Περὶ τῆς Ἡρακλέους καὶ Ἀχελῴου πάλης. Ὅτι φασὶ τὸν Ἡρακλῆ μονομαχῆσαι τῷ Ἀχελῴῳ. ἔχει δὲ οὕτω. ῥέων ὁ Ἀχελῷος μεταξὺ Αἰτωλῶν καὶ Κουρήτων πολλὰ τῆς χώρης ἀπετέμνετο ποτὲ μὲν τούτοις, ποτὲ δ᾿ ἐκείνοις προστιθείς · ἐφ᾿ ᾧ καὶ νεῖκος ἦν ἑκατέροις κρατερόν. Ἡρακλῆς οὖν ἐλθὼν ἐπίκουρος Αἰτωλοῖς ὑπέρτερος τῶν Κουρήτων ἐγένετο καὶ τὸν ποταμὸν κατακλείσας εἰς ἓν ῥεῖθρον καὶ μίαν ἐκβολὴν ἐκρατύνατο τοῖς Αἰτωλοῖς τὴν γῆν, καὶ τὴν Οἰνέως Δηιάνειραν ἔλαβεν. Περὶ Πασιφάης. Πασιφάη ἐρῶσα νεανίσκου ἐπιχωρίου ξυλλήπτορα ποιεῖται τὸν Δαίδαλον καὶ ὑπουργὸν [ποιεῖται] τῷ ἔρωτι, καὶ εἰωθυῖα καὶ πρὶν ὅτε τι ἐργάζοιτο ἐπισκοπεῖν, εἴδωλον βοὸς τεκταίνοντος περικαλλὲς καὶ εἰς τὰ μάλιστα ζώσῃ ἐοικός, συνεχῶς εἰς τὸν Δαιδάλου οἶκον ἰοῦσα καὶ τότε διὰ θέαν τῆς βοός, ξυνῆν τῷ ἐρωμένῳ, ἔστε ἐπάιστος ἐγένετο. τὰ δὲ ἱστορούμενα μυθικά. Περὶ τῆς Χιμαίρας. Περὶ τῆς Χιμαίρας οὕτω φησὶ Πλούταρχος ἐν τῷ μονοβιβλίῳ τῷ Περὶ ἀρετῆς γυναικῶν. τὴν Χίμαιραν ὄρος ἀντήλιον γεγονέναι φησί, καὶ ποιεῖν ἀνακλάσεις καὶ ἀνακαύσεις ἐν τῷ θέρει χαλεπὰς καὶ πυρώδεις, ὑφ᾿ ὧν ἀνὰ τὸ πεδίον σκεδαννυμένων μαραίνεσθαι τοὺς καρπούς, τὸν δὲ Βελλεροφόντην συμφρονήσαντα διακόψαι τοῦ κρημνοῦ τὸ λειότατον καὶ μάλιστα τὸ τὰς ἀνακλάσεις ἀποστέλλειν. Περὶ Ναρκίσσου. Λέγεται περὶ αὐτοῦ ὡς ἐν ὕδατι τὴν ἑαυτοῦ σκιὰν ἰδὼν καὶ ἐρασθεὶς ἥλατο εἰς τὸ ὕδωρ ἐφ᾿ ᾧ τὴν [αὐτοῦ] σκιὰν περιπτύξασθαι, καὶ οὕτως ἀπεπνίγη. οὐκ ἀληθὲς δὲ τοῦτο. οὐ γὰρ εἰς ὕδωρ ἀπεπνίγη, ἀλλ᾿ ἐν τῇ ῥευστῇ τοῦ ἐνύλου σώματος φύσει τὴν ἑαυτοῦ θεασάμενος σκιάν, ἤτοι τὴν ἐν τῷ σώματι ζωήν, ἥτις ἐστὶ τὸ ἔσχατον εἴδωλον τῆς ὄντως ψυχῆς, καὶ ταύτην ὡς οἰκείαν περιπτύξασθαι σπουδάσας, τουτέστι τὴν κατ᾿ αὐτὴν ζωὴν ἀγαπήσας, ἀπεπνίγη, γεγονὼς ὑποβρύχιος ὡς φθείρας τὴν ὄντως ψυχήν, ταὐτὸν δὲ εἰπεῖν τὸν ὄντως ἑαυτῷ προσήκοντα βίον. ὅθεν καὶ παροιμία τις φάσκει δεδιὼς τὴν σαυτοῦ σκιάν . διδάσκει δὲ δεδιέναι τὴν περὶ τὰ ἔσχατα ὡς πρῶτα σπουδὴν ὄλεθρον ἡμῖν ἐνάγουσαν τῆς ψυχῆς, ἤτοι ἀφανισμὸν τῆς ἀληθοῦς τῶν πραγμάτων γνώσεως καὶ τῆς προσηκούσης αὐτῇ κατ᾿ οὐσίαν τελειότητος. Οὕτως ὁ εἰς τὰς παρὰ Πλάτωνι παροιμίας γράψας. Περὶ Ἀλεξάνδρου. Ἰστέον ὅτι Ἀλέξανδρος ὁ καὶ Πάρις οὐκ ἔκρινε τὰς θεάς, ἀλλὰ σοφὸς γεγονὼς ἐγκώμιον εἰς αὐτὰς ἐποίησεν. ὅθεν ἐδόθη μῦθος κρῖναι αὐτὸν μεταξὺ Παλλάδος καὶ Ἥρας καὶ Ἀφροδίτης.