Τὰ ἑπτὰ θεάματα. ὁ ἐν Ὀλυμπίᾳ Ζεὺς πήχεων λϛʹ. ὁ τῆς Ἐφεσίας Ἀρτέμιδος ναός. ὁ ἐν Δήλῳ κεράτινος βωμός, ὃς λέγεται γενέσθαι ἐκ θυμάτων τοῦ θεοῦ μιᾶς ἡμέρας δεξιῶν κεράτων. τὸ Μαυσώλειον τὸ ἐν Ἁλικαρνασῷ. αἱ ἐν Αἰγύπτῳ πυραμίδες, ὧν ἡ μείζων πήχεις ἔχει υʹ. τὰ Βαβυλώνια τείχη. ὁ ἐν Ῥόδῳ κολοσσὸς πήχεων οʹ, ὃν ἐποίησε Χάρης ὁ Λίνδιος. Τινὲς δὲ τάττουσι καὶ τὸν ἐν Ἐπιδαύρῳ Ἀσκληπιὸν καὶ τὸν ἐν Παρίῳ βωμὸν καὶ τοὺς κρεμαστοὺς κήπους καὶ τὴν ἱσταμένην Ἀθηνᾶν ἐν Ἀθήναις καὶ τὰ Κύρου βασίλεια.