Περὶ Φαέθοντος. Λέγεται δὲ καὶ περὶ Φαέθοντος ὡς Ἡλίου ἦν υἱός. ἔχει δὲ οὕτως. ὁ Φαέθων τὸν τοῦ ἡλίου δρόμον ἐτεκμήρατο, ὡς τὸν τῆς σελήνης Ἐνδυμίων · οὐ μέντοι ἀτρεκέως, ἀλλ᾿ ἀτελῆ τὸν λόγον ἀπολιπὼν ἀπέθανεν.