Περὶ Πανός. Φησὶ Πολύαινος ἐν τοῖς Στρατηγικοῖς ὅτι πρῶτος οὗτος τάξιν εὗρεν, φάλαγγα ὠνόμασε, κέρας ἔταξε δεξιὸν καὶ λαιόν (ταύτῃ ἄρα κερασφόρον αὐτὸν πλάττουσι), καὶ πρῶτος πολεμίοις φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. μαθὼν γὰρ ἐκ τῶν σκοπῶν μυρίαν χεῖρα πολεμίων ἐπάγεσθαι τῷ Διονύσῳ, τοῦ Διονύσου δείσαντος, αὐτὸς ὅμως οὐκ ἔδεισεν, ἀλλ᾿ ἐσήμαινε νύκτωρ τῇ διονυσιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. οἱ μὲν οὖν ἐσάλπισαν καὶ ἠλάλαξαν, ἀντήχησαν δὲ αἱ πέτραι καὶ τὸ κοῖλον τῆς νάπης. οἱ μὲν οὖν πολέμιοι φόβῳ πληγέντες ἔφυγον. τοῦ δὲ Πανὸς τὸ στρατήγημα τιμῶντες, τὴν Ἠχὼ τῷ Πανὶ φίλην ᾄδομεν καὶ τοὺς ‹κενοὺς καὶ τοὺσ› νυκτερινοὺς ‹τῶν στρατευμάτων› φόβους πανι‹κὰ› κλῄζομεν. Περὶ Ἐνδυμίωνος. Ὅτι πρῶτος Ἐνδυμίων τῇ περὶ τοὺς ἀστέρας ἐσχόλασε θεωρίᾳ, ὡς ἀγρυπνεῖν τὴν πᾶσαν νύκτα καὶ τὰς ἡμέρας ἐπὶ πλέον καθεύδειν. διὸ καὶ ἐρώμενος εἶναι λέγεται τῆς Σελήνης, ὡς ὑπάρχων αὐτῇ τούτου ἕνεκα προσφιλής. Οὕτω Πλάτων. Περὶ Φαέθοντος. Λέγεται δὲ καὶ περὶ Φαέθοντος ὡς Ἡλίου ἦν υἱός. ἔχει δὲ οὕτως. ὁ Φαέθων τὸν τοῦ ἡλίου δρόμον ἐτεκμήρατο, ὡς τὸν τῆς σελήνης Ἐνδυμίων · οὐ μέντοι ἀτρεκέως, ἀλλ᾿ ἀτελῆ τὸν λόγον ἀπολιπὼν ἀπέθανεν. Περὶ Βελλεροφόντου. Καὶ ὁ Βελλεροφόντ‹ου ἵπποσ› πτηνός, ὡς ὁ μῦθος, οὐκ ἐγένετο · ἀλλὰ τὴν ἀστρονομίαν μετιὼν ὑψηλά τε φρονῶν καὶ ἄστροις ὁμιλῶν, εἰς οὐρανὸν οὐ τῷ ἵππῳ, ἀλλὰ τῇ διανοίᾳ ἀνέβη. Περὶ Ἰκάρου. Καὶ ὁ Ἴκαρος νεότητι καὶ ἀτασθαλίᾳ χρώμενος οὐκ ἐπιεικτὰ ζητῶν, ἀλλὰ πολὺ ἀρθεὶς τῷ νῷ, ἐξέπεσε τῆς ἀληθείας καὶ παντὸς ἀπεσφάλη τοῦ λόγου καὶ εἰς πέλαγος κατηνέχθη ἀβύσσων πραγμάτων, ὃν Ἕλληνες ἄλλως μυθολογοῦσι, καὶ κόλπον ἀπ᾿ αὐτοῦ Ἰκάριον πλάττουσιν.