ΣΧΟΛΙΑ ΕΙΣ TO ΠΕΡΙ ΖΩΩΝ ΚΙΝΗΣΕΩΣ. 149r Ἐπειδὴ ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ τῆς ψυχῆς δύναμις οὖσαι ἀλλήλαις (ὁρμὴ γάρ τις καὶ ἡ ὄρεξις) αἰτίαι εἰσὶ τῆς κατὰ κινήσεως τῶν ζῴων (ἢ γὰρ ὀρεγόμενά τινος ἐπὶ τὸ λαβεῖν αὐτὸ ὁρμᾷ κινεῖται ἢ ἀποστρεφόμενα ἐπὶ τὸ ἐκκλῖναί τε καὶ φυγεῖν), ἔχουσι δὲ τὴν τάξιν μετὰ τὴν φανταστικὴν τῆς ψυχῆς δύναμιν (δοκεῖ γὰρ ἕπεσθαι μετὰ τὴν ἐπὶ ταῖς φαντασίαις συγκατάθεσιν ὁρμή ὥσπερ οὖσα τέλος αὐτῆς, οὐκέτ᾿ οὖσα ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ κριτική, ἀλλὰ τοῦ ἑτέρου μέρους τῆς ψυχῆς τοῦ πρακτικοῦ· εἰς δύο γὰρ ἡ τῶν ζῴων διαιρουμένη ψυχή, εἴς τε τὸ κριτικὸν καὶ τὸ πρακτικόν, τοῦ πρακτικοῦ ἐστιν ἡ ὁρμητική τε καὶ ὀρεκτική) ἐπεὶ οὖν ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ αἰτίαι οὖσαι τῆς κατὰ τόπον κινήσεως μετὰ τὴν φαντασίαν εἰσίν, ἡ δὲ μνήμη ἐστὶν ἕξις φαντάσματος ὡς εἰκόνος οὗ φάντασμα, εἰκότως μετὰ τὸ Περὶ μνήμης τάττεται τὸ Περὶ ζῴων κινήσεως. ζητεῖ δὲ ἐν αὐτῷ τίς ἡ αἰτία τοῦ κινεῖσθαι τὰ ζῷα κίνησιν ὁποιανοῦν, καὶ ὅτι τὸ κινούμενον ὑφ’ ἑαυτοῦ δεῖ τι ἔχειν ἐν αὑτῷ ἀκίνητον δείκνυσι καὶ ὅτι καὶ ἐκτός, ἕτερόν γε ὂν αὐτοῦ. μετὰ ταῦτα ζητεῖ τί ἐστι τὸ κινοῦν τὸν οὐρανόν, εἶτα ἐνίσταται πρὸς τοὺς λέγοντας τὸν Ἄτλαντα ὀχεῖν τὸν οὐρανόν. εἶτα ζητεῖ εἰ ἐνδέχεται φθαρῆναι ὁ κόσμος, εἶτα λέγει διὰ τί δεῖ ἀκίνητον εἶναι, ἵνα κινῆται ὁ κόσμος. εἶτα ἐπιστάνει εἰ τοῖς ἀψύχοις τοῖς κινουμένοις δεῖ τι καὶ ἐντὸς καὶ ἐκτὸς εἶναι ἀκίνητον. εἶτα ζητεῖ πότερον τῶν κατὰ τόπον κινουμένων δεῖ τι ἐκτὸς ἠρεμεῖν ἢ καὶ τῶν αὐξανομένων καὶ ἀλλοιουμένων. εἶτα πῶς ἡ ψυχὴ κινεῖ τὰ σώματα, καὶ τίς ἀρχὴ τῶν ζῴων τῆς ἑκουσίου κινήσεως, καὶ πῶς ἐνίοτε νοοῦντες οὐ πράττουσιν. εἶτα λέγει ὅτι τὸ πρῶτον κινοῦν τὸ ζῷον σὺν τῇ ἀρχῇ ἐστιν, εἶτα ὅτι τῶ πνεύματι κινουμένω τὰ ζῷα κινεῖται. καὶ πῶς κινεῖται 1 Tit. Σχόλια—κινήσεως SCa: ante σχόλια add. τοῦ αὐτοῦς PR 2 τε om. CPR δύναμις καὶ ὁρμητικὴ τῆς ψυχῆς coll. CPR 4 τοῖς ζώοις CPR αὐτὰ S 8 ἑτέρου] ἡμετέρου CSa 10 πρακτικὸν καὶ τὸ κριτικὸν coll. C et omisso τὸ PR 14 ἐν αὐτῶ om. Sa 17 οὐρανόν] ἄνθρωπον CPR 19 τὸν κόσμον CPR 23 post τίς add. ἡ a νοοῦντες] κινοῦντα CPR 25 post εἶτα add. λέγει CPR κινούμενα CPR τὰ ζῷα τὰς οὐχ ἑκουσίους κινήσεις καὶ τὰς ἑκουσίους, καὶ διὰ τί μάλιστα 149r καρδία καὶ αἰδοῖον οὕτω κινοῦνται, καὶ πῶς ἡ μὲν ἀρχὴ ἀπὸ τῶν μορίων, τὰ δὲ μόρια πάλιν ἀπὸ τῆς ἀρχῆς κινεῖται. φροιμίων μὲν ἅλις, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν ἴωμεν εὐχόμενοι τῷ τῶν λόγων ἐφόρῳ θεῷ ἀκριβῆ τούτων δοῦναι ἡμῖν κατανόησιν. p. 698a1 Περὶ δὲ κινήσεως τῆς τῶν ζῴων, ὅσα μὲν περὶ ἕκαστον αὐτῶν ὑπάρχει γένος καὶ τίνες διαφοραί. Εἴρηκεν ἐν τῇ Περὶ ζῴων πορείας περὶ ἁπάντων τῶν ὑπαρχόντων ἑκάστῳ γένει ἢ εἴδει τῶν ζῴων | καὶ περὶ τῆς διαφορᾶς αὐτῶν· εἶπε 149v γὰρ ἐκεῖ διὰ τί τὰ μὲν αὐτῶν τέτρασι σημείοις κινεῖται τὰ δὲ πλείοσι, καὶ διὰ τί τὰ μέν ἐστιν αὐτῶν ἄποδα τὰ δ’ ὑπόποδα, καὶ ὅλως περί τε τῆς διαφορᾶς αὐτῶν περί τε τῶν ὑπαρχόντων αὐτοῖς χρησίμων πρὸς τὴν πορείαν εἶπεν ἐν ἐκείνῳ τῷ βιβλίῳ. ἐνταῦθα δὲ ζητήσει τί τὸ κοινὸν αἴτιον τοῦ κινεῖσθαι ἕκαστον ὡς πέφυκε κινεῖσθαι· καὶ γὰρ τὰ μὲν πτήσει τὰ δὲ ἕρψει τὰ δὲ ἄλλως πέφυκε κινεῖσθαι. δέδεικται δὲ καὶ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὅτι τοῦ αὐτοκινήτου τὸ ἀκίνητον, τοῦτο δ’ ἐστὶν ἡ ψυχή, ἀρχὴ τῶν ἄλλων ἐστὶ κινήσεων. πρῶτον δὲ κινοῦν λέγει τὸν πρῶτον θεόν. p. 698a11 Δεῖ δὲ τοῦτο μὴ μόνον τῷ λόγῳ λαβεῖν. Τὸ <τῷ> λόγῳ ἀντὶ τοῦ καθόλου. εἰπὼν ῾ὅτι δὲ τῶν κινήσεων ἀρχή ἐστι τὸ ἀκίνητον, δέδεικται καθόλου᾿ (ἐδείχθη γὰρ ἐν Θ τῆς Φυσικῆς ἀκροάσεως) λέγει ὅτι δεῖ δὲ τοῦτο, τουτέστι τὸ λέγειν ὡς ἀνάγκη εἶναί τι ἀκίνητον, εἰ μέλλει εἶναι κίνησις, μὴ μόνον τῷ λόγῳ καὶ καθόλου λαβεῖν, μηδὲ ἀρκεῖσθαι τῇ ἐν τῷ Θ καθόλου δείξει, ἀλλὰ καὶ ἐπὶ τῶν καθ’ ἕκαστα βασανίσαι τὸν λόγον. διὰ γὰρ τῶν καθ’ ἕκαστα ζητοῦμεν καὶ τοὺς καθόλου λόγους· οὓς εἰ μὲν εὑρήσομεν ἐφαρμόζοντας τοῖς μερικοῖς, πιστεύομεν, εἰ δὲ μή, ἀποσειόμεθα. ὅτι δ᾿ ἠρεμοῦσιν ἐν ἡμῖν αἱ καμπαί, εἴρηται ἐν τῷ Περὶ πορείας ζῴων· τοῦ γὰρ βραχίονος κινουμένου ἠρεμεῖ τὸ ὠλέκρανον καὶ τῆς κνήμης τὸ γόνυ· ἐκτὸς δ᾿ ἡμῶν 2 κινεῖται CPR 5 ἀκριβῶς C ἡμῖν δοῦναι τὴν κατανόησιν CPR 6 τῆς τῶν om. CPR 6. 7 ἑκάτερον γένος αὐτῶν ὑπάρχει S 9 γένη ἢ εἴδη a 10. 11 αὐτῶν—μέν ἐστιν om. CPR 12 πρὸς] εἰς CPR 13 ante ἐνταῦθα add. τά PR ζητεῖ C 15 ῥέψει a δὲ καὶ om. CPR 15. 16 et 20. 21 ἐν τῷ Θ τῆς Φυσικῆς ἄκρ’.] c. 5 17 ἐστὶ om. S post τὸν add. παρ’ ἐκείνω CPR 18 λόγω καθόλου λαβεῖν a Arist. vulg. 19 Τὸ—καθόλου om. a: Τὸ—λόγῳ om. S τῷ addidi εἰπὼν om. R 21 λέγει] λέγει δὲ S: λόγω CR δεῖ δὲ ὅτι coll. a 22 εἶναί τι] θεῖναί τι a μέλλοι a 23 τῆ θῆτα a 26 ἀποσειώμεθα a 27 ἐν τῷ Περὶ πορείας ζῴων] c. 3. 9 ἠρεμεῖ ἡ γῆ ἢ ὅ τι ἄν ᾖ ἐφ’ οὗ τὴν πορείαν ποιούμεθα. τὸ δὲ ὅλον 149v κῶλον ἓν μέν ἐστι δυνάμει ἐνεργείᾳ δὲ δύο ἐν τῇ κάμψει, ἓν δὲ ἐνεργεία δυνάμει δὲ δύο ἐν τῇ ἐκτάσει, ὥσπερ, φησίν, ἄν ἐπὶ τῆς διαμέτρου ἡ μὲν Α καὶ Δ μένοι, τουτέστιν ἡ ΑΔ μένοι, ἡ δὲ Β κινοῖτο, τουτέστιν ἡ δὲ ΑΒ κινοῖτο, καὶ γίνοιτο ἡ ΑΓ κίνησις. ἔστω δὲ ΑΔ τὸ ἀπὸ τοῦ ὤμου ἕως τοῦ ὠλεκράνου, AB δὲ ὁ βραχίων. ἀλλ᾿ ἐπὶ μὲν τῆς διαμέτρου τοῦ κύκλου δοκεῖ κατὰ πάντα ἀδιαίρετον εἶναι τὸ κέντρον, τὰ δὲ ἐν ταῖς καμπαῖς ὁτὲ μὲν γίνεται ἕν, ὁτὲ δὲ διαιρετά, τουτέστιν ὁτὲ δὲ δύο. καὶ εἴρηται πότε ἓν καὶ πότε δύο δυνάμει καὶ ἐνεργείᾳ. σαφῶς δὲ τὰ λοιπὰ ἀπαγγέλλει. ὅλον δὲ ἀθρόον κινεῖται τὸ ἁλλόμενον. τὸ δὲ ἀλλὰ πᾶσα ἡ ἐν αὐτῷ ἠρεμία τοιοῦτόν ἐστι δυνάμει μέρη τινὰ ἠρεμῇ κἄν ἅπαντα, εἰ μὴ ᾖ τι ἔξωθεν ἁπλῶς ἠρεμοῦν καὶ κυρίως, p. 698b10 Ἔχει γὰρ τὴν θεωρίαν οὐ μόνον ὅσον ἐπὶ τὰ ζῷα συντείνουσαν. Τὸ δεικνύναι, φησίν, ὡς εἰ μὴ εἴη τι ἔξωθεν ἀπλῶς ἀκίνητον, οὐκ ἄν γένοιτο κίνησις, οὐ μόνον ἐπὶ τὰ ζῷα συντείνει, ἀλλὰ καὶ πρὸς τὸν σύμπαντα κόσμον· ἀνάγκη γὰρ καὶ ἐν τούτῳ εἶναί τι πάντως ἀκίνητον, εἰ μέλλει κινεῖσθαι ὁ οὐρανός. πάντῃ δὲ ἀκίνητόν ἐστιν ὅπερ αὐτὸς ἐν τῆ Μετὰ τὰ φυσικὰ ζῷον ἀίδιον ἄριστον εἶπεν· τοιαῦτα γὰρ περὶ τούτου ἐν τῷ Λ τῆς πραγματείας ἐκείνης μεγαληγορεῖ. ταῦτα εἰπὼν λέγει ἱεῖ γὰρ ὑποδώσει καὶ ὑπείξει ἀεὶ ἡ γῆ τοῖς ἐν τῇ γῇ πορευομένοις μυσίν (ἔστω γὰρ λόγου ἕνεκεν τὰ πορευόμενα μῦς), οὐκ ἔσται πορεία᾿. ἀνάγκη δὲ κυρίως μένον ἕτερον εἶναι τοῦ κινουμένου, καὶ ὅλον ὅλου. δεῖ γὰρ 150r ὅλον τὸ μένον ἕτερον εἶναι ὅλου τοῦ κινουμένου, καὶ μηδὲν εἶναι μόριον τοῦ κινουμένου τὸ οὕτως ἀκίνητον, τουτέστι τὸ κυρίως ἀκίνητον. προσέθηκε δὲ τοῦτο, διότι ὁ ἐν τῷ πλοίῳ ὤν, ὡς ἐρεῖ μετ’ ὀλίγον, καὶ 1 ἄν εἴη Sa 3 ἐκστάσει R2a φησίν, ἄν] φησὶ καὶ a 4 μένοι ante τουτέστιν ex μένει corr. S1: μένει PRa ἡ αδ μένει CRa δὲ ante ΑΒ om. Ca 4.5 κινεῖται utrobique a 5 βα PR γίνεται CSa: γίνη R 6 AB scripsi: β libri 8 εἶναι ἀδιαίρετον coll. CPR 11 πότε om. Sa 13. 14 ἡ ἐν αὐτῷ om. PR: ἐν αὐτῷ om. C 14 post μέρη add. αὐτοῦ CPR 15 εἰ μὴ εἴη τὸ ἔξωθεν CPR ἠρεμοῦν ἀπλῶς coll. CPR 16 οὐδὲν ἄν ὅλως CPR γένηται libri 19 εἰ om. PR 21 τούτοις PR τι πάντη πάντως CPR 22 μέλλοι PRa 22. 23 ἐν τῇ Μετὰ τὰ φυσικὰ] Λ 7 24 τῆς] τῶν C πραγματείας ἐκείνης] μετὰ τὰ φυσικὰ CPR εἰ] τῆ PR 25 ὑποδήσει PR 26 μῦς (sic) CPRS: μύες a 27. 