Περὶ Ἐνδυμίωνος. Ὅτι πρῶτος Ἐνδυμίων τῇ περὶ τοὺς ἀστέρας ἐσχόλασε θεωρίᾳ, ὡς ἀγρυπνεῖν τὴν πᾶσαν νύκτα καὶ τὰς ἡμέρας ἐπὶ πλέον καθεύδειν. διὸ καὶ ἐρώμενος εἶναι λέγεται τῆς Σελήνης, ὡς ὑπάρχων αὐτῇ τούτου ἕνεκα προσφιλής. Οὕτω Πλάτων. Περὶ Φαέθοντος. Λέγεται δὲ καὶ περὶ Φαέθοντος ὡς Ἡλίου ἦν υἱός. ἔχει δὲ οὕτως. ὁ Φαέθων τὸν τοῦ ἡλίου δρόμον ἐτεκμήρατο, ὡς τὸν τῆς σελήνης Ἐνδυμίων · οὐ μέντοι ἀτρεκέως, ἀλλ᾿ ἀτελῆ τὸν λόγον ἀπολιπὼν ἀπέθανεν. Περὶ Βελλεροφόντου. Καὶ ὁ Βελλεροφόντ‹ου ἵπποσ› πτηνός, ὡς ὁ μῦθος, οὐκ ἐγένετο · ἀλλὰ τὴν ἀστρονομίαν μετιὼν ὑψηλά τε φρονῶν καὶ ἄστροις ὁμιλῶν, εἰς οὐρανὸν οὐ τῷ ἵππῳ, ἀλλὰ τῇ διανοίᾳ ἀνέβη.