<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="42"><pb n="119"/><head>Εἰς τὴν σύνθεσιν τοῦ ε΄.</head><p>Ἐπειδὴ ἀνάλογόν εἰσιν αἱ ΑΒ, ΘΚ, Ϛ΄, △, ἔστιν ὡς τὸ
ἀπὸ ΑΒ πρὸς τὸ ἀπὸ ΘΚ, ἡ ΘΚ πρὸς △ | Καθόλου γάρ,
ἐὰν ὦσιν τέσσαρες εὐθεῖαι ἀνάλογον, ἔσται ὡς τὸ ἀπὸ
<lb n="5"/> τῆς πρώτης πρὸς τὸ ἀπὸ τῆς δευτέρας, ἡ δευτέρα πρὸς
τὴν τετάρτην. Ἐπεὶ γάρ ἐστιν ὡς ἡ πρώτη πρὸς τὴν
δευτέραν, ἡ τρίτη πρὸς τὴν τετάρτην, ἐναλλὰξ ὡς ἡ
πρώτη πρὸς τὴν τρίτην, ἡ δευτέρα πρὸς τὴν τετάρτην.
Ἀλλ᾿ ὡς ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως τὸ ἀπὸ τῆς
<lb n="10"/> πρώτης πρὸς τὸ ἀπὸ τῆς δευτέρας· καὶ ὡς ἄρα τὸ ἀπὸ
τῆς πρώτης πρὸς τὸ ἀπὸ τῆς δευτέρας, ἡ δευτέρα πρὸς
τὴν τετάρτην.</p></div><div type="textpart" subtype="section" n="43"><head>Εἰς τὸ Ϛ΄.</head><p>Ἐπεὶ δὲ ὅμοιόν ἐστι τὸ ΚΛΜ τῷ ΑΒΓ τμήματι, ἔστιν
<lb n="15"/> ἄρα ὡς ἡ ΡΛ πρὸς ΡΝ, ἡ ΒΠ πρὸς ΠΘ | Ἐὰν γὰρ ἐπιζευχθῶσιν
αἱ ΜΝ, ΓΘ, ἐπεὶ ὅμοιά εἰσιν τὰ τμήματα, ἴσαι
εἰσὶ καὶ αἱ πρὸς τοῖς Β, Λ γωνίαι. Εἰσὶν δὲ καὶ αἱ πρὸς
τοῖς Μ, Γ ὀρθαί· καὶ ἡ λοιπὴ ἄρα τῇ λοιπῇ, καὶ ἰσογώνια
τὰ τρίγωνα, καὶ ἔστιν ὡς ἡ ΘΒ πρὸς ΘΓ, οὕτως ἡ ΛΝ
<lb n="20"/> πρὸς ΝΜ. Ἀλλ᾿ ὡς ἡ ΘΓ πρὸς ΘΠ, οὕτως ἡ ΜΝ πρὸς
ΝΡ διὰ τὴν ὁμοιότητα τῶν ΓΘΠ, ΜΝΡ τριγώνων· καὶ
διʼ ἴσου ἄρα ὡς ἡ ΒΘ πρὸς ΘΠ, ἡ ΛΝ πρὸς ΝΡ· ὥστε
καὶ διελόντι ὡς ἡ ΒΠ πρὸς ΠΘ, οὕτως ἡ ΛΡ πρὸς ΡΝ.</p><p>Λόγος δὲ τῆς ΕΖ πρὸς ΒΓ δοθείς· δοθεῖσα γὰρ ἑκατέρα |
<lb n="25"/> Ἐπεὶ γὰρ δέδοται τὰ τμήματα τῶν σφαιρῶν, δεδομέναι

<pb n="120"/>
εἰσὶ καὶ αἱ διάμετροι τῶν βάσεων καὶ τὰ ὕψη τῶν τμημάτων·
ὥστε, ἐπεὶ δέδοται ἡ ΑΓ, δέδοται καὶ ἡ ἡμίσεια
αὐτῆς ἡ ΓΠ. Δέδοται δὲ καὶ ἡ ΒΠ, καὶ ὀρθὴν γωνίαν
περιέχουσιν δέδοται ἄρα καὶ ἡ ΒΓ. Διὰ τὰ αὐτὰ δὴ καὶ
<lb n="5"/> ἡ ΕΖ δοθεῖσά ἐστιν· ὥστε καὶ ὁ τῆς ΒΓ πρὸς ΕΖ λόγος
δοθείς ἐστιν.</p></div><div type="textpart" subtype="section" n="44"><head>Εἰς τὴν σύνθεσιν τοῦ Ϛ΄.</head><p>Ὅμοια ἄρα ἐστὶ τὰ ἐπὶ τῶν ΚΜ, ΑΓ τμήματα κύκλων |
Ἐὰν γάρ, ὡς ἐν τῇ ἀναλύσει, ἐπιζευχθῶσιν αἱ ΓΘ, ΜΝ,
<lb n="10"/> ἐπεὶ ὀρθαί εἰσιν αἱ πρὸς τοῖς Γ, Μ, καὶ κάθετοι αἱ ΓΠ,
ΜΡ, μέσαι ἀνάλογόν εἰσιν τῶν τῆς βάσεως τμημάτων
ὥστε ἐστὶν ὡς ἡ πρώτη ἡ ΒΠ πρὸς τὴν τρίτην τὴν ΠΘ,
οὕτως τὸ ἀπὸ τῆς πρώτης τῆς ΠΒ πρὸς τὸ ἀπὸ τῆς
δευτέρας τῆς ΠΓ. Διὰ τὰ αὐτὰ δὴ καὶ ὡς ἡ ΛΡ πρὸς ΡΝ,
<lb n="15"/> οὕτως τὸ ἀπὸ ΛΡ πρὸς τὸ ἀπὸ ΡΜ. Καὶ ἔστιν ὡς ἡ ΒΠ
πρὸς ΠΘ, ἡ ΡΛ πρὸς ΡΝ· καὶ ὡς ἄρα τὸ ἀπὸ ΒΠ πρὸς
τὸ ἀπὸ ΠΓ, οὕτως τὸ ἀπὸ ΛΡ πρὸς τὸ ἀπὸ ΡΜ· καὶ
ὡς ἄρα ἡ ΠΒ πρὸς ΠΓ, ἡ ΛΡ πρὸς ΡΜ. Καὶ περὶ ἴσας
γωνίας αἱ πλευραὶ ἀνάλογόν εἰσιν ἰσογώνια ἄρα τὰ
<lb n="20"/> τρίγωνα. Ἴσαι ἄρα αἱ πρὸς τοῖς Β, Λ γωνίαι καὶ αἱ
διπλασίους αὐτῶν αἱ ἐν τοῖς τμήμασιν ὅμοια ἄρα εἰσὶν
τὰ τμήματα.</p></div><div type="textpart" subtype="section" n="45"><head>Εἰς τὸ ζ΄.</head><p>Λόγος ἄρα δεδομένος συναμφοτέρου τῆς Ε△Ζ πρὸς
<lb n="25"/> △Ζ· ὥστε καὶ ἡ ΑΓ Ἐπεὶ γὰρ συναμφότερος ἡ Ε△,
πρὸς ΔΖ λόγον ἔχει δεδομένον, ἐὰν δεδομένον μέγεθος
πρός τι μόριον ἑαυτοῦ λόγον ἔχῃ δεδομένον, καὶ πρὸς

<pb n="121"/>
τὸ λοιπὸν λόγον ἕξει δεδομένον ὥστε συναμφότερος
ἡ Ε△Ζ πρὸς Ε△ λόγον ἔχει δεδομένον. Ἐπεὶ οὖν ἑκατέρα
τῶν Ε△, △Ζ πρὸς συναμφότερον τὴν Ε△Ζ λόγον ἔχει
δεδομένον, καὶ πρὸς ἀλλήλας λόχον ἔχουσι δεδομένον
<lb n="5"/> δέδοται ἄρα ὁ τῆς Ε△ πρὸς △Ζ λόγος. Καὶ δέδοται ἡ
Ε△· δέδοται γὰρ ἡ διάμετρος· δέδοται ἄρα καὶ ἡ △Ζ.
Λοιπὴ ἄρα ἡ ΖΒ δοθήσεται· ὥστε καὶ τὸ ὑπὸ △ΖΒ,
τουτέστι τὸ ἀπὸ ΑΖ, τουτέστιν ἡ ΑΖ, δοθεῖσα ἔσται·
καὶ ὅλη ἄρα ἡ ΑΓ.</p><lb n="10"/><p>Καὶ ἄλλως δὲ λέγοις ἂν ὅτι ἡ ΑΓ δοθεῖσά ἐστιν.
Ἐπεὶ γὰρ δέδοται ἡ διάμετρος ἡ △Β τῇ θέσει, δέδοται
δὲ καὶ τὸ Ζ, ὡς ᾔτηται, καὶ ἀπὸ δεδομένου τοῦ Ζ πρὸς
ὀρθὰς ἦκται ἡ ΑΓ, δέδοται ἡ ΑΓ θέσει. Ἀλλὰ καὶ ἡ
τοῦ κύκλου περιφέρεια δοθέντα ἄρα τὰ A, Γ, καὶ αὐτὴ
<lb n="15"/> ἡ ΑΖΓ δοθεῖσά ἐστιν.</p><p>Καὶ ἐπεὶ συναμφότερος μὲν ἡ Ε△Ζ πρὸς △Ζ μείζονα
λόγον ἔχει ἤπερ συναμφότερος ἡ Ε△Β πρὸς △Β | Ἐπεὶ
γὰρ ἡ Ε△ μείζων ἢ ἡμίσειά ἐστι τῆς △Ζ, συναμφότερος
ἄρα ἡ Ε△Ζ τῆς △Ζ μείζων ἐστὶν ἢ ἡμιολία. Συναμφότερος
<lb n="20"/> δὲ ἡ Ε△, △Β τῆς △Β ἡμιολία μείζονα ἄρα λόγον ἔχει
ἡ Ε△Ζ πρὸς ΔΖ ἤπερ ἡ Ε△Β πρὸς △Β.</p><p>Ἢ καὶ ἄλλως. Ἐπεὶ μείζων ἐστὶν ἡ △Β τῆς △Ζ, ἄλλη
δὲ τις ἡ Ε△, ἡ Ε△ ἄρα πρὸς △Ζ μείζονα λόγον ἔχει
ἤπερ ἡ ΕΔ πρὸς △Β· συνθέντι συναμφότερος ἡ Ε△Ζ
<lb n="25"/> πρὸς △Ζ μείζονα λόγον ἔχει ἤπερ συναμφότερος ἡ Ε△Β
πρὸς ΔΒ.</p><p>Ἡ σύνθεσις τοῦ θεωρήματος σαφὴς διὰ τῶν ἐνταῦθα
εἰρημένων.</p></div></div></body></text></TEI>