28 τοῦ κινουμένου—ἕτερον εἶναι om. P 28 post μόριον add. αὐτοῦ CPR 30 ὁ om. PRS ὠθῶν τὸν ἱστὸν τῷ κοντῷ μόριόν ἐστι τοῦ πλοίου καὶ ἐπὶ τούτῳ οὐ κινεῖται 150r τὸ πλοῖον· καὶ γὰρ ὁ ἐν τῷ πλοίῳ ὢν τρόπον τινὰ μόριόν ἐστι τοῦ πλοίου. p. 698b21 Μαρτύριον δὲ τούτου τὸ ἀπορούμενον, διὰ τί ποτε τὸ πλοῖον ἔξωθεν μὲν ἄν τις ὠθῇ τῷ κοντῷ τὸν ἱστόν. Τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον ‘δοὰ τί ποτε τὸ πλοῖον κινεῖται ῥᾳδίως, ἄν τις ἔξωθεν τοῦ πλοίου ὢν ὠθῇ τὸ πλοῖον προσβάλλων τῷ ἱστῷ τὸν κοντόν᾿; τὸ δὲ λεγόμενον ‘μαρτύριον δὲ καὶ πίστις ἐναργὴς τοῦ τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις, τὸ συμβαῖνον ἐπὶ τοῦ πλοίου· τὸ γὰρ πλοῖον ἄν τις ἐν τῇ γῇ ἱστάμενος ὠθῇ μετὰ ῥάβδου ἢ κοντοῦ προσβάλλων καὶ ἀπερείδων τὸν κοντὸν τῷ ἱστῷ ἢ ἄλλῳ τινὶ μέρει τοῦ πλοίου, οἷον τῇ πρύμνῃ, κινεῖται ῥᾳδίως· ἄν δ’ ἐν αὐτῇ τῇ πρύμνῃ καθήμενος προσβάλλῃ τὸν κοντὸν τῷ ἱστῷ καὶ πειρᾶται κινῆσαι, οὐκ ὅν δυνήσεται τοῦτο ποιῆσαι, οὔτε ἂν ὁ Τιτυὸς ᾖ ὁ κινῶν οὔτε ἄν ὁ Βορέας ἦν ἐν αὐτῷ τῷ πλοίῳ καὶ ἔπνει ἀπ’ αὐτοῦ, ἐκίνησεν ἂν αὐτό. ἀλλὰ πῶς κινοῦσιν οἱ ἄνεμοι τὰ πλοῖα; ἢ ὅτι ἐκτὸς ὄντες τοῦ πλοίου πνέουσιν· εἰ δ ἀπ’ αὐτοῦ ἔπνεον, οὐκ ἂν ἐκίνησαν αὐτό. πῶς οὖν ταῦτα συμβαίνει; ἢ ὁ μὲν ἐν τῶ αἰγιαλῷ ἢ πέτρᾳ ἢ ὅλως γῇ ἑστὼς διὰ τὸ ἐν ἀκινήτῳ ἵστασθαι καὶ μὴ μέρος εἶναι τοῦ πλοίου κινεῖν αὐτὸ δύναται, ὁ δ᾿ ἐν αὐτῷ τῷ πλοίῳ ὢν κινεῖν οὐ δύναται διὰ τὸ δεῖν εἶναί τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις. εἰ δ᾿ ἐκινήθη τὸ πλοῖον ὑπὸ τοῦ ἐν αὐτῷ ὄντος, ἦν ἄρα καὶ ἠρεμοῦν καὶ κινούμενον, ὅπερ ἀδύνατον, ἠρεμοῦν μὲν διὰ τὸ δεῖν τὸν μέλλοντα κινήσειν πρὸς ἠρεμοῦν τι ἀπερείδεσθαι, ἵν ὠθήσῃ, κινούμενον δὲ διὰ τὸ ὑποκεῖσθαι ὅτι κινεῖται ὑπὸ τοῦ ὄντος ἐν αὐτῷ. εἰ οὖν μήθ’ ὁ Τιτυὸς μήθ᾿ ὁ Βορέας δύνανται κινεῖν τὸ πλοῖον ἐν αὐτῷ ὄντες, φανερὸν ἄρα ὅτι ἀνάγκη εἷναί τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις, καὶ τοῦτο ἐκτὸς καὶ μηδὲν εἶναι τοῦ κινουμένου μόριον᾿. ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη. τοὺς δὲ ἀνέμους ὅτι ὡς ἀνθρώπους γράφουσιν οἱ γραφεῖς ἐκ τοῦ στόματος αὐτῶν πέμποντας τὸ πνεῦμα, δῆλον παντί. τὸ δὲ ἀνάγκη πρῶτον μὲν πρὸς ἠρεμοῦν τι τῶν αὑτοῦ μορίων ἀπερειδόμενον ὠθεῖν τοιοῦτόν ἐστιν· ὁ κυβερνήτης ὠθῶν τὸ πλοῖον πρῶτον μὲν φέρε εἰπεῖν ἀπερείδει 1 ἐστι τοῦ—μόριον (2) in marg. P 2 καὶ γὰρ—πλοίου om. a 3 τοῦ R ποτε om. S 4 μὲν ἔξωθεν coll. a 6. 7 τὸν ἱστὸν τῷ κοντῷ Sa 7 post πίστις add. ἱκανὴ καὶ GPR 8 μέλλοι libri γίνεσθαι Ca ἐπὶ τὸ πλοῖον PR 9 ἐν τῇ γῇ ὠθῇ ἱστάμενον PR 10 τόν κοντὸν ex τῶ κοντῷ corr. S 12 τὸν ἱστὸν τῷ κοντῷ S δυνήσηται R: δύνηται SCa 13 ἂν prius] ἐξ a βορρἐας S: βορρἐως a 16 ἡ ὅτι ὁ μὲν CPR 17 πέτρα ὅλως ἑστὼς ἡ γῆ διὰ Sa 18 τῷ πλοίῳ om. CPR 19 μελλ S: μέλλοι CPRa γίνεσθαι a itemque 25 20 post ἄρα add. ἅμα a 22 κινῆσαι CPR 23 Τιτυὸς] τινὸς a 24 δύναται PR ἄρα om. CPR 25 μέλλοι CPRa 26 μόριον τοῦ κινουμένου coll. PR post μὲν add. οὖν a 30 ὠθῶν ὁ κυβερνήτης coll. CPR πρῶτον om. S: πρότερον C τὸν βραχίονα εἰς τὸ ὠλέκρανον, εἶτα ἢ αὐτὸ τὸ ὠλέκρανον ἀποστηρίζεται 150r πρός τι τῶν ἔξωθεν, οἷον πρὸς πέτραν ἢ ἄλλο τι, ἢ οὖν αὐτὸ ἀποστηρίζεται ἢ ὁ κυβερνήτης, οὗ τινος κυβερνήτου μέρος ἐστὶ τὸ ὠλέκρανον. τὸ δὲ συμβαίνει δὲ αὐτῷ τὸ αὐτὸ ὅ τε κινεῖται καὶ πρὸς ὃ ἀποστηρίζεται ἴσον ἐστὶ τῷ συμβέβηκε δὲ αὐτῷ τῷ πλοίῳ ἅρα εἶναι καὶ κινούμενον καὶ μένον· πρὸς ὃ γὰρ ἀποστηριζόμεθα μένειν ἀνάγκη. p. 699a12 Ἀπορήσειε δ᾿ ἄν τις, ἀρ’ εἴ τι κινεῖ τὸν ὅλον εἷναι θέλει ἀκίνητον. Ὅπερ ἀπορεῖ τοιοῦτόν ἐστι· πότερον τὸ κινοῦν τὸν οὐρανὸν ἀκίνητόν ἐστι, καὶ πότερον ἔστιν αὐτοῦ μόριον ἢ οὔ; καὶ γὰρ ἡ ψυχὴ κινεῖ τὸ ζῷον ἀκίνητος οὖσα, καὶ ὅμως μόριόν ἐστι τοῦ ὅλου ζῴου. ἀρ’ οὖν καὶ τὸ κινοῦν τὸν οὐρανὸν μόριόν ἐστι τοῦ οὐρανοῦ, ὡς καὶ ἡ ψυχὴ τοῦ ζῴου, ἢ οὔ; εἰσὶ δὲ τὰ ζητούμενα τρία, ἓν μὲν εἰ κινεῖται τὸ κινοῦν τὸν οὐρανόν, δεύτερον δὲ εἰ ἔστι μόριον τοῦ οὐρανοῦ, καὶ τρίτον εἰ ἐν τῷ οὐρανῷ ἐστιν ὥσπερ καὶ ὁ κυβερνήτης ἐν τῷ πλοίῳ ἢ ὡς ἡ ψυχὴ ἐν τῷ ζῴῳ. θεὶς οὖν τὸ πρόβλημα δείκνυσι τέως πρῶτον ὅτι οὐ κινεῖται λέγων ῾εἴτε κινούμενον τὸ πρώτως κινοῦν τὸν οὐρανόν, ἀνάγκη εἶναί τι ἀκίνητον, ὡς δέδεικται, οὗ θιγγάνον κινήσει, καὶ τοῦτο, ἐν ᾧ ἀπερείδεται καὶ οὗ θιγγάνει, μηδὲν εἶναι μόριον τοῦ κινοῦντος. εἰ γάρ ἐστι μόριον αὐτοῦ ὥσπερ τῆς 150v χειρὸς τὸ ὠλέκρανον, δεήσει πάλιν ἄλλου, ἐν ᾧ ἀπερείσεται. ἀλλὰ μὴν ἀδύνατον τὸ πρώτως κινοῦν θιγγάνειν τινὸς καὶ πρός τι ἀπερείδεσθαι ἀμερὲς ὂν καὶ ἀσώματον, ὡς ἐν τῷ τέλει τῆς Φυσικῆς ἀκροάσεως δέδεικται· ὥστε οὐδὲ κινεῖται᾿. εἰ γὰρ ἀνάγκη τὸ κινοῦν κινούμενον πρός τι καὶ οὕτω κινούμενον κινεῖν, μὴ οἷόν τε δὲ ἀπερείδεσθαι πρός τι τὸ πρώτως κινοῦν, οὐδὲ κινεῖται ὅλως, ἀλλ’ ἔστιν ἀκίνητον. εἰ δὲ ἔστιν ἀκίνητον, ἀνάγκη μηδὲν εἶναι μόριον τοῦ κινουμένου· εἰ γὰρ εἴη μόριον τοῦ οὐρανοῦ, ἐπειδὴ δεῖ ἀκίνητον εἶναι, ἢ καὶ πᾶς ὁ οὐρανὸς μενεῖ ἢ εἰ κινεῖται, μένοντος τοῦ μέρους διασπασθήσεται. διὰ ταύτην οὖν τὴν αἰτίαν ὀρθῶς εἶπον οἱ λέγοντες ὅτι κύκλῳ φερομένης τῆς σφαίρας οὐδ’ οτιουν μένει μόριον, ὅπερ ταὐτόν ἐστι τῶ κινοῦν οὐκ ἔστι μόριον. καὶ τοῦτο μὲν λέγουσι καλῶς· σφάλλονται δὲ ἧ φασιν ὡς οἱ πόλοι κινοῦσι αὐτὸ 1 εἶτα—ὠλέκρανον om. C ἢ om. a 2 post αὐτὸ add. τὲ C 4 τὸ αὐτῷ coll. CPR 6 μένον] κινούμενον S 8 θέλει CPRS Arist. PS: τε δεῖ a Arist. vulg. 12 ὡς καὶ—οὐρανοῦ (14) om. CPR 16 οὖν om. PR: δὲ Ca post γὰρ add. τὸ S 18 θιγγάνον κινήσει] θιγγάνει κινούμενον PR 19 μόριον μηδέν εἶναι cull. CPR κινοῦντος] κινητοῦ S 20 post ὧ add. πάλιν CPR ἀπερείδεται P 22 ὡς om. CPR ἐν τῷ τέλει τῆς Φυσικῆς ἀκροάσεως] Θ 10 post τέλει add. τοῦ θ CPR 23 post οὐδὲ add. ὡς δέδεικται CPR aute κινούμενον add. τὸ Sa 27 ἢ εἰ] ἢ ἡ a 30 μενεῖ P post τῷ add. τὸ a 31 καλῶς λέγουσι coll. CP τὸν οὐρανόν. οἱ γὰρ πόλοι οὐδέν εἰσιν· ἐπινοίᾳ γὰρ ἡμετέρᾳ τὸ εἶναι 150v ἔχουσι. καὶ ἔτι πρὸς τῷ μηδεμίαν οὐσίαν καὶ φύσιν εἶναι τῶν πόλων, ἀδύνατον καὶ τὸ τὴν μίαν κινεῖσθαι κίνησιν ὑπὸ δυοῖν· ἡ γὰρ μία τῷ ἀριθμῷ κίνησις ὑπὸ ἑνὸς τῷ ἀριθμῷ κινουμένου, ὁμοίως δὲ κινοῦντος γίνεται, ὡς ἐν τοῖς Φυσικοῖς δέδεικται, οἱ δὲ πόλοι οὐχ εἷς, ἀλλὰ δύο· πῶς οὖν δυνατὸν τὴν μίαν κίνησιν τὴν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ὑπὸ δύο κινούντων γίνεσθαι; ὅτι μὲν οὖν ἔστι τι καὶ ἐν ὅλῃ τῇ φύσει ἀκίνητον, ὑφ’ οὗ τὸ πᾶν κινεῖται, καὶ ἐκ τῶν τοιούτων διαπορημάτων ἄν τις πιστεύσειεν· τούτου γὰρ οἶμαι δηλωτικόν ἐστι τὸ ἐκ τῶν τοιούτων ἄν τις διαπορήσειεν. p. 699a27 Οἱ δὲ μυθικῶς τὸν Ἄτλαντα ποιοῦντες ἐπὶ τῆς γῆς ἔχοντα τοὺς πόδας. Ἡ μὲν περὶ τὸν Ἄτλαντα ἱστορία δήλη πᾶσιν· ποιοῦσι γὰρ κίονας βαστάζοντα καὶ ἐπὶ τῆς γῆς ἱστάμενον κινεῖν τὸν οὐρανόν, ἀνάλογον ὄντα τῇ ἡμισείᾳ τοῦ κύκλου διαμέτρῳ τῇ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν προσπιπτούσῃ. ὡς γὰρ ἐκείνη ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν, οὕτως ὁ Ἄτλας ἀπὸ τῆς γῆς κέντρου οὔσης πρὸς τὸν οὐρανόν. λέγει δὲ τοὺς ταῦτα λέγοντας ἀπὸ διανοίας λέγειν, καὶ εἶναι πλάσματα τῶν εἰπόντων, ἀλλ’ οὐκ ἀληθῆ. ὅμως, φησίν, εἰ καὶ δῶμεν εἶναι τοῦτο ἀληθές, μαρτύριον ἂν εἴη τοῖς ὑφ’ ἡμῶν λεγομένοις ὅτι εἰ μέλλει εἶναι κίνησις, ἀνάγκη εἶναί τι ἀκίνητον. διὰ γὰρ τὸ καὶ ἐκείνους ὑπολαμβάνειν τὴν γῆν μένειν, τὸν Ἄτλαντα ἐπὶ ταύτης ἱστῶσι. θεὶς δὲ ταῦτα ἐνίσταται πρὸς τὴν δόξαν δεικνύων αὐτὴν ψευδῆ, καί φησιν ἀλλὰ τοῖς ταῦτα λέγουσιν ἀναγκαῖον φάναι μηδὲν εἶναι μόριον αὐτὴν τοῦ παντός. ἔστι δὲ τὸ λεγόμενον ‘εἰ μὲν μὴ ἦν ἡ γῆ μόριον τοῦ παντός, εἰκότως ταῦτα λέγουσιν, εἰ δὲ μή, μάτην· ὥσπερ γὰρ ὁ ἐν τῇ πρύμνῃ καθήμενος οὐκ ἄν κινήσειε τὸ πλοῖον, διὰ τὸ εἶναι τὴν πρύμναν μόριον τοῦ πλοίου, οὕτως οὐδ’ ὁ ἐν τῇ γῇ ἱστάμενος κινήσειε τὸ πᾶν· μέρος γὰρ ἡ γῆ τοῦ παντός᾿. p. 699a32 Πρὸς δὲ τούτοις δεῖ τὴν ἰσχὺν ἰσάζειν τοῦ κινοῦντος καὶ τὴν του μένοντος. Καὶ τοῦτο κατὰ τῆς περὶ τὸν Ἄτλαντα δόξης ἐστί. τὸ δὲ λεγόμενον τοιοῦτον· ὥσπερ ἔστιν ἰσχύς τις, καθ’ ἣν κινεῖ τὸ κινοῦν, οὕτω καὶ καθ᾿ 2 τῷ] τὸ P: ex τὸ corr. R τὸν πόλον Sa 3 κίνησιν κινεῖσθαι coll. CPR δυεῖν R 4 κινουμένη PR 5 ἐν τοῖς Φυσικοῖς] Θ 6 p. 259a 18 7 ἀκίνητον] ἀδύνατον C 11 μυθικοὶ a 13 τοῦ Ἄτλαντος CPR πᾶσι δήλη coll. CPR 15 post ἡμισείᾳ add. τῆ ἐκ PR, τῆς C 17 κέντρον CSa, fort, recte 18 δὲ om. R 18. 19 τῶν λεγόντων CPR 19 οὐκ ἀληθές CPR 20 μέλλοι CRa 21 καὶ om. PRa 26 κινήσειε sciipsi: κινήσει P: κινήση CSa et fort. R 30 τὴν om. C ἣν μένει τὸ μένον, ἀνάλογον ἐξ ἀνάγκης οὖσαι. ὡς γὰρ ἡ κίνησις πρὸς 150v τὴν κίνησιν, οὕτω καὶ ἡ ἠρεμία πρὸς τὴν ἠρεμίαν, καὶ ἐναλλὰξ ὡς ἡ κίνησις πρὸς τὴν ἠρεμίαν, οὕτω πάλιν ἡ κίνησις πρὸς τὴν ἠρεμίαν. καὶ αἱ μὲν ἴσαι κινήσεις ἢ δυνάμεις ἀπαθεῖς ὑπ’ ἀλλήλων, κινοῦνται δὲ κατὰ τὴν ὑπροχήν. ὥστε εἰ μὴ ἔστιν ἡ τῆς γῆς ἐσχύς, καθ᾿ ἣν ἠρεμεῖ, ἴση πρὸς τὴν τοῦ ἐν αὐτῇ ἀπερειδομένου καὶ κινοῦντος, κινηθήσεται ἀπὸ τοῦ μέσου καὶ τοῦ κατὰ φύσιν αὐτῇ τόπου. p. 699b6 Κινεῖ δὲ τὸ ἠρεμοῦν πρῶτον. Ἠρεμοῦν πρῶτον λέγει τὸν Ἄτλαντα· αὐτὸς γὰρ ἐπὶ τῆς γῆς κινεῖ τὸν οὐρανὸν μετὰ τῶν κιόνων, κινουμένων τῶν κιόνων. καὶ ἐπεὶ τὴν τῆς γῆς ἰσχὺν οὐ μόνον πρὸς τὴν τοῦ Ἄτλαντος ἰσχύν, ἀλλὰ καὶ πρὸς τὴν τοῦ ὑπὸ Ἄτλαντος κινουμένου οὐρανοῦ ἰσχὺν ἀντιμάχεσθαί ἐστιν ἀναγκαῖον, δῆλον ὅτι χωρὶς ἑκάστης ἰσχύος μείζων ἐστὶν ἡ τῆς γῆς, τῆς τε τοῦ οὐρανοῦ καὶ τῆς τοῦ Ἄτλαντος. | ἀλλὰ μὴν ἀδύνατον λέγον ἔχουσαν 151r σημείου πρὸς τὸ πᾶν ἴσην εἷναι τὴν δύναμιν αὐτῆς τῇ τε τοῦ παντὸς καὶ τῇ τοῦ Ἄτλαντος. p. 699b12 Ἔστι δέ τις ἀπορία περὶ τὰς κινήσεις τῶν τοῦ οὐρανου μορίων. Δείξας ὅτι ἀδύνατόν ἐστι κινεῖσθαι τὸν οὐρανὸν ὑπὸ τοῦ Ἄτλαντος διὰ τοῦ δεῖξαι ὅτι ἀδύνατόν ἐστι τὴν τῆς γῆς ἰσχὺν ἴσην εἶναι τῇ τε τοῦ οὐρανοῦ καὶ τῇ τοῦ Ἄτλαντος, ἐπάγει ἔστι δέ τις ἀπορία περὶ τὰς κινήσεις τῶν τοῦ οὐρανοῦ μορίων, λέγων νῦν οὐρανὸν τὸν σύμπαντα κόσμον, μόρια δὲ αὐτοῦ γῆν πῦρ καὶ τὰ θεῖα καὶ κυκλοφορητικὰ σώματα, κινήσεις δὲ τὰς ἀπὸ τῶν κατὰ φύσιν ἑκάστου τόπων μεταστάσεις. ἔστι δὲ τὸ ἀπορούμενον, ἆρά γε εἴ τις εὑρεθείη δύναμις μείζων οὖσα τῆς τῆς γῆς δυνάμεως, καθ’ ἣν ἠρεμεῖ, κινήσει αὐτὴν ἢ οὔ. ὅτι δὲ ἐνδέχεται εὑρεθῆναι μείζονα τῆς δυνάμεως τῆς γῆς, δῆλον. εἰ μὲν γὰρ ἦν ἡ γῆ ἄπειρος (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἡ ἰσχὺς δὲ ἀφ’ ἧς αὕτη ἡ δύναμις ὅτι οὐκ ἄπειρος) εἰ μὲν οὖν ἦν ἡ γῆ ἄπειρος, ἦν ἄν καὶ ἡ ἰσχὺς αὐτῆς ἡ βαρύτης, δι᾿ ἣν οὐ κινεῖται, ἄπειρος, ἀπείρου δὲ οὔσης οὐκ ἄν εὑρέθη μείζων· 2 ὡς in lit. R 2. 3 ὡς ἡ ἠρεμία πρὸς τὴν κίνησιν οὕτω πάλιν καὶ κίνησις πρός ἠρεμίαν SPRa 5 ἰσχὺς τῆς γῆς coll. et post γῆς add. ἐξ ἀνάγκης CPR ἴση om. a 7 τοῦ supr. vers. S αὐτῆς PR: αὐτοῦ C 9 λέγοι a 11 τὴν τῆς ex τῆς γῆς corr. P1 12 τοῦ om. S post ὑπὸ add. τοῦ PR 13 ἑκάστου P 13. 14 μείζων ἐστὶν—ἀδύνατον iterat a 14 τε om. PR τοῦ prius om. S ἔχουσα CPRa 20 τοῦ ante οὐρανοῦ om. a 21. 22 τῶν μορίων τοῦ οὐρανοῦ κινήσεις coll. a 22 τοῦ om. PR 23 γῆν καὶ πῦρ CPR καὶ τὰ κυκλοφορητικὰ CPR 24 τόπου PR καταστάσεις S 25 ἀρά τε C 26 post εὐρεθῆναι add. δύναμιν CPR 28 δηλωτικόν ἐστι coll. CPR ἡ ante ἰσχὺς om. PR 30 μείζων] μεῖζον P τῆς γὰρ ἀπείρου οὐδέν ἐστι μεῖζον· ἐπεὶ δὲ πεπέρασται (οὐδὲν γάρ 151r ἐστιν ἐνεργείᾳ ἄπειρον, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει δέδεικται), τοῦ πεπερασμένου μεῖζον εὑρεθῆναι οὐδὲν κωλύει. ὥστε εἰ ταύτης, καὶ τῆς τῶν θείων καὶ κυκλοφορητικῶν σωμάτων δυνάμεως εὑρεθήσεταί τις δύναμις μείζων· πεπερασμένα γὰρ καὶ ταῦτα, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται. ταῦτα εἰπὼν ἐπάγει ‘τὸν δ’ οὐρανὸν οἰόμεθα ἐξ ἀνάγκης ἄφθαρτον εἶναι, ὥσπερ καὶ τὴν φωνὴν ἀόρατον· συμβαίνει δὲ εἶναι αὐτὸν φθαρτόν, διὰ τὸ ἐνδέχεσθαι μείζω δύναμιν εὑρεθῆναι τῶν δυνάμεων, ἀφ᾿ ὧν αὐτός τε κινεῖται καὶ τὸ πῦρ, καὶ ἡ γῆ ἠρεμεῖ᾿. ἐπεὶ δέ τις ἤμελλε λέγειν ὅτι ἄδηλόν ἐστιν, εἴπερ τις ὅλως ἐστὶ μείζων δύναμις τῶν δυνάμεων τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν λοιπῶν, ἐπήγαγεν εἰ μὲν οὖν εἰσιν ὑπερέχουσαι κινήσεις, τουτεστιν εἰ μὲν οὖν εἰσιν ὑπερέχουσαι δυνάμεις. ἔστι δὲ τὸ λεγόμενον ‘εἰ μὲν οὖν εἰσιν ἐκ τῶν ὄντων καὶ ὕπαρξιν ἐχόντων δυνάμεις τινὲς μείζους τῶν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δυνάμεων, κινήσουσι νῦν ἢ αὔριον ἢ ὅλως ποτὲ καὶ φθεροῦσι τὸν κόσμον᾿ (τὸ γὰρ ὑπ᾿ ἴσον ἐδτὶ τῷ ἡ μὲν γῆ ὑπὸ τῆς μείζονος ἰσχύος τῆς ἑαυτῆς δυνάμεως, καὶ ὁ οὐρανὸς ὑπὸ τῆς μείζονος τῆς ἑαυτοῦ)· ῾εἰ δὲ μή εἰσιν ὄντα αἱ μείζονες δυνάμεις, δύνανται δ᾿ ὅμως ποτὲ γεμέσιαι᾿ (ἄπειρον γὰρ ἐνδέχεται, τουτέστιν οὐ γάρ εἰσιν ἄπειρα τὰ σώματα, ἵνα καὶ αἱ δυνάμεις αὐτῶν ἄπειροι ὦσιν, ἢ τὸ ἄπειρον γὰρ οὐκ ἐνδέχεται ἴσον ἐστὶ τῷ οὐδὲν γὰρ ἐνδεχόμενον γενέσθαι εἰς ἄπειρον ἔχει τὴν δύναμιν, ἀλλ’ ἔρχεταί ποτε εἰς ἐνέργειαν, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται· εἰ γὰρ ἐνδέχεται τὸ ὕδωρ γενέσθαι ἀέρα, κἂν γενήσεταί ποτε) ῾εἰ οὖν μή εἰσι μείζονες δυνάμεις τῶν τῆς γῆς καὶ τοῦ οὐρανοῦ δυνάμεων, δύνανται δ᾿ ὅμως γενέσθαι, ἐνδέχοιτ᾿ ἄν διαλυθῆναι τὸν οὐρανόν. τί γὰρ κωλύει φθαρῆναι, εἴπερ μὴ ἀδύνατον ἀλλ᾿ ἐνδεχόμενόν ἐστι φθαρῆναι τὸν οὐρανόν; οὐκ ἔστι δὲ ἀδύνατον, εἰ μὴ τὸ ἀντικείμενον ἀναγκαῖον. ὅταν γάρ ἐστι τόδε τι ἀναγκαῖον, τότε τὸ ἀντικείμενον αὐτῷ ἀδύνατόν ἐστι γενέσθαι, οἷον ἀναγκαῖόν ἐστιν εἶναι τὸν ἄνθρωπον ζῷον, ἀδύνατον ἄρα εἶναι αὐτὸν μὴ ζῷον· ἀντίκειται δὲ τῷ μὴ ζῷον τὸ ζῷον. ὅταν δέ ἐστι τὸ ἀντικείμενον ἐνδεχόμενον ἤτοι μὴ ἀναγκαῖον, καὶ τὸ ἀντικείμενον οὐκ ἀδύνατον ἀλλὰ δυνατόν, οἷον οὐκ ἔστιν ἀναγκαῖον βαδίζειν τὸν Σωκράτην, ὥστε τὸ μὴ βαδίζειν οὐκ ἀδύνατον, ἀλλὰ δυνατόν· ἀντίκεινται γὰρ πάλιν τὸ βαδίζειν καὶ μὴ βαδίζειν. 1 τῆς—μεῖζον om. PR 2 ἐν τῆ Φυσικῇ ἀκροάσει] Γ 5 5. 6 ἐν τῇ Περὶ οὐρανοῦ] Α 5 7 ὥσπερ καὶ in lit. Ρ αὐτὸν εἶναι coll. CPR 9 ἔμελλε CPa 11 καὶ τῆς γῆς om. C 12 κινήσεις] δυνάμεις C 13 έστι—λεγόμενον] ὡς εἶναι CPR post εἰσιν add. ὑπερέχουσαι δυνάμεις CPR καὶ om. S 14 δυνάμεις τινὲς] ἤγουν CPR 16 ἡ μὲν γῆ] ἡμᾶς μὴ S ἑαυτῆς] ἑαυτοῦ S: αὐτῆς C 18 δύναται PR 22 ἐν τῇ Περὶ οὐρανοῦ] Α 12 23 ἀέρα] ὕδωρ S 26 post ἀδύνατον add. ἐστιν CPR ἐστι om. CPR 27 post ἀναγκαῖον add. εἴη a ἐστι PRS: ἦ Ca, sed cf. 30 29 ἐστιν τὸ τὸν ἄνθρωπον εἶναι ζῶον C 30 τὸ μὴ ζῶον R1: τῶ μὴ ζώω CPR2 ἐστι] CPRS: ἦ a ante ἐνδεχόμενον add. μὴ PR 31 οὐκ ἐναντίον ἀλλὰ PR 32 ἐστιν ἐναντίον βαδίζειν CR μὴ om. CPRa ὥστε ἄν οὐκ ἔστιν ἀναγκαῖον μὴ φθαρῆναι τὸν οὐρανόν, ἀλλ’ ἐνδεχόμενον. 151r οὐδὲ τὸ φθαρῆναι ἀδύνατον ἔσται, ἀλλὰ δυνατόν᾿. τὰ μὲν οὗν λεγόμενα τοιαῦτα. τὴν δ᾿ ἀπορίαν αὐτὸς μετ’ ὀλίγον ἐπιλύσεται. ὅτι δὲ οἰκεία ἐστὶ τοῖς εἰρημένοις, ὡς εἴρηται, ἐντεῦθεν δῆλον· ἐζήτει γὰρ ὅτι εἰ κινεῖ τὸν οὐρανὸν ὁ Ἄτλας, ἔσται ἡ τῆς γῆς δύναμις χωρὶς μείζων τῆς τοῦ Ἄτλαντος καὶ μείζων τῆς τοῦ οὐρανοῦ δυνάμεως· εἰ δὲ τοῦτο, τί κωλύει εἶναι καὶ μείζονα δύναμιν τῆς δυνάμεως τῆς γῆς. | 151v p. 699b32 Ἄρα δὲ δεῖ τι ἀκίνητον εἶναι καὶ ἠρεμοῦν ἔξω τοῦ κινουμένου. Δείξας ὅτι εἰ μέλλει γίνεσθαι κίνησις, ἀνάγκη εἶναί τι ἠρεμοῦν, καὶ τοῦτο μηδὲν εἶναι μόριον τοῦ κινουμένου, καὶ μέλλων ζητεῖν, εἰ ἐνδέχεται καὶ ἐπὶ τῆς τοῦ οὐρανοῦ κινήσεως εἶναί τι ἀκίνητον, ἵνα κινῆται ὁ οὐρανός, πάλιν ἐπανέλαβε τὸν λόγον, καὶ ἐρωτήσας ἐπὶ τῶν ζῴων μεταβαίνει ἀπὸ τῶν ζῴων ἐπὶ τὸν οὐρανόν, καὶ κατὰ τὸ σιωπώμενον δοὺς ἡμῖν ἐννοεῖν ὅτι ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ πάντῃ πάντως ἀκίνητον ἐπήγαγεν ἴσως γὰρ ἂν δόξειεν ἄτοπον εἶναι, εἰ ἡ ἀρχὴ τῆς κινήσεως ἐντός. ὥσπερ γὰρ ἀδύνατόν ἐστι τὸ πλοῖον κινηθῆναι ὑπὸ τοῦ καθημένου εἰς τὴν πρύμναν, διὰ τὸ μέρος γίνεσθαι τὸν καθήμενον τοῦ πλοίου, οὕτω καὶ τὸν οὐρανὸν ἀδύνατον κινηθῆναι ἐντὸς ὄντος τοῦ τῆς κινήσεως αἰτίου· μέρος γὰρ ἂν καὶ τοῦτο εἴη τοῦ παντὸς ἐντὸς ὂν αὐτοῦ. διὸ τοῖς ὑπολαμβάνουσι καὶ ἀποδεχομένοις ὅτι εἰ μέλλει κινεῖσθαι ὁ οὐρανός, ἀνάγκη πάντῃ πάντως εἶναί τι ἀκίνητον καὶ ἐκτὸς τοῦ οὐρανοῦ, δόξει καλῶς εἰρῆσθαι ῾Ομήρῳ ‟ἀλλ᾿ οὐκ ἄν ἐρύσαιτ᾿ ἐξ οὐρανόθεν πεδίονδε’’. ἔοικε γὰρ καὶ Ὅμηρος διὰ τὸ νομίζειν δεῖν εἶναί τι ἀκίνητον καὶ ἐκτὸς τοῦ οὐρανοῦ πεποιηκέναι τὸν Δία ταῦτα λέγοντα πρὸς τοὺς ἄλλους θεοὺς ὅτι ‟οὐκ ἄν δυνήσεσθέ ποτε πάντες οἱ θεοὶ καὶ πᾶσαι αἱ θέαιναι κατασπάσαι καὶ καταγαγεῖν με ἐξ οὐρανοῦ εἰς τὴν γῆν”. τὸ γὰρ πρῶτον κινητικόν, δι’ οὗ κινεῖται ἡ ἀπλανής, πάντῃ ἀκίνητον ὂν οὐδεὶς ἄν κινήσειεν. ὥστε διὰ μὲν τοῦ εἰπεῖν ‟ἀλλ᾿ οὐκ ἄν ἐρύσαιτε” ἐδήλωσεν ὅτι πάντῃ ἐστὶν ἀκίνητον, διὰ δὲ τοῦ ἐπενεγκεῖν ὅτι ‟ἐξ οὐρανοῦ” ᾐνίξατο ὅτι ἐκτὸς τοῦ οὐρανοῦ. εἰ δ᾿ ἔστιν ἀκίνητον τὸ πρώτως κινοῦν, λύεται καὶ ἡ προσεχῶς ῥηθεῖσα ἀπορία, ἣν αὐτὸς πάλαι εἶπεν, ἡ λέγουσα πότερον ἐνδέχεται φθαρῆναι τὸν οὐρανὸν ἢ οὔ; τὸ γὰρ ὑπ᾿ ἀκινήτου κινούμενον αἰτίου οὐδέποτε φθαρήσεται, ἕως ἄν μένῃ τὸ κινοῦν. τὸ δὲ τῆς λέξεως 1 ἂν] εἰ a μὴ om. CPR 6 καὶ post εἶναι om. CPR 8 ἀκίνητόν τι coll. a 10 et 21 μέλλοι CPRa 15 ἐντὸς PR 17 ὑπὸ τοῦ—κινηθῆναι (18. 19) om. CPR 19 εἴη καὶ τοῦτο coll. CPR 20 ἐντὸς ὢν C 21 καὶ om. a 22 Ὁμήρῳ] Il. Θ 21 sqq. post ῾Ομήρῳ add. γὰρ S: III eras. R ἐρύσετε CS: ἐρύσητ᾿ a 23 ἐξ οὐνου PRS post νομίζειν add. ἔξω τοῦ οὐνου CPR 24 καὶ ἐκτὸς τοῦ οὐρανοῦ om. CPR 25 δυνήσησθε a 28 κινήσαιεν PR ἐρύσετε S: ἐρύσῃ τε CPRa 29 ἐστὶν om. P 30 post ἐκτὸς add. ἐστὶ CPR 31 exspectas πάλαι λεχθεῖσαν εἶπεν (cf. Arist. p. 700a4) 33 μένει a συνεχὲς τοιοῦτόν ἐστιν ῾ὅθεν, εἰ ἐξ ἀκινήτου ἤρτηται ἀρχῆς, λύεται καὶ ἡ 151v πάλαι λεχθεῖσα ἀπορία, πότερον ἐνδέχεται᾿ καὶ τὰ ἑξῆς. φέρεται καὶ ἄλλη γραφὴ ἡ διὰ τοῦ Δ ἔχουσα οὕτως ὅθεν δύεται καὶ ἡ πάλαι λεχθεῖσα ἀπορία᾿. καὶ εἴη ἂν τὸ λεγόμενον ῾ὅθεν, τουτέστι διὰ τὸ εἶναι ἄδηλον, εἴτε ἔστιν ἐκτὸς τοῦ οὐρανοῦ τι ἀκίνητον εἴτε μή, δύεται καὶ χώραν ἔχει καὶ εὑρίσκει τὸ ἀπορεῖν, πότερον ἐνδέχεται φθαρῆναι τὸν οὐρανὸν ἢ οὔ. εἰ δὲ ἦν δῆλον ὡς ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ ἀκίνητον, οὐκ ἄν εἰσεδύετο καὶ εἰσήρχετο καὶ χώραν εὕρισκεν ἡ τοιαύτη ἀπορία᾿. σαφῶς δὲ τὰ ἑξῆς καταλέγει. τὸ δὲ ἀλλ’ ὑφ’ ὧν ταῦτα κινεῖται τοιοῦτόν ἐστιν· ῾ ἢ ἐν μὲν τοῖς ἀψύχοις εἶναι καὶ ἐκτὸς καὶ ἐν αὐτοῖς ἠρεμοῦν οὐκ ἐνδέχεται ἀλλ᾿ ἐν τοῖς ζῴοις, ὑφ’ ὧν τὰ ἄψυχα κινεῖται· ὑπὸ γὰρ τῶν ζῴων τὰ ἄψυχα κινεῖται᾿. ἐν δὲ τῇ λέξει τῇ τῶν δὲ τοιούτων περὶ μὲν τῶν ζῴων εἴρηται τὸ τοιούτων περὶ πάντων ἀπλῶς τῶν κινουμένων εἴρηται καὶ ἐμψύχων καὶ ἀψύχων. ὅτι δὲ καὶ τὰ ζῷα καὶ εἰσπνέοντα καὶ ἐκπνέοντα πρὸς τὸ ἔξω ἀπερειδόμενα τοῦτο ποιεῖ, δῆλον τοῖς προσέχουσιν· ὅταν μὲν γὰρ ἠρεμῶμεν, καὶ πάντῃ προδήλως, ἀλλὰ καὶ ὅταν βαδίζωμεν, εἴπερ ἐξ ἠρεμίας καὶ κινήσεως ἡ βάδισις γίνεται καὶ πᾶσα ἡ κατὰ τόπον μεταβολή, ὡς ἐν τῷ Περὶ ζῴων μορίων δέδεικται. κἄν τις δὲ προσέχῃ, γνώσεται ἑαυτὸν ἐν ταῖς ἐκπνοαῖς καὶ εἰσπνοαῖς ἀπερειδόμενον ὡς πέφυκε τότε γίνεσθαι ἡ ἀπέρεισις. δῆλον δὲ καὶ ὅτι ὅταν μέγα βάρος ῥῖψαι βουληθῶμεν, ἀπερειδόμεθα, ἀλλὰ καὶ ὅταν πτύσαι καὶ βῆξαι. | p. 700a26 Πότερον δὲ ἐν τῷ αὑτὸ κινοῦντι κατὰ τόπον μόνῳ δεῖ 152r τι μένειν, ἢ καὶ ἐν τῷ ἀλλοιουμένῳ αὐτῷ ὑφ’ αὑτοῦ καὶ αὐξανομενῳ; Οὐκ ἀλλοιοῦται οὐδ’ αὔξεται ὑφ’ αὑτῶν τὰ κατὰ γαστρὸς ὄντα· ὑπὸ τῆς μητρὸς γὰρ ὡς μέρη αὐτῆς τότε καὶ αὔξεται καὶ ἀλλοιοῦται τὰ ἔμβρυα· ὑφ᾿ αὑτῶν δὲ ἀλλοιοῦται καὶ αὔξεται ἐκτός. ἀλλοίωσιν δὲ νῦν ἀκουστέον καὶ τὴν ἡδονὴν καὶ τὸν θυμὸν καὶ τὰς ἄλλας ἁπάσας· ἀλλοιούμεθα γὰρ καὶ ὑπὸ τοῦ περιέχοντος, ἀλλὰ καὶ ὑφ’ αὑτῶν, τινὸς ἐντὸς γινομένης κινήσεως. γένεσιν δὲ ἐξ ἀρχῆς λέγει καὶ φθορὰν τὴν ἐξ ἀρχῆς ἐν τῇ μήτρᾳ 1 καὶ om. a 2 post πότερον acid, εἰ CPR post φέρεται add. δὲ CPR 3 ἡ διὰ om. P λύεται S καὶ om. a 4 ἄν om. CPU 5 δέεται S 5. 6 ἔχει καὶ om. CPR 7 ἔστιν ἐκτὸς CPR 9 ἀλλ᾿ ὑφ᾿ ὧν libri; cf. Arist. P: ἄλλ᾿ ὑφ᾿ ὧν Arist. vulg. 11. 12 ὑπὸ—κινεῖται om. C 12 τῶν ante δὲ ex τὸ corr. PS: τὸ CR τοιούτων] τούτων R: ex τούτων corr. P 18 τοιούτων ex τοιοῦτον corr. P εἴρηται om. CPR 15 ἀπερειδόμενον P1R 18 ἐν τῷ Περὶ ζῴων μορίων] immo ἐν τῷ Περὶ ζ. πορείας c. 3 προσέχοι S: προσέχων PR γνώσηται PR 19 ἀπερειδόμενος PR 20 τὴν ἀπέρεισιν CPR: ἀπερίεισις a post βουληθῶμεν add. ὡς a 22 αὑτὸ Arist. vulg.: αὐτὸ αὐτό PS Arist. EP: αὑτὸ αὐτὸ ex corr. R: αὑτὸ αὐτὸ C: αὐτὸ (semel) a Arist. SY μόνῳ om. SC Arist. P 25 ὑφ’ αὐτῶν] ὑπ’ αὐτοῦ S 26 τότε post ἀλλοιοῦται ponunt CPR 27 ἀλλοιοῦται καὶ αὔξεται om. CPR 27. 28 ἀκουστέον οὐ τὴν CPR 30 ante ἐν add. ἡμῶν CPR σύστασιν· περὶ γὰρ ταύτης νῦν παραιτεῖται ζητεῖν. ἀπορήσας οὖν εἰ ἐνδέχεται 152r εἶναί τι καὶ ἐπὶ τῶν αὐξανομένων καὶ ἐπὶ τῶν ἀλλοιουμένων ἠρεμοῦν ὥσπερ καὶ ἐπὶ τῶν κινουμένων κατὰ τόπον, ἐπάγει εἰ γάρ ἐστιν ἥνπερ φαμὲν πρώτην κίνησιν γενέσεως καὶ φθορᾶς, πρώτην κίνησιν λέγων τὴν κατὰ τόπον μεταβολήν· αὕτη γὰρ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται πρώτη τῶν ἄλλων, καὶ ταύτης ἡ κύκλῳ. ἔστι δὲ τὸ λεγόμενον ῾εἰ μὲν οὖν ἔστιν ἡ κατὰ τόπον κίνησις προτέρα γενέσεως καὶ ἀλλοιώσεως, αὗται δὲ αὐξήσεως, καὶ χωρὶς τῆς κατὰ τόπον κινήσεως οὐκ ἐνδέχεται οὔτε γένεσιν οὔτε ἄλλην τινὰ γενέσθαι μεταβολήν, ἡ δὲ κατὰ τόπον κίνησις χωρὶς ἠρεμοῦντός τινος γενέσθαι οὐ δύναται, οὐδὲ αὗται χωρὶς ἠρεμοῦντος γενήσονται᾿. εἰ δὲ μή, οὐκ ἀνάγκη, τουτέστιν εἰ δὲ μὴ ἔστιν ἡ κατὰ τόπον μεταβολὴ προτέρα τῶν ἄλλων, οὐκ ἀνάγκη εἶναί τι τῶν ἀλλοιουμένων καὶ αὐξανομένων ὑφ’ αὑτῶν ἠρεμοῦν. ἀλλὰ μήν, ὡς δέδεικται, ἔστι προτέρα· ἔστιν ἄρα καὶ ἐπὶ τούτων ἠρεμοῦν τι. ὅτι δὲ ἡ κατὰ τόπον, ἥτις εἰς τὴν κύκλῳ καὶ εἰς τὴν ἐπ’ εὐθείας διαιρεῖται, πρώτη καὶ ἐν τῷ παντὶ καὶ ἐν τοῖς ζῴοις, δέδεικται. τελειωθέντα γὰρ τὰ ζῷα πρῶτον μεταβάλλει κατὰ τόπον καὶ οὕτως ὀχεύει· ἀλλὰ καὶ ὅτε θηλάζει προηγεῖται ἡ κατὰ τόπον κίνησις. ἀλλὰ καὶ τοῦ αἵματος πρῶτον ἄνω καὶ κάτω κινηθέντος οὕτως ἕπεται ἡ πρόσκρισις, καὶ οὕτως ἡ αὔξησις. ὅταν δὲ λέγῃ ὅτι πρότερόν ἐστι τὸ κινοῦν τοῦ κινουμένου, οὐκ ἐπὶ παντὸς κινοῦντος καὶ κινουμένου ἀκούειν δεῖ, ἀλλ’ ἐπί τινων. τί δὲ διαφέρει φαντασία καὶ νοῦς καὶ ὄρεξις εἴρηται ἐν τῷ Περὶ ψυχῆς. καὶ ἐπεὶ ἡ προαίρεσις κίνησις διανοίας καὶ ὀρέξεως, ἔσται καί τι διανοητὸν προαιρετόν· οὐ γὰρ πᾶν διανοητόν. τὰ γὰρ μαθήματα διανοητὰ μέν, οὐ προαιρετὰ δέ, ἀλλ᾿ ὅσων διανοητῶν ἐστι τὸ τέλος πρακτόν, ὡς ἐπὶ τῶν τεχναστῶν καὶ ἄλλων τινῶν, τούτων καὶ τὸ τέλος προαιρετόν. τοῦτο γὰρ τὸ τῶν πρακτῶν τέλος ἀπὸ πάντων τῶν ἀγαθῶν ἐστι τὸ κινοῦν τὸ ζῷον, ἀλλ’ οὐ πᾶν τὸ καλόν. ἡ γὰρ γνῶσις τῶν ὄντων ᾗ ὄντα, καλὸν οὖσα, ἠρεμίας μᾶλλον ἀλλ’ οὐ κινήσεως ἐστιν αἰτία, ὡς ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς εἴρηται, ὅτε τὸν Πλάτωνα ἤλεγχε λέγοντα τὴν ψυχὴν αὐτοκίνητον. κινεῖ οὖν τὸ ὡς πρακτὸν ἀγαθὸν τὸ ζῷον, ᾗ ἐστιν ἄλλα τούτου ἕνεκεν, καὶ ᾗ τέλος ἐστὶ τῶν ἄλλου τινὸς ἕνεκα ὄντων. πάντα γὰρ τὰ πρὸ τοῦ τέλους ἕνεκα τοῦ τέλους ἐστίν.| 2 καὶ ἐπὶ τῶν ἀλλοιουμένων om. CPR 4 πρώτην κίνησιν (post φαμὲν) libri et Arist. P: πρώτη κίνησις Arist. vulg. 5. 6 ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως] c. 7.9 9 γένεσιν οὔτε om. CPR γίνεσθαι a μεταβολήν ora. PRS 12 post τι add. ἐπὶ CPR 18 τὸ αἷμα CPR 19 κινηθέν PR οὕτως (prius)—αὔξησις] προσκρίνεται καὶ οὕτως αὔξει τὸ αὐξανόμενον CPR 20 ὅτι cm. PR 22 ἐν τῷ Περὶ φυχῆς] Γ 7 sqq. ἐν τοῖς a 24 post διανοητόν add. προαιρετὸν C 2.5 πρακτικόν CPR 26 τὸ ante τέλος om. PR 29 αἰτία in lit. R1 ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς] immo ἐν τῷ πρώτῳ, cf. Α 3 p. 407a32 ante περὶ add. τῶν CPRa 30 Πλάτωνα] πλάτωνος λόγον a ὡς om. CPR πρακτικὸν R 31 ἄλλα] ἄλλο PR: ἀλλὰ καὶ S ἕνεκα CPRa ἄλλου ex ἄλλων corr. S 32 ἕνεκεν a πάντα—ἐστίν om. C τοῦ post πρὸ om. PR, supr. vers. scr. S p. 700b29 Ὥστε δῆλον ὡς ἔστι μὲν ᾗ ὁμοίως κινεῖται τὸ ἀεὶ 152v κινουμενον. Τὸ ἔστι μὲν ᾗ ὁμοίως κινεῖται ἴσον ἐστὶ τῷ τρόπον μέν τινα ὁμοίως κινεῖται ὁ οὐρανὸς ὑπὸ τοῦ πρώτου κινητικοῦ καὶ τὰ ζῷα ὑπὸ τοῦ ὀρεκτοῦ· τοῦτο γὰρ κινεῖ τὴν ὀρεκτικὴν καὶ ὁρμητικὴν τῆς ψυχῆς δύναμιν, ἥτις κινεῖ τὰ ζῷα· ἔστι δ’ ᾗ ἄλλως, τουτέστι τρόπον δέ τινα ἀνομοίως, ὁμοίως μὲν διότι καὶ τὸ κινοῦν τὸν οὐρανὸν καὶ τὸ κινοῦν τὰ ζῷα ὡς ἐφετὰ κινοῦσιν, ἀνομοίως δὲ διότι τὸ μὲν ἀεὶ κινεῖ τὸν οὐρανόν, τὸ δὲ οὐκ ἀεὶ τὰ ζῷα. τὸ δὲ ἀίδιον καλὸν καὶ τὸ ἀληθῶς καὶ τὸ πρώτως ἀγαθόν. τὸ δέ ἀντὶ τοῦ γάρ, ἵν ᾖ ‘τὸ γὰρ ἀίδιον καλόν᾿. εἰπὼν γὰρ ὅτι τὸ πρώτως κινοῦν ἀεὶ κινεῖ, ἐπήγαγε τὸ γὰρ ἀίδιον καλὸν καὶ τὸ πρώτως καὶ ἀληθῶς ἀγαθὸν καὶ μὴ ποτὲ μὲν ποτὲ δ’ οὔ, ὥσπερ τὰ παρ᾿ ἡμῖν ἀγαθά (ταῦτα γὰρ οὐκ ἀεὶ ἀγαθά) θειότερον καὶ τιμιώτερον ὥστ᾿ εἶναι πρότερον· τουτέστιν οὕτως ἐστὶ θειότερον, ὥστε μὴ ἔχειν αὐτοῦ πρότερόν τι κατὰ τὸ τίμιον· πάντων γὰρ τιμιώτερον τὸ τοιοῦτον. ὥστε τὰ μὲν παρ’ ἡμῖν, διὰ τὸ ποτὲ μὲν εἶναι ἀγαθὰ ποτὲ δὲ μή, καὶ ποτὲ μὲν κινεῖ ποτὲ δὲ οὐ κινεῖ, ἐκεῖνο δὲ ἀεὶ ὂν ἀγαθὸν ἀεὶ κινήσει. τελευταῖον δὲ τῶν κινουμένων λέγει τὸ ζῷον, ὅπερ κινεῖ ἡ ὄρεξις καὶ αὐτὴ κινουμένη, κινουμένη δὲ οὐ κατὰ τόπον (δέδεικται γὰρ ὅτι ἡ ψυχὴ πάντῃ ἐστιν) ἀλλ’ ὡς ἀγομένη ἀπὸ ἀνενεργησίας εἰς ἐνέργειαν. εὐλόγως δ᾿ ἐστὶ φορὰ ὑστέρα τῆς ὀρέξεως· προτέρα γὰρ ἡ ὄρεξις κινεῖται, καὶ οὕτω τὸ ζῷον φέρεται. ἀλλὰ ταῦτα μὲν οὕτως. τίσι δὲ ὀργάνοις χρωμένη κινεῖ τὸ ζῷον ἡ ψυχή, καὶ ὅλως πῶς κινεῖ οὐ κινουμένη, εἴρηται ὅτε περὶ ὁρμῆς καὶ τῆς ὁρμητικῆς δυνάμεως ὁ λόγος ἦν. διὸ ἐξ ἐκείνου τοῦ βιβλίου τὴν πᾶσαν τοῦ Ἀριστοτέλους διάνοιαν ἀναλέγεσθαι χρὴ τῷ βουλομένῳ τῆς ἀληθείας ἐπιτυγχάνειν· ὅμως καὶ νῦν ὀλίγα τῶν ἐκεῖσε παραγράψομεν. εἴρηται πρῶτον ὅτι τοῦ ὀρεκτικοῦ τε καὶ ὁρμητικοῦ αἱ δυνάμεις πλείους εἰσί, τελευταῖον δὲ ὅτι καὶ τῶν γνωστικῶν τε καὶ κριτικῶν δυνάμεων ἐστι διαφορά. ἡ μὲν γάρ τίς ἐστι δύναμις ὑπηρετικὴ κριτική (τοιαύτη γὰρ ἥ τε αἴσθησις καὶ ἡ φαντασία), τὸ δέ τι τῆς ψυχῆς ἡγεμονικόν ἐστι κριτικόν· τοιοῦτον γὰρ τὸ λογιστικόν, ὃ 1 ὡς] ὅτι a: cm. CPR 4 κινητικοῦ] κινεῖται PR 5 ὀρεκτικοῦ a 6 τινα om. CPR 7 μὲν] δὲ CPR 8 κινεῖ om. CPR 9 τὸ ὡς ἀληθῶς a 9. 10 καὶ τὸ πρώτως libri et Arist. P: τὸ om. Arist. vulg. 10 τὸ δέ—ἀγαθὸν (12) om. Sa 12 ποτέ δέ μὴ CPRa 13 θειότερα καὶ τιμιώτερα S 14 ὥστ’ εἶναι a Arist. vulg.: ὥστε GPRS πρότερον libri et Arist. ESY: πρὸς ἕτερον Arist. vulg. 16 μὲν post τὰ om. CPR μὲν tertium om. Sa 16. 17 μὲν κινεῖν P 17 κινεῖ post οὐ om. CPR ἀεὶ ante ὃν om. S ἀεὶ κινεῖ a 19 δέδεικται] de an. A3 20 ἀπὸ] ὑπὸ P 21 προτέρα] πρῶτον CPR 24. 25 ἐξ ἐκείνου τοῦ βιβλίου] suum aliquem Περὶ ὁρμῆς librun dicere videtur (cf. p. 116,10. 13 117,16. 17); ceterum cf. Arist. de an. Γ 9. 10 27 παραγράψομαι CPR 28 πλείους αἱ δυνάμεις coll. CPR 29 καὶ τῶν κριτικῶν a 30 post ὑπηρετικὴ add. καὶ CP ἡ ante φαντασία om. CSa 31 ante κριτικόν add. καὶ a διανοητικόν τέ ἐστι καὶ νοητικόν. τὸ γὰρ αἰσθητικὸν ἐπὶ τὸ διανοητικὸν 152v ἔχει τὴν ἀναφορὰν ἐν ὅσοις ἐστὶν ἄμφω, ὅπως εἰσαγγέλλῃ καὶ μηνύῃ τὰς τῶν αἰσθητῶν αὐτῷ διαφοράς. ὡς δὲ ἐν τῷ κριτικῷ τὸ μέν ἐστιν ἡγεμονικόν, τὸ δὲ ὑπηρετικόν, οὕτως ἐστὶ καὶ ἐν τῷ πρακτικῷ τὸ μὲν ἡγεμονικόν, ὃ ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλοῦμεν, τὸ δέ τί ἐστιν ἐν τοῖς νεύροις ὡς ὑπηρετικόν, ὃ καὶ νευροσπαστικὸν καλοῦμεν. δύναμις γάρ ἐστι καὶ ἐν τοῖς νεύροις, καθ᾿ ἣν ὑπηρετεῖται τὸ σῶμα ταῖς καθ’ ὁρμὴν ἐνεργείαις. ἐπεὶ γὰρ τὰ κατ᾿ ὄρεξιν πραττόμενα πάθους τινὸς ἐγγινομένου πράττεται, ὧν παθῶν τὰ μὲν ἀνίησί τε τὸ σῶμα καὶ αὔξην αὐτοῖς ἐμποιεῖ διὰ θερμότητα εὔκρατον, τὰ δὲ καταψύχει τε καὶ συστέλλει (αἱ γὰρ φαντασίαι καὶ αἱ αἰσθήσεις αἱ ἔννοιαι τῶν πραγμάτων καθ’ ὁμοίωσιν αὐτῶν γινόμεναι ὡς ἐπὶ παροῦσιν ἐκείνοις ἢ ἀνιᾶσι τὸ σῶμα ἢ συστέλλεσθαί τε καὶ φρίττειν ποιοῦσιν) ὧν γινομένων συστολῶν τε καὶ ἐκτάσεων περὶ τὸ σύμφυτον πνεῦμα, καὶ ἀπὸ τούτου διαδιδομένων ἐπὶ τὰ νεῦρα, κινεῖσθαι ταῦτα δύναται τὰς καθ᾿ ὁρμὴν ἐνεργείας, τὴν ἀρχὴν τῆς κινήσεως ἀπὸ τῆς ὀρέξεως λαμβάνοντα. μικρὰ γὰρ μεταβολὴ περὶ τὴν ἀρχὴν γινομένη μεγάλων καὶ πολλῶν διαφορῶν αἰτία γίνεται. τοῦ γὰρ οἴακος ἀκαριαῖον μεθισταμένου πολλὴ ἡ τῆς πρῴρας γίνεται μετάστασις· καὶ περὶ τὴν καρδίαν ἤδη καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῇ ὅταν ἀλλοίωσίς τις γένηται δι’ αἰσθήσεις τινῶν ἢ νοήσεις, αἷς ἕπεταί τις κίνησις καὶ πάθος, εἰ καὶ ἐν ἀναισθήτῳ μορίῳ γένοιτο ἡ τοιαύτη τροπή, τῷ ἀρχὴν τοῦ ζῴου τὴν καρδίαν εἶναι πολλὴν ποιεῖται τοῦ σώματος παντὸς διαφορὰν ἐρυθήμασιν, ὠχρότησι, θερμότησιν, ψύχεσι, φρίκαις τε καὶ τρόμοις. ἀρχὴ μὲν οὖν τῆς κινήσεως τὸ ἐν τῷ πρακτῷ διωκτόν τε καὶ φευκτόν. ἔστι γὰρ ὁρμὴ κίνησις ἐμψύχοις γινομένη κατὰ φαντασίαν διωκτοῦ ἢ φευκτοῦ. κινεῖ δὲ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ ψυχὴ τὸ ζῷον οὐκ αὐτὴ κινουμένη, ὡς ἐν ἐκείνοις εἴρηται· ἀκίνητος γὰρ καθ’ αὑτὴν πᾶσα ἐντελέχεια, ἡ ψυχὴ δὲ ἐδείχθη οὖσα ἐντελέχεια. διὸ οὐδὲ κυρίως λέγεται κινεῖσθαι τὸ σῶμα ὑπὸ τῆς ψυχῆς (τοῦτο γὰρ λέγεται ἐφ’ ὧν κεχώρισται κινοῦν καὶ τὸ κινούμενον, ὡς οἱ βοῦς οἱ κινοῦντες τὴν ἅμαξαν) ἀλλ᾿ ἐπεὶ κοινότερον λέγεται ὑπό τινος κινεῖσθαι καὶ τὸ κατ᾿ αὐτὸ κινούμενον (οὕτω γὰρ ὁ τεχνίτης ὑπὸ τῆς τέχνης, ὅτι κατ’ αὐτήν, καὶ οὕτως ὑπὸ τῆς κουφότητος τὸ πῦρ, ὅτι κατ᾿ αὐτήν) οὕτω λέγ᾿ ἔται τὸ ζῷον ὑπὸ τῆς ψυχῆς κινεῖσθαι, ὅτι κατ᾿ αὐτήν· κατὰ γὰρ τὸ ἔμψυχον εἶναι ἡ τοιάδε αὐτῷ κίνησις 1 ἐστι om. CPR 2 post ὅπως add. γὰρ CPR 4 καὶ om. a 5 ὂ] ὅπερ a τί om. a 9 αὔξησιν CPR αὐτοῖς] fort, αὐτῷ 10. 11 καὶ αἰσθήσεις καὶ ἔννοιαι PR 12 ἀνίησι S: ἀνιοῦσι C: ἀνιεῖσι a 12. 13 ὧν γινομένων] exspectas γινομένων οὖν τῶν 13. 14 ἀπὸ τούτων PSa 18 περὶ] παρὰ PR 19. 20 κίνησίς τις CPRa 20 ἡ πάθος PR γένηται CPR 22 ψύξεσι CPRa 24 post ἔστι add. μέν P ἐμψύχοις ex ἐμψύχῳ corr. S: ἐμψύχου CPRa 25 ὀρεκτικὴ scripsi: θρεπτικὴ libri 27 aute ἡ add. καὶ CPRa ἐδείχθη] de an. Β 1 οὔσα ἐντελεχεία (sic) P 27. 28 τὸ σῶμα κινεῖσθαι coll. C 28 ἀφ᾿ ὧν C: ὑφ᾿ ὧν PR κεχώρισται] κεχαρακτήρισται P corr. R 28. 29 τό τε κινοῦν CPR 29 βόες C 30 κοινοτέρως CPR τὸ καθ’ αὐτὸ PR 31 ὅτι κατὰ ταύτην a 33 τοιάδε ex τοιαύτη corr. S γίνεται, οὐ κατὰ τὸ βαρὺ ἢ κοῦφον, ἢ λευκὸν ἢ μέλαν, ἢ θερμὸν ἢ ψυχρόν. 152v αἰσθάνεται μὲν οὗν τὸ ζῷον καὶ νοεῖ καὶ βαδίζει κατὰ τὴν ψυχήν, οὐ μὴν τῆς ψυχῆς αὐτῆς καθ’ αὑτήν, ἵνα κινήσῃ, κινουμένης. ὥσπερ γὰρ κατὰ τὴν ὀρχηστικὴν κινεῖται ὁ ὀρχηστὴς καὶ κατὰ τὰς τέχνας οἱ τεχνῖται, καί εἰσιν αὐτοῖς αὗται τῆς τοιᾶσδε κινήσεως αἴτιαι, αὐταὶ μὴ | κινούμεναι (οὔτε γὰρ 153r αἱ τέχναι οὔτε ἡ ὀρχηστικὴ κινοῦνται) οὕτω καὶ τὰ ἔμψυχα κατὰ τὴν ψυχὴν κινεῖται μὴ κινουμένης αὐτῆς. ἔστι δὲ ἡ ὁρμητικὴ καὶ ὀρεκτικὴ δύναμις τῆς ψυχῆς καθ’ ἣν τὰ ζῷα κινεῖται· αὕτη γὰρ τοῖς ζῴοις τῆς οἰκείας κινήσεως αἰτία. καὶ ἔστιν ἐν ἡμῖν ἡ ψυχὴ οὐχ ὡς ἐρέτης ἐν τῇ νηί, ἀλλ᾿ ὡς εἶδός τι καὶ τελειότης, ὡς ἐν τῷ Περὶ ὁρμῆς τε καὶ τῆς ὁρμητικῆς δυνάμεως λόγῳ εἴρηται. ἀλλὰ ταῦτα μὲν εἴληπται ἱκανῶς πρὸς σαφήνειαν τῶν μελλόντων λέγεσθαι· τὰ δὲ πλείονα τούτων ὁ βουλόμενος θεωρεῖν ἐντυγχανέτω τῷ Περὶ ὁρμῆς λόγῳ. ἐπὶ δὲ τὰ ἑξῆς τοῦ Ἀριστοτέλους ἴωμεν. p. 701a7 Πῶς δὲ νοῶν ὁτὲ μὲν πράττει ὁτὲ δ᾿ οὐ πράττει, καὶ κινεῖται, ποτὲ δ’ οὐ κινεῖται. Ἐπειδὴ ποτὲ μὲν νοοῦντες κινούμεθα ἐπὶ πρᾶξιν, ποτὲ δὲ μέν, οὐ κινούμεθα δέ, ἀλλὰ καὶ μάλιστα ἡ τοιαύτη νόησις αἰτία ἠρεμίας γίνεται, τὸ αἴτιον τοῦ ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ μὴ κινεῖσθαι διὰ τούτων ἐπάγει, καί φησιν ὅτι ὅταν τὸ νοηθὲν πρακτόν ἐστι κινούμεθα, ὅταν δὲ οὐ πρακτὸν ἀλλ’ ἐπιστημονικόν, καὶ ὅλως ἡ νόησις αὐτοῦ θεωρία μόνον, οὐ κινούμεθα. ἀκίνητα δὲ λέγει τὰ μαθηματικά. ἀλλ’ ἐπὶ μὲν τῶν ἀκινήτων γνῶσις μόνον τὸ τέλος, καὶ διὰ τοῦτο οὐ κινούμεθα· ὅταν γὰρ νοήσῃ τὰς δύο προτάσεις, ἐπάγει τὸ συμπέρασμα καὶ πλέον οὐδέν· ἐνταῦθα δὲ ἐπὶ τῶν πρακτῶν τὸ συμπέρασμα γίνεται πρᾶξις. καὶ τίθησι τοῦ συλλογισμοῦ οὗ τὸ συμπέρασμα πρᾶξις, σαφῆ παραδείγματα λέγων ὅταν γὰρ νοήσῃ παντὶ βαδιστέον ἀνθρώπῳ᾿ καὶ τὰ ἑξῆς. τὸ δὲ ἄν μή τι κωλύῃ ἢ ἀναγκάζῃ, ἐκ παραλλήλου κεῖται· τὸ γὰρ κωλῦον ἀναγκάζει ἡμᾶς μὴ ποιῆσαι ἐκεῖνο, οὗπέρ ἐστι κωλυτικόν. ἐπὶ δὲ τοῦ ἑτέρου συλλογισμοῦ ἐλάττων μέν ἐστι πρότασις τὸ σκεπάσματος δέομαι, μείζων δὲ τὸ τὸ δὲ ἱμάτιον σκέπασμα. τὸ δὲ πράττει δὲ ἀπ’ ἀρχῆς ἴσον ἐστὶ τῷ τῆς δὲ πράξεως ἀρχήν τινα ποιεῖται, ἐπὶ μὲν ἱματίου τὰ ἔρι ἢ τὸ νόμισμα, ἐπὶ δὲ οἰκίας λίθους. προτάσεις δὲ ποιητικὰς λέγει καθ’ ἃς συλλογιζόμενοι 2 τὴν om. CPR 3 ante τῆς add. ὑπὸ a κινουμένη a 4 κινοῦνται CPR ὁ ὀρχηστὴς—κινοῦται (6) om. CPR 5 αὐτοῖς om. a αὐταὶ scripsi: αὗται Sa 7 et 8 κινοῦνται PR 7 post καὶ add. ἡ CPR 8 τῆς ψυχῆς om. CPR 10 τι] τε a 11 εἴληπται] εἴρηται CPR 12 λέγεσθαι μελλόντων coll. CPR 16 ποτὲ] ὁτέ a Arist. 17 πράξεις PR 20 ἐστι] ᾖ a 21 μόνη CPR 23 μόνον ex μόνη corr. S1 24 ἐπάγη C 26 post σαφῆ add. τὰ a ὅτε PR νοήσει P, ex νοήσῃ corr. R 27 τὸ δ’ ἐὰν S 31 ἐξαρχῆς PR 32 νόμισμα] ν· S πράττομέν τι. αὗται δὲ διὰ δύο εἰδῶν περαιοῦνται· ὅταν γὰρ ἀγαθὸν ἢ 153r φαινόμενον ἀγαθὸν καὶ προσέτι δυνατὸν εἶναι συλλογισώμεθα, εὐθὺ πράττομεν. καὶ ὥσπερ, φησίν, ἐπὶ τῶν ἐρωτώντων ἔνιοι τὴν μὲν δήλην πρότασιν παραλιμπάνουσι, προτείνουσι δὲ τὴν λοιπήν, οὕτω καὶ ἐπὶ τῶν πρακτῶν οἷον τὸ ὅτι μὲν βαδίζειν ἀγαθὸν προτείνει καὶ σκοπεῖ εἰ ἀγαθόν, τὴν δὲ ὅτι ἐγὼ ἄνθρωπος οὐ προτείνει ὡς δήλην. διὸ καὶ ὅσα μὴ λογισάμενοι πράττομεν, ταχὺ πράττομεν· οὐ γὰρ συλλογιζόμεθα, ἵνα ἐνδιατρίψωμεν καὶ ὅλως ἐμβραδύνωμεν συλλογιζόμενοι· ὅταν δὲ ἐνεργήσῃ τὰ ζῷα ἢ τῇ αἰσθήσει ἢ τῷ νῷ, εὐθὺς ἐπὶ τὴν πρᾶξιν ὁρμῶμεν οὗ ὀρεγόμεθα. ὅτι δὲ ἡ ὄρεξις ἐσχάτη, δῆλον· πρῶτον μὲν γὰρ ἡ αἴσθησις ἢ ἡ φαντασία κινεῖται, καὶ οὕτως ἡ ὄρεξις. ἐν δὲ τῇ λέξει τῇ τῆς μὲν ἐσχάτης αἰτίας τοῦ κινεῖσθαι ὀρέξεως οὔσης τὸ ἐσχάτης ἀντὶ τοῦ κυρίας εἴληπται· οὐδὲν γὰρ ὄφελος πρὸς τὸ κινηθῆναι τὸ αἰσθέσθαι ἢ νοῆσαι, εἰ μὴ καὶ ὄρεξις ἐπακολουθήσει. ὅτι δὲ τὰ πραττόμενα δι’ ὄρεξιν θυμοῦ καὶ ἐπιθυμίας καὶ βουλήσεως πράττεται, εἴρηται. ὁμοίως δὲ καὶ τί διαφέρει βούλησις θυμοῦ καὶ ἐπιθυμίας καὶ ὅλως ὀρέξεως, εἴρηται ταῦτα πάντα ἐν τῷ Περὶ ὁρμῆς. p. 701b1 Ὥσπερ δὲ τὰ αὐτόματα κινεῖται μικρᾶς κινήσεως γινομένης, λυομένων τῶν στρεβλῶν. Αὐτόματα λέγει τὰ ὑπὸ τῶν θαυματοποιῶν ἐν τοῖς γάμοις καὶ ἐν 153v ἄλλοις τισὶ γινόμενα. λύσαντες γὰρ οὗτοι τὴν ἀρχὴν τῶν στρεβλῶν, εὐθὺς κρούσασα τὴν ἐφεξῆς λύει αὐτήν, καὶ αὕτη τὴν ἐφεξῆς, ἕως ἄν εἰς τὰ ξύλινα εἴδωλα φθάσασα ἡ κίνησις κινήσῃ αὐτά, ὥστε δοκεῖν τοῖς μὴ εἰδόσι τὴν τῶν στρεβλῶν κατασκευὴν ὑφ’ αὑτῶν κινεῖσθαι. οὕτω καὶ τοῦ ἐν τῇ καρδίᾳ πνεύματος κινηθέντος ὑπὸ τῆς ὀρέξεως, κινεῖ τὰ ἐχόμενα νεῦρα, καὶ ἐκεῖνα πάλιν τὰ ἐχόμενα, ἕως ἄν εἰς τὰ ὀργανικὰ μέρη χεῖρας καὶ πόδας φθάσασα ἡ κίνησις κινήσῃ τὸ ζῷον. ὅτι δὲ ἐν τοῖς ἁμαξίοις τοῖς τετρατρόχοις (ἐπὶ τούτων γὰρ τὸν λόγον ποιεῖται) ὁ ἐλάττων ὥσπερ κέντρον ἠρεμοῦν γίνεται, ἀνάλογος ὢν τῷ ἠρεμοῦντι ὠλεκράνῳ, δῆλον τοῖς ἀκριβῶς προσέχουσιν. ἐπειδὴ γὰρ μέγας ἐστίν, μᾶλλον δὲ μεγάλοι οἱ ὄπισθεν, οἱ δὲ ἔμπροσθεν οἱ πρὸς τοῖς βουσὶν ὄντες μικροί, ἀνάγκη ἵστασθαι τοὺς ἐλάττονας ἐν τῇ περιφορᾷ, ἵνα κινηθῶσιν οἱ μείζονες. ἐπεὶ γὰρ ἐν τῷ αὐτῷ καὶ ἴσῳ χρόνῳ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίστανται οἵ τε ἐλάττονες καὶ οἱ μείζονες, δῆλον ὅτι ἡ τοῦ μείζονος κίνησις μείζων 2 συλλογιζώμεθα PR εὐθὺς a Airst. 3 ἐρωτώντων ex ἐρώτων corr. RS 5 εἰ om. P τὴν] τὸ a 7. 8 ἵνα ἐμβραδύνωμεν καὶ ἐνδιατρίψωμεν συλλογιζόμενοι CPR 8 δὲ om. CPRS: γὰρ Arist. ἡ] ἄν P 9 ὁρῶμεν PR 10 γὰρ om. CPR 13 post πρὸς add. δὲ S 18 μικρᾶς a Arist.: μιᾶς S: μὲν CPR 20 ἐν post καὶ om. CPR 21 τισὶ om. P γινομένοις S 22 post κρούσασα spat. II litt. P 24 post οὕτω add. δὲ a 32 ἐλάττους CPRa ἐστὶ καὶ ταχυτέρα, ἡ δὲ τοῦ ἐλάττονος βραδυτέρα. τὸ δὲ βραδύτερον τῇ 153v τοῦ ἐναντίου μίξει ἐστὶ βραδύτερον, ἐναντία δὲ ἡ ἠρεμία τῇ κινήσει· ὥστε ἠρεμεῖ ὁ ἐλάττων βραδύτερον κινούμενος, εἰ καὶ λανθάνει ἡμᾶς μὴ βουλομένους διαπονεῖν περὶ τὸ τὰ τοιαῦτα βλέπειν. φέρε γὰρ λόγου χάριν (τὴν ἀκρίβειαν ἐν τούτοις οὐ ζητητέον· σαφηνείας γὰρ μόνον τῶν λεγομένων, ἀλλ’ οὐχ ὁμοιότητος ἕνεκα τὸ ὑπόδειγμα παράγεται) φέρε οὖν λόγου χάριν εἰπεῖν ὅτι ὥσπερ ὁ πόλος πρὸς τὸν ἰσημερινὸν ἢ καὶ ἁπλῶς πρὸς ἅπαντας τοὺς ὑπὸ τῶν ἀστέρων γραφομένους κύκλους ἔχει, οὕτω καὶ οἱ ἐλάττονες τροχοὶ πρὸς τοὺς μείζονας. ἀλλὰ ταῦτα μὲν οὕτως. ἡμᾶς δὲ καλῶς ἔχει εἰδέναι ὅτι τὸ τῶν αὐτομάτων ὑπόδειγμα εἴληπται ὡς ἀνάλογον τοῖς ἐν ἡμῖν νεύροις, τὸ δὲ τοῦ ἁμαξίου διὰ δύο λόγους μόνους καὶ οὐκέτι δι ἄλλο τι, δι’ ἕνα μὲν λόγον ὡς ἀναλογίαν ἔχοντα τὰ ξύλα πρὸς τὰ ὀστᾶ, δι ἄλλον δὲ ὅτι ὡς ἐνταῦθα οἱ ἐλάττονες τροχοὶ ὥσπερ κέντρον ἀκίνητον γίνονται, οὕτω καὶ ἐν τῷ ζῴῳ αἱ καμπαί· καὶ γὰρ ἐν ταῖς καμπαῖς, ὡς πολλάκις εἴρηται, τὸ μὲν κινεῖται, τὸ δὲ ἠρεμεῖ. ἡ μὲν οὗν τῶν λεγομένων διάνοια, οἶμαι, τοιαύτη. ἐν δὲ τῆ λέξει τῇ καὶ τὸ ἁμάξιον ὅπερ αὐτὸ ὀχούμενον κινεῖ εἰς εὐθὺ τοιοῦτόν ἐστι τὸ ἁμάξιον εἰς εὐθὺ κινεῖ τὸ φερόμενον ὑπ’ αὐτοῦ᾿· ὀχούμενον γὰρ τὸ φερόμενον ὑπὸ τοῦ ἁμαξίου εἶπεν. εἰ γὰρ καὶ κύκλῳ κινοῦνται οἱ τροχοί, ἀλλ’ οὖν τὸ ὀχούμενον καὶ φερόμενον βάρος εἰς εὐθὺ κινοῦσίν. ἀλλὰ τοῦτο μέν, εἰ μὴ πλανῶμαι, οὐδεμίαν εἰκόνα τῆς ὑφ’ ἡμῶν γινομένης κινήσεως σώζει· τὸ δ᾿ ἐφεξῆς, τοῦτο δ’ ἐστὶ τὸ τῷ ἀνίσους ἔχειν τοὺς τροχούς· ὁ γὰρ ἐλάττων ὥσπερ κέντρον γίνεται καὶ πάμπαν ἔχει πολλὴν ὁμοιότητα πρὸς τὴν ὑφ’ ἡμῶν γινομένην κίνησιν. ὡς γὰρ ἐν τούτοις ἱσταμένων τῶν ἐλαττόνων τροχῶν, ὡς πέφυκε γίνεσθαι ἡ στάσις, γίνεται ἡ τῶν μειζόνων περιαγωγὴ ἢ μᾶλλον ἡ κυκλικὴ κίνησις (ἡ γὰρ περιαγωγὴ κυρίως τῆς σφαίρας οὕτω καὶ ἐφ’ ἡμῖν τὰ μὲν κινοῦνται ἐν τῇ κατὰ τόπον μεταβολῇ, τὰ δὲ ἵστανται. ἀνίσους δὲ ποιοῦσι τοὺς ἔμπροσθεν τροχούς, οὓς αὐτὸς ἐντὸς εἶπεν ἵνα ὥσπερ ὑπερκειμένων τῶν ὄπισθεν καὶ ὠθούντων τοὺς πρόσθεν γίνηται ταχεῖα ἡ κίνησις. τὸ δὲ καθάπερ ἐν τοῖς κυλίνδροις εἶπε διὰ‘ τὸ ὡς ἔοικε κἀκείνους τροχωτοὺς ποιεῖν, ὥσπερ καὶ νῦν τὰ ἐκ κυλίνδρων ἁμαξίξια τὰ τετράτροχα, ἅπερ ἕλκουσιν οἱ παῖδες παίζοντες χαρίεντα ἰδεῖν διὰ τὸ περιτιυέμενον αὐτοῖς κάλλος ὑπὸ τῶν ζωγράφων. σίδηρον δὲ ἐν τῷ τροχῷ λέγει τὸν ἐν τῇ περιφερείᾳ τῶν τροχῶν περικείμενον, κυλλὸν καὶ 3 ἠρεμεῖ] ἠρεμαῖος CPR 6 οὖν] γὰρ CPR 9 οὕτως ἡμᾶς δὲ in lit. R 10 post ὡς add. ὑπόδειγμα CPR 12 ἀναλογίαν] ἀναλόγως CR: ἀνάλογον P 14. 15 ὥσπερ εἴρηται πολλάκις CRP 16 ὅπερ—ἁμάξιον (17) om. CPR ὅπερ S Arist. vulg.: ὥσπερ a Avist. PS 21 γενομένης PR 22 τῷ om. CPR 29 ὑποκειμένων CRS 30 γίνεται S 31 ἔοικεν ἐκείνους CPR 32 χαρίεντες P: (??) R 33 περιτιθέναι CPR post ζωγράφων add καλλύνουσι γὰρ αὐτὰ γὰρ om. P) οἱ ζωγράφοι χρώμασι CPR δὲ] μὲν C 33. 34 τοῖς τροχοῖς CPR αὐτὸν ὄντα. ἀλλ’ ἐπεὶ ἐν τῷ περὶ τὴν | καρδίαν πνεύματι καὶ τοῖς νεύροις 154r συστολαί τινες γίνονται καὶ ἐκτάσεις καὶ ὅλως ἀλλοιώσεις, ἐν δὲ τοῖς ἁμαξίοις καὶ τοῖς αὐτομάτοις οὐ γίνονται, προσδιορίζεται καὶ περὶ τούτου λέγων ἐν μὲν οὖν τοῖς αὐτομάτοις καὶ τοῖς ἁμαξίοις οὐκ ἔστιν ἀλλοίωσις, δυνάμει τοῦτο λέγων ὅτι κἄν καὶ ἐν τούτοις ἐγίνετο ἀλλοίωσις, ἡ αὐτὴ ἄν ἐπετελεῖτο κίνησις, ἥτις καὶ νῦν γίνεται μὴ ἀλλοιουμένων. ὅτι δὲ καὶ τὰ νεῦρα ἡμῶν καὶ τὰ μόρια αὔξονται ἤτοι ἐκτείνονται καὶ ὅλως μείζονα γίνονται ἐν ταῖς ἡδοναῖς ὑπὸ τῆς τότε γινομένης εὐκράτου θερμότητος, καὶ πάλιν συστέλλονται καὶ οἱονεὶ πιλοῦνται ἐν τοῖς φόβοις διὰ τὴν κατάψυξιν (πήγνυσι γὰρ τὸ ψῦχος) εἴρηται καὶ πρότερον. σαφῆ δὲ ἑξῆς διὰ τὸ προειπεῖν ἡμᾶς ταῦτα πάντα πρὸ ὀλίγου. τὸ δὲ καὶ ἐν ταύτῃ κατὰ μέγεθος ἐν ἀναισθήτῳ μορίῳ ἴσον ἐστὶ τῷ κἄν ἐν μικροτάτῳ καὶ πρὸς αἴσθησιν ἀναισθήτῳ μορίῳ αὐτῆς γένηται ἡ ἀλλοίωσις. p. 701b34 Ἐξ ἀνάγκης δὲ ἀκολουθεῖ τῇ νοήσει καὶ τῆ αὐτῶν θερμότης καὶ ψῦξις. Τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον ἐξ ἀνάγκης δὲ ἀκολουθεῖ τῇ νοήσει καὶ τῇ φαντασία αὐτῶν θερμότης καὶ ψῦξις· ἔστι δὲ τὰ λυπηρὰ καὶ ἡδέα αὐτῶν σχεδὸν πάντα μετὰ ψύξεως καὶ θερμότητος᾿. τὰ δὲ ἄλλα μεταξύ. ἦν δ᾿ ἂν κατάλληλος ἡ λέξις, εἰ εἶχεν ἀντὶ τοῦ δέ συνδέσμου τὸν γάρ, ἵν’ ἦν οὕτως ῾ἔστι γὰρ τὰ λυπηρὰ καὶ ἡδέα αὐτῶν᾿. λανθάνει δὲ ὅτι μετὰ θερμότητος καὶ ψύξεως γίνονται περὶ τὰ μικρὰ λυπηρὰ καὶ ἡδέα, περὶ δὲ τὰ μεγάλα πάμπαν εἰσὶ καταφανῆ. ὧν θερμοτήτων περὶ ἡμᾶς γινομένων καὶ ψύξεων ὁρῶμεν ποτὲ μὲν μόριά τινα κινούμενα ἐν ἡμῖν, ὡς ἐν τοῖς ὀνειρωγμοῖς τὸ αἰδοῖον, τὰ σκέλη, ποτὲ δὲ ὅλον τὸ σῶμα, ὅτε κατὰ τόπον μεταβάλλομεν. ἐν δὲ τῇ λέξει τῆ οἷον εἰδώλοις χρώμεναι τοῖς τοιούτοις περὶ τῶν ἀπὸ τῶν ἡδέων καὶ τῶν λυπηρῶν ἐγγινομένων ἡμῖν περὶ τὸ πρῶτον αἰσθητήριον τύπων καὶ ἀναζωγραφημάτων εἴρηται. p. 702a7 Ὥστ᾿ εὐλόγως ἤδη δημιουργεῖται εἷται τὰ ἐντὸς καὶ τὰ περὶ τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων. Ἀρχὰς ὀργανικῶν μορίων λέγει τὰ νεῦρα, τοὺς μῦς, ὀργανικὰ 3 γίνεται CRS τούτου ex τούτων corr. Ρ1. τούτων S 4 ἐν] εἰ R 5 δυναμεως CR ὅτι era. a post κἄν add. εἰ a καὶ om. CPR 6 ἀλλοιουμένῳ C 8 ἐγγινομένης C 9 συστέλλεται PR 11 προειπεῖν ex πρὸ ἡμῖν corr. R πρὸ ὀλίγου πάντα coll. CPR 11. 12 ἐν ταύτῃ ex ἐνταῦθα corr. R 12 ἐν post μέγεθος om. P τῷ om. CPR 16 Τὸ τῆς— ψῦξις (17) in marg. P1 18 ἀλλά a 19. 20 ἶν’ ἡ CPR 2 γινομένων περὶ ἡμᾶς coll. CPR 23 ὁρῶμεν] ὁρᾶται a 24 ὀνειρογμοῖς CPR πότι] ὁτὲ CPR 25 post τοῖς add. τούτων CR 26 ἐγγενομένων S 27 αίσθητικὸν CPR 28 τἄ post καὶ om. a μόρια χεῖρας καὶ πόδας. γίνονται δὲ τὰ νεῦρα πεπηγότα καὶ οἱονεὶ ξηρὰ 154r καὶ ὡς αὐτὸς λέγει σκληρὰ ἐν τοῖς φόβοις, ὑγρὰ δὲ καὶ μαλακὰ καὶ ἀπολελυμένα ἐν ταῖς ἡδοναῖς. γινομένων γὰρ ὑπὸ ψύξεως καὶ θερμότητος τῶν τοιούτων περὶ τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων πρὸς τὰς ἐνεργείας αὐτὰς καὶ τὰς ὑπηρεσίας ἄγεται τῇ ὁρμητικῇ δυνάμει, ἀφ’ ἧς καὶ τὴν ἀρχὴν ἐγγίνεται· πᾶσαι γὰρ αἱ τοιαῦται πράξεις ἐνεργοῦνται διὰ τῆς τῶν σωματικῶν μορίων ἐνεργείας. p. 702a10 Τούτων δὲ συμβαινόντων τοῦτον τὸν τρόπον. Τουτέστι τούτων δὲ μεταβαλλόντων ἐξ ὑγρῶν εἰς ξηρὰ καὶ τὰ λοιπὰ ἅπερ εἴρηκε πασχόντων, καὶ ἐπὶ τοῦ παθητικοῦ καὶ ποιητικοῦ τοιαύτην ἐχόντων φύσιν, ἵνα τὸ μὲν ποιῇ τὸ δὲ πάσχῃ, ἐπειδὴ ἀπὸ τῆς τοιαύτης ὀρέξεως τὰ τοιάδε γίνεται πάθη, ἀνάγκη ἅμα τῷ τὴν ὄρεξιν κινῆσαι γίνεσθαι τοὐ πνεύματος καὶ διὰ τούτου τῶν νεύρων κίνησιν, καὶ διὰ τούτων τοῦ ζῴου. ἡ μὲν οὖν διάνοια αὕτη. τὸ δὲ τῆς λέξεως τῆς καὶ μηδὲν ἀπολείπει αὐτῶν ἑκάτερον τῶν ἐν τῷ λόγῳ τοιοῦτόν ἐστι καὶ μηδὲν ἀπολείπει τῶν εἰς τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος ἑκάστου τούτων συντεινόντων᾿. ὥσπερ γὰρ ἂν λείπῃ τι τῶν εἰς τὸν ὁρισμὸν τοῦ ἀνθρώπου ὑπαρχόντων, οὐκέτ’ ἐστὶν ἄνθρωπος, οὕτως ἄν λείπῃ τι τῶν εἰς τὸν ὁρισμὸν τοῦ ποιητικοῦ ᾗ ποιητικὸν λαμβανομένων, οὐκ ἔσται τὸ ποιητικὸν τοῦθ ὅπερ λέγεται· ὁμοίως οὐδὲ τὸ παθητικὸν παθητικόν. p. 702a21 Τὸ δὲ κινοῦν πρῶτον τὸ ζῷον ἀνάγκη εἶναι ἔν τινι ἀρχῇ. Ὅτι μὲν οὖν τὸ κινοῦν πρῶτον τὸ ζῷον ἀνάγκη εἶναι ἔν τινι ἀρχῇ 154v πάντες ὁμολογοῦσιν. ἐπειδὴ δὲ καὶ αἱ καμπαὶ ἀρχαί, ὡς πολλάκις εἴρηται, δείκνυσιν ὅτι ἀδύνατον ἔν τινι τῶν καμπῶν εἶναι, ἀλλ’ ἐν τοιαύτῃ ἀρχῇ ἀναγκαῖον εἶναι τὸ πρῶτον κινοῦν τὸ ζῷον, ἥτις οὐκ ἔστιν ἄλλου μὲν ἀρχὴ ἄλλου δὲ τέλος, ἀλλ’ οὖσα αὐτὴ καθ’ αὑτήν· τοῦτο δ’ ἐστὶν ἡ καρδία. 1 καὶ prius om. CPR παραπεπηγότα C 2 καὶ post ξηρὰ om. CPR σκληρά] ξηρὰ S 2. 3 ἀπολελυμένα καὶ μαλακὰ coll. CPR 8 τὸν τρόπον τοῦτον coll. a 10 πασχόντων] πανθανόντων (sic) CPR ἐπὶ Sa Arist. S: ἔτι CPR Arist vulg. 12 γίνονται PR 12. 13 γίνεσθαι ex γενέσθαι corr. P1 13 κίνησιν post πνεύματος ponit P, item corr, R 15 ἀπολίπῃ CR αὐτῶν—ἀπολείπει (16) om. CPR ἑκατέρων a 16 ἢν] ἦ R 17 λίπῃ C ἀνθρώπου—ὁρισμὸν τοῦ (18. 19) om. CPR 18 οὐκ ἔστιν a 19 ποιητικὸν (post ᾗ) scripsi: ποιητικῶν S: ποιητικοῦ Ca: ποιητικῶς PR οὐκ ἔστι a 20 τὸ παθητικὸν] παθητὸν PR 21 post κινοῦν add. καὶ a τὸ om. a 22 post οὖν add. εἰ S πρῶτον om. PR εἶναι post ἀρχῇ ponunt CPR 23 ἐπεῖ PR καὶ om. a 25 πρώτως PR τὸ ζῷον κινοῦν coll. CPR 26 τέλος] τινὸς τελευτὴ C δείκνυται δὲ διὰ πλειόνων τῷ ἀληθεστάτῳ Ἀλεξάνδρῳ τῷ ᾿ Αφροδισιεῖ ἐν 154v τῷ Περὶ τοῦ ποῦ τακτέον τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος, ὅτι τὸ κινοῦν πρῶτον τὸ ζῷον (τοῦτο δ’ ἐστὶν ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ δύναμις ψυχῆς, ὡς πολλάκις εἴρηται) δέδεικται οὖν ὅτι ἐν τῇ καρδίᾳ ἐστίν· αὕτη γὰρ καὶ ἀρχὴ τῶν ζῴων, ὡς ἐκ τοῦ λόγου καὶ τῶν ἀνατομῶν δείκνυται. δείκνυσι δὲ ὅτι οὐκ ἔστιν ἐν ταῖς καμπαῖς, ἐπὶ τοῦ βραχίονος τὴν δεῖξιν ποιούμενος· ὃ γὰρ ἄν ἐπὶ τούτου δειχθῇ, τοῦτο κατὰ πάντων ἁρμόσει. ὅτι μὲν οὖν, φησίν, ἐστὶν ἡ καμπὴ τοῦ μὲν ἀρχὴ τοῦ δὲ τελευτή, εἴρηται· ὡς γὰρ τὸ νῦν τέλος μέν ἐστι τοῦ παρεληλυθότος, ἀρχὴ δὲ τοῦ μέλλοντος, οὕτω καὶ ὁ καρπὸς ἀρχὴ μὲν τῆς χειρός, τελευτὴ δὲ τοῦ βραχίονος. καὶ χρῆται μὲν ὡς ἑνὶ ἅπαντι τῷ κώλῳ τῷ ἀπὸ τοῦ ὤμου ἄχρι τῆς χειρός (χεὶρ δέ ἐστι τὸ ὑπὸ τῶν δακτύλων καὶ τοῦ θέναρος συνεστηκός· δὲ ἐν ταῖς Περὶ ζῴων ἱστορίαις) χρῆται οὖν ἅπαντι τῷ κώλῳ ὡς ἑνὶ διὰ τὴν συνέχειαν τῶν σαρκῶν καὶ νεύρων, χρῆται δ’ αὐτῷ καὶ ὡς δυσὶ διὰ τὸ κινουμένης τῆς χειρὸς ἠρεμεῖν τὸν καρπόν (τοῦτο γὰρ δέδεικται πρότερον) ὁμοίως δὲ καὶ τοῦ βραχίονος κινουμένου ἠρεμεῖν τὸ ὠλέκρανον. τὸ δὲ ὅταν γὰρ κινῆται ἐντεῦθεν ταὐτόν ἐστι τῷ ὅταν γὰρ κινῆται ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε. ὅτι δὲ ἐν τῇ κινήσει οὐ μόνον πρὸς ἠρεμοῦν ἐκτός τι δεῖ ἀπερείδεσθαι, ἀλλὰ καὶ πρός τι τῶν ἐν ἡμῖν, εἴρηκεν ἀρχόμενος τοῦ λόγου. p. 702a28 Τῆς δ᾿ ἐν τῷ ὠλεκράνῳ κάμψεως τὸ μὲν κινεῖται τὸ ἐν αὐτῷ τῷ ὅλῳ κινουμένῳ. Ὅ λέγει τοιοῦτόν ἐστι· τὸ μέρος, τουτέστιν ἡ χείρ, συγκινεῖται τῷ ὅλῳ βραχίονι. ἔστι γὰρ ἡ χεὶρ ἐν τῷ βραχίονι ὡς μέρος πρὸς ὅλον· τὸ μέρος οὖν τὸ ἐν τῷ ὅλῳ συγκινεῖται τῷ ὅλῳ. ἐν τῇ κάμψει γὰρ τοῦ βραχίονος, κινουμένου τοῦ βραχίονος ὅλου, συγκινεῖται καὶ ἡ χείρ. εἰπὼν δὲ τὸ μὲν κινεῖται, καὶ δέον ἐπενεγκεῖν ‘τὸ δ’ οὐ κινεῖται᾿, ἀντὶ τούτου ἐπήγαγεν ἀνάγκη δ’ εἶναί τι ἀκίνητον· δέδεικται δὲ τοῦτο πολλάκις. ταῦτα προλαβὼν δείκνυσιν ὅτι οὐκ ἔστι τὸ πρῶτον κινοῦν ἔν τινι τῶν 1 δέδεικται CPRa τῷ ἀληθεστάτῳ—᾿Αφροδισιεῖ τῷ ἀφροδισιεῖ ἀλεξάνδρῳ CPR 1. 2 ἐν τῷ—μέρος] Alex. de an. (Suppl. Arist. II 1) p. 97,16 sqq. 3 ὁρμητικὴ τε καὶ ὀρεκτικὴ coll. a 4 οὖν ὅτι om. CPR ἐστίν] εἶναι CPR 6 post δεῖξιν add. τοῦ λόγου PR 7 ὁ γὰρ ἄν] ἐὰν γὰρ a: ἄν om. CPR post ἁρμόσει add. τῶν καμπῶν CPRa 8 οὖν om. C ἐστὶν om. a τὸ om. R 12. 13 εἴρηται δὲ] ὡς εἴρηται CPR 13 ἐν ταῖς Περὶ ζῴων ἱστορίαις] Α 15 p. 493b27 14 post συνέχειαν add. τοῦ παντὸς ἤτοι P, τ. π. ἤγουν CR χρῆται δ’ αὐτῷ om. Sa 16. 17 τὸ δὲ ὅτε γὰρ κινεῖται PR 19 εἴρηκεν] c. 1 p. 698a14 sqq. 22 αὐτq om. S τῷ om CPR ὅλον κινούμενον CPR 23 μέρος ex μὲν corr. S1: μὲν a 24 ἔστι γὰρ—βραχίονι om. CPR πρὸς ὅλον] σὺν ὅλω CPR 25 τὸ ὂν ἐν τῶ CPR 26 τοῦ βραχίονος ὅλου] ὅλου τούτου CPR χείρ] ἀρχὴ PR 28 τι ἀκίνητον—πρῶτον κινοῦν (29) om. C 29 προλαβεῖν a καμπῶν, λέγων ὥστε εἰ ἦν ὁ βραχίων ζῷον, ἦν ἂν ἐν τῷ ὠλεκράνῳ ἡ 154v ψυχή. ἐπεὶ δὲ ὡς ἔχει ὁ βραχίων πρὸς τὸ ὠλέκρανον, ἐνδέχεταί τι ἄλλο τῶν ἀψύχων, οἷον ἡ ῥάβδος, ἔχειν πρὸς τὴν χεῖρα (ἔστι γὰρ καὶ ἡ τέλος μὲν τῆς ἐχούσης αὐτὴν χειρός, ἀρχὴ δὲ ἑαυτῆς· τὸ γὰρ τῆς ῥάβδου τέλος, οὗπερ ἡ χεὶρ ἅπτεται, τέλος μέν ἐστι τῆς χειρός, ἀρχὴ δὲ τῆς ῥάβδου) ἐπεὶ οὖν ἐνδέχεταί τι ἄλλο τῶν ἀψύχων ἔχειν πρὸς τὴν χεῖρα, ὡς ὁ βραχίων πρὸς τὸ ὠλέκρανον, μὴ ἔστι δὲ ἡ ψυχὴ μεταξὺ χειρὸς καὶ ῥάβδου, οὐδ᾿ ἄν ἐν τῷ καρπῷ εἴη οὔτε ἐν τῷ ὠλεκράνῳ οὔτε ἐν τῷ ὤμῳ οὔτε ἐν ἄλλῳ, οὗ τὸ μέν ἐστιν ἀρχὴ τὸ δὲ τέλος. διὰ τί γὰρ ἄν ἐν ταύτῃ τῇ καμπῇ εἴη, καὶ οὐκ ἐν ταύτῃ, ὁμοίως ἐν πάσαις ταῖς καμπαῖς θεωρουμένων καὶ τῆς ἀρχῆς καὶ τοὐ τέλους;’ ἡ μὲν οὖν διάνοια οἶμαι αὕτη. ἔσχατον δὲ κινούμενον λέγει τὴν χεῖρα, ἑτέραν δὲ ἀρχὴν τὴν ῥάβδον. ἀνάγκη οὖν, φησίν, ἐν μηδεμιᾷ εἶναι ἀρχῇ, ἥ ἐστιν ἄλλου τελευτή, μηδὲ εἴ τι ἐστὶν ἕτερον ἐκείνου ἐξωτέρω, λέγων ἐξωτέρω τὰ ἐφεξῆς. ἔστι δὲ τοῦ μὲν καρποῦ ἐφεξῆς βραχίων, καὶ τούτου ἄλλο, κἀκείνου ἕτερον. οὐκ ἔστιν οὖν ἐν τῇ τοιαύτῃ ἀρχῇ ἡ ψυχή, ἥτις ἐστὶν ἐφεξῆς ἄλλης. τὸ δὲ ἔτι γὰρ τοῦ ὠλεκράνου μένοντος κινεῖται ἅπαν τὸ κάτω συνεχὲς ἴσον ἔστι τῶ ‘ὥσπερ γὰρ τοῦ ὠλεκράνου μένοντος κινεῖται ὁ (οὗτος γάρ ἐστι συνεχὴς τῷ ὠλεκράνῳ) οὕτω καὶ τοῦ ὠλεκράνου κινηθήσεται τὸ ἀνώτερον αὐτοῦ, τοῦτο δ’ ἐστὶ τὸ μεταξὺ αὐτοῦ τοῦ ὠλεκράνου καὶ τοὐ ὤμου· εἰ δὲ τοῦτο, οὔτε ὁ βραχίων ἔσται ἀρχὴ οὔτε τὸ ὠλέκρανον οὔτ’ ἄλλο οὐδὲν τῶν τοιούτων. p. 702b12 Ἐπεὶ δ᾿ ὁμοίως ἔχει ἀπὸ τῶν ἀριστερῶν καὶ δεξιῶν, καὶ ἅμα τὰ ἐναντία κινεῖται. | Τὸ ἅμα ἀντὶ τοῦ παρὰ μέρος εἴληπται· οὐ γὰρ ἀεὶ ἐν τῇ κατὰ 155r τόπον μεταβολῇ τὸ μὲν ἀριστερὸν ἠρεμεῖ, τὸ δὲ δεξιὸν κινεῖται, ἢ ἔμπαλιν ἀεὶ τὸ δεξιὸν ἠρεμεῖ καὶ κινεῖται τὸ ἀριστερόν, ἀλλὰ παρὰ μέρος ἕως ἄν ἠρεμήσωμεν. ἐπεὶ οὖν, φησίν, ὁμοίως ἔχει ἀπὸ τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν, τουτέστιν ἐπεὶ ὁμοίως ἔχει ἡ καρδία καὶ πρὸς τὰ δεξιὰ καὶ πρὸς τὰ ἀριστερά (ἐν αὐτῇ γὰρ παύομεν τὰ ἀριστερὰ καὶ δεξιὰ μέρη ἄχρι γὰρ αὐτῆς ἡ τῶν δεξιῶν καὶ ἀριστερῶν κίνησις ἀπέρχεται), καὶ 3 τὴν ῥάβδον CPR καὶ om. CPR 4 μὲν om. et post τῆς supr. vers, adscr. P1 ἑαυτῆς] αὐτῆς CPR 4. 5 fort, τῆς ῥάβδου μέρος 10 καὶ οὐκ] οὐχὶ καὶ PR ante ὁμοίως add. οἶμαι καὶ οὐκ ἐν ταὐτὴ PR 11 αὐάτη] τοιαύτη a 13 post ἄλλου add. ἀρχή PR 14 τὸ ἐφεξῆς PR 16 ἀρχῇ om. P ἄλλης scripsi: ἄλλη libri 17 κάτω—κινεῖται ὁ (18) in marg. P 20 ἀνωτέρω CPRa 21 τοῦτο] τούτου PR 23 ἔχει om. CS καὶ ἀπὸ τῶν CPRa 28 ἠρεμήσωσιν a φησίν om. CPR ἀπὸ τῶν δεξιῶν—ἔχει (29) om. CPR καὶ ἀπὸ τῶν a 30 παυόμενα CPR 31 αὐτῆς γὰρ coll. C ἐκ ταύτης αὐτοῖς ἡ τῆς κινήσεως εἴη ἂν ἀρχή. ἐφ’ ὃ γὰρ αἱ ἀπὸ τῶν 155r δεξιῶν καὶ ἀριστερῶν κινήσεις τελευτῶσιν ὡς ἐπ’ ἀρχήν, ἀπὸ τούτου εὔλογον γίνεσθαι καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τὸ ἔξω κινήσεως. οὕτω γὰρ γίνεται καὶ ἐν τῷ στρατοπέδῳ· ἐφ’ ὃν γὰρ αἱ τῶν ἔξωθεν προσαγγελίαι γίνονται, οὗτος δ’ ἐστὶν ὁ στρατηγός, ἀπὸ τούτου καὶ αἱ πρὸς τὰ ἔξω κινήσεις τὴν ἀρχὴν λαμβάνουσι. γίνονται δὲ πρὸς τὴν καρδίαν αἱ ἐκτὸς κινήσεις, ὡς ἐν τῷ Περὶ τοῦ ποῦ τακτέον τὸ ἡγεμονικὸν τῷ Ἀφροδισιεῖ Ἀλεξάνδρῳ δέδεικται, τὰ σποράδην πολλαχοῦ Ἀριστοτέλει περὶ τούτων λεχθέντα ἐκεῖσε συλλεξαμένῳ, καὶ πρὸς τούτοις ἕτερα ἀναγκαιότατα οἰκεῖα προσεπιθέντι. ἀπὸ ταύτης ἄρα τῆς καρδίας καὶ ἡ ὁρμὴ καὶ ὄρεξις, αἵτινές εἰσιν ἀρχαὶ τῆς κατὰ τόπον κινήσεως. διὸ καὶ τὰ πρὸς τὴν κίνησιν ὄργανα τὰ νεῦρα ἀπὸ τῆς καρδίας, ὡς ἐκ τῶν ἀνατομῶν δείκνυται, τὴν ἀρχὴν ἔχει. ἀφ’ οὗ γὰρ τὴν ἀρχὴν ἔχει τὰ πρὸς τὴν κίνησιν ὄργανα, ἐν τούτῳ ἀναγκαῖον εἶναