Περὶ Φαέθοντος. Λέγεται δὲ καὶ περὶ Φαέθοντος ὡς Ἡλίου ἦν υἱός. ἔχει δὲ οὕτως. ὁ Φαέθων τὸν τοῦ ἡλίου δρόμον ἐτεκμήρατο, ὡς τὸν τῆς σελήνης Ἐνδυμίων · οὐ μέντοι ἀτρεκέως, ἀλλ᾿ ἀτελῆ τὸν λόγον ἀπολιπὼν ἀπέθανεν. Περὶ Βελλεροφόντου. Καὶ ὁ Βελλεροφόντ‹ου ἵπποσ› πτηνός, ὡς ὁ μῦθος, οὐκ ἐγένετο · ἀλλὰ τὴν ἀστρονομίαν μετιὼν ὑψηλά τε φρονῶν καὶ ἄστροις ὁμιλῶν, εἰς οὐρανὸν οὐ τῷ ἵππῳ, ἀλλὰ τῇ διανοίᾳ ἀνέβη.