Περὶ Ἰοῦς. Ἰὼ ἡ Ἀρέστορος ἱερᾶτο τῇ Ἥρᾳ. πρὸ γάμου δὲ κυήσασαν γνοὺς ὁ πατὴρ (οὐ γὰρ ἔτι αὐτῇ ἡ ὄψις παρθένιος ἦν, ἀλλ᾿ ὑπὸ τῆς ἀφροδισίου ἀκμῆς μείζων καὶ καλλίων αὑτῆς ἐφαίνετο, ὡς καὶ βοῦς ὑπὸ τῶν Ἀργείων ἐπονομάζεσθαι) ἐχαλέπαινέ τε καὶ ἐν φρουρᾷ εἶχεν αὐτήν, φύλακα ἐπιστήσας αὐτῇ τὸν τῆς μητρὸς ἀδελφὸν Ἄργον. καὶ ὁ μὲν Ἄργος ἄυπνος ὢν καὶ πάντη ἄφυκτος οὐδαμῶς αὐτὴν ἀνίει, ὅθεν καὶ Πανόπτης ἔσχεν ἐπίκλησιν· τῶν δὲ ἐπιχωρίων Ἑρμάων βουλομένης Ἰοῦς λαθὼν κτείνει τὸν Ἄργον, ἡ δὲ ὧδε ἐλευθερωθεῖσα φεύγει σὺν τοῖς πράξασιν ἐπιβᾶσα νεὼς φορτίδος, ὑπὸ δὲ χειμῶνος φορηθεῖσα ἀνὰ τὸ πέλαγος, ὃ καλεῖται Ἰόνιον, καὶ πολλαχοῦ προσπελασθεῖσα εἰς Ἀερίαν ἐκομίσθη καὶ θεὸς ἐνομίσθη διὰ τὸ κάλλος. Οὕτω Χάραξ ἐν Ἑλληνικοῖς. Περὶ Διονύσου. Ὁ Χάραξ οὕτω φησίν, ὅτι Σεμέλη ἡ Κάδμου θυγάτηρ λέγεται κυῆσαι πρὸ γάμου · ἐν δὲ ταῖς γοναῖς κεραυνοῦ κατασκήψαντος αὐτὴ μὲν ἠφανίσθη, τὸ δὲ βρέφος περιεγένετο. ἐκείνην μὲν οὖν, ὁποῖα ἐπὶ τοῖς διοβλήτοις λέγεται, θείας μοίρας λαχεῖν ᾠήθησαν καὶ Θυώνην ὠνόμασαν, τὸν δὲ παῖδα θειότατον ὄντα ὁ Κάδμος, διότι ἐκ πυρὸς ἐσώθη, περιεῖπε, καὶ τίθεται αὐτῷ τὸ τοῦ Αἰγυπτίου Διονύσου πάτριον ὄνομα. Ἀλέξανδρος δὲ ὁ Ἀφροδισιεὺς ἐν τοῖς Φυσικοῖς οὕτω φησίν, ὡς οὐκ ἀσκόπως μυθεύονται ἕπεσθαι βάκχην τῷ Διονύσῳ διὰ τὴν ἐκ τοῦ οἴνου χορείαν, σατύρους δὲ διὰ τὴν εὐκινησίαν, Λυδοὺς δὲ διὰ τό τινας ἐξ αὐτοῦ ἐκλύεσθαι, πάρδον δὲ διὰ τὴν πολυποίκιλον φαντασίαν τῶν οἰνωμένων· διάφορον γὰρ ἕκαστος καὶ ποικίλον ἀναδέχεται λογισμὸν ὑπὸ τοῦ οἴνου κινούμενος, πολύστικτος δὲ καὶ ἡ δορὰ τοῦ ζῴου · μίαν δὲ βάκχην μανεῖσαν δρᾶσαι φόνον, πολλοὶ γὰρ μεθυσθέντες ἐφόνευσαν · γυμνὸν δὲ ‹τὸν Διόνυσον› εἶναι διὰ τὴν ἀπὸ τοῦ οἴνου φανέρωσιν τῶν πινόντων τοῦ λογισμοῦ · ποθῆσαι δὲ Ἀφροδίτην καὶ Ἀριάδνην, ὅτι τοῖς οἰνωθεῖσι παρέπεται πλείστη τῶν γυναικῶν ἐπιθυμία· ‹ἔχειν δὲ› καὶ ‹φαλακρόν τινα διὰ τὸ μάλιστα τὸ ἐγκέφαλον› ἐρημοῦν τε καὶ βλάπτειν καὶ μαραίνειν τὸ σῶμα τὸν πολὺν οἶνον· ὅθεν καὶ μάρωνα αὐτὸν λέγουσιν · *** ὑπὸ πυρὸς δὲ κεραυνωθῆναι καὶ ἐν μηρῷ βληθῆναι, ὅτι πολλάκις ὁ οἶνος ἡλιαζόμενος τελειοῦται τῇ κράσει καὶ ‹τῇ› δυνάμει τοῖς κεραμίοις κρυπτόμενος · τέσσαρας δὲ γυναῖκας εἶναι αὐτῷ ἀδελφὰς διὰ τὸ τέσσαρας τροπὰς ἔχειν καὶ μεταβολὰς τὸν οἶνον. Περὶ τῆς παρ᾿ Ὁμήρῳ σειρᾶς. Συμβάλλουσι δέ τινες Ὅμηρον σειρὰν λέγειν τὰς ἡμέρας καὶ τὰς ἡλίου ἀκτῖνας. Περὶ Κρόνου. Τὸ δὲ καὶ τὸν Κρόνον ὑπὸ Διὸς δεθῆναι οὐκ ἀληθές, ἀλλὰ φέρεται ὁ Κρόνος τὴν ἔξω φορὰν πολὺ ἀφ᾿ ἡμῶν, ἡ δὲ κίνησις νωθὴς καὶ οὐ ῥᾳδία τοῖς ἀνθρώποις φαίνεσθαι · διὸ ἑστάναι αὐτόν φασί πως πεπεδημένον. τὸ δὲ βάθος τοῦ πολλοῦ ἀέρος Τάρταρος λέγεται. Περὶ τοῦ πυρὸς τοῦ ἀπὸ τῶν Διομήδους ὅπλων. Τί τὸ ἀκατάπαυστον πῦρ ὃ ἀνή‹στρα›πτεν ἀπὸ τῶν ὅπλων τοῦ Διομήδους; ἐπεὶ φωσφόρος παραδίδοται ἡ Ἀθηνᾶ καὶ χορηγός ἐστι νοῦ καὶ φρονήσεως ἀληθοῦς, ἀνῆψε τῇ Διομήδους ψυχῇ φῶς καὶ τὴν ἀχλὺν ἀφείλατο, ἤγουν τὴν ἀγνωσίαν, ἧς παρούσης οὐχ ὁρᾷ ψυχή. λέγεται γάρ· ἀχλὺν δ᾿ αὖ τοι ἀπ᾿ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν · καὶ τοῦτο ἂν νοηθείη τὸ πῦρ καὶ ἡ παρασχοῦσα αὐτῷ Ἀθηνᾶ. Οὕτω Πρόκλος.