Περὶ Κερβέρου. Ὅτι Κέρβερος ὁ ‹κύων› ᾈ̈δωνέως ἦν βασιλέως Θεσπρωτῶν, ὃν νυκτὸς ὑφελόμενοι κλῶπες ὑπὸ σπήλαιον ἔκρυψαν ἀφεγγές · ὁ δὲ Ἡρακλῆς τοῦτον ἀνελόμενος Εὐρυσθεῖ ἔδωκεν.