πολύγωνα περὶ τὸ τμῆμα ὁμοίως
<lb n="25"/> δίχα τεμνομένων τῶν περιλειπομένων περιφερειῶν καὶ
ἀγομένων ἐφαπτομένων λείψομέν τινα ἀποτμήματα ἐλάσσονα
τοῦ Θ χωρίου | Ἐπὶ μὲν τῶν ἐγγραφομένων δὲδεικται

<pb n="28"/>
<figure><graphic url=" http://heml.mta.ca/lace/sidebysideview2/12871653"/></figure>
ἐν τῇ Στοιχειώσει ὅτι τὰ ἐγγραφόμενα τρίγωνα εἰς τὰ
τμήματα μείζονά ἐστιν ἢ τὸ ἥμισυ τῶν καθ᾿  ἑαυτὰ τμημάτων,
καὶ διὰ τοῦτο δυνατὸν ἦν τέμνοντας τὰς περιφερείας
δίχα καὶ ἐπιζευγνύντας εὐθείας καταλείπειν τινὰ ἀποτμήματα
<lb n="5"/> ἐλάσσονα τοῦ δοθέντος χωρίου ἐπὶ δὲ τῆς
περιγραφῆς οὐκέτι τοῦτο δέδεικται ἐν τῇ Στοιχειώσει.</p><p>Ἐπεὶ οὖν ἐν τῷ προκειμένῳ τοῦτό φησιν, ὃ καὶ ἔστιν
αὐτὸ συλλογίσασθαι διὰ τοῦ Ϛ΄ θεωρήματος, δεικτέον
ὅτι ἡ ἐφαπτομένη ἀφαιρεῖ τρίγωνον μεῖζον ἢ τὸ ἥμισυ
<lb n="10"/> τοῦ καθ᾿  ἑαυτὸ περιλείμματος, οἷον ὡς ἐπὶ τῆς αὐτῆς
καταγραφῆς ὅτι τὸ Η △Ζ τρίγωνον μεῖζόν ἐστιν ἢ τὸ
ἥμισυ τοῦ περιλείμματος τοῦ περιεχομένου ὑπὸ τῶν Α △,
△Γ καὶ τῆς ΑΒΓ περιφερείας.</p><p>Τῶν γὰρ αὐτῶν ἐπεζευγμένων, ἐπεὶ ὀρθή ἐστιν ἡ ὑπὸ
<lb n="15"/> △ΒΖ, μείζων ἐστὶν ἡ △Ζ τῆς ΒΖ. δὲ ΖΒ τῇ ΖΓ ἴση·
ἐφάπτεται γὰρ ἑκατέρα αὐτῶν καὶ ἡ △Ζ ἄρα τῆς ΖΓ
μείζων. Ὥστε καὶ τὸ △ΒΖ τρίγωνον μεῖζόν ἐστι τοῦ
ΒΖΓ τριγώνου ὑπὸ γὰρ τὸ αὐτὸ ὕψος εἰσίν· πολλῷ
ἄρα τοῦ ΒΖΓ περιλείμματος μεῖζόν ἐστιν. Διὰ τὰ αὐτὰ

<pb n="29"/>
δὴ καὶ τὸ △ΒΗ τοῦ ΒΗΑ μεῖζον· ὅλον ἄρα τὸ △ΖΗ
μεῖζόν ἐστιν ἢ τὸ ἥμισυ τοῦ Α △Γ περιλείμματος.</p></div></div></body></text></TEI>