Περὶ Βελλεροφόντου. Καὶ ὁ Βελλεροφόντ‹ου ἵπποσ› πτηνός, ὡς ὁ μῦθος, οὐκ ἐγένετο · ἀλλὰ τὴν ἀστρονομίαν μετιὼν ὑψηλά τε φρονῶν καὶ ἄστροις ὁμιλῶν, εἰς οὐρανὸν οὐ τῷ ἵππῳ, ἀλλὰ τῇ διανοίᾳ ἀνέβη.