Περὶ τοῦ πυρὸς τοῦ ἀπὸ τῶν Διομήδους ὅπλων. Τί τὸ ἀκατάπαυστον πῦρ ὃ ἀνή‹στρα›πτεν ἀπὸ τῶν ὅπλων τοῦ Διομήδους; ἐπεὶ φωσφόρος παραδίδοται ἡ Ἀθηνᾶ καὶ χορηγός ἐστι νοῦ καὶ φρονήσεως ἀληθοῦς, ἀνῆψε τῇ Διομήδους ψυχῇ φῶς καὶ τὴν ἀχλὺν ἀφείλατο, ἤγουν τὴν ἀγνωσίαν, ἧς παρούσης οὐχ ὁρᾷ ψυχή. λέγεται γάρ· ἀχλὺν δ᾿ αὖ τοι ἀπ᾿ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν · καὶ τοῦτο ἂν νοηθείη τὸ πῦρ καὶ ἡ παρασχοῦσα αὐτῷ Ἀθηνᾶ. Οὕτω Πρόκλος.