Περὶ τῆς παρ᾿ Ὁμήρῳ σειρᾶς. Συμβάλλουσι δέ τινες Ὅμηρον σειρὰν λέγειν τὰς ἡμέρας καὶ τὰς ἡλίου ἀκτῖνας. Περὶ Κρόνου. Τὸ δὲ καὶ τὸν Κρόνον ὑπὸ Διὸς δεθῆναι οὐκ ἀληθές, ἀλλὰ φέρεται ὁ Κρόνος τὴν ἔξω φορὰν πολὺ ἀφ᾿ ἡμῶν, ἡ δὲ κίνησις νωθὴς καὶ οὐ ῥᾳδία τοῖς ἀνθρώποις φαίνεσθαι · διὸ ἑστάναι αὐτόν φασί πως πεπεδημένον. τὸ δὲ βάθος τοῦ πολλοῦ ἀέρος Τάρταρος λέγεται. Περὶ τοῦ πυρὸς τοῦ ἀπὸ τῶν Διομήδους ὅπλων. Τί τὸ ἀκατάπαυστον πῦρ ὃ ἀνή‹στρα›πτεν ἀπὸ τῶν ὅπλων τοῦ Διομήδους; ἐπεὶ φωσφόρος παραδίδοται ἡ Ἀθηνᾶ καὶ χορηγός ἐστι νοῦ καὶ φρονήσεως ἀληθοῦς, ἀνῆψε τῇ Διομήδους ψυχῇ φῶς καὶ τὴν ἀχλὺν ἀφείλατο, ἤγουν τὴν ἀγνωσίαν, ἧς παρούσης οὐχ ὁρᾷ ψυχή. λέγεται γάρ· ἀχλὺν δ᾿ αὖ τοι ἀπ᾿ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν · καὶ τοῦτο ἂν νοηθείη τὸ πῦρ καὶ ἡ παρασχοῦσα αὐτῷ Ἀθηνᾶ. Οὕτω Πρόκλος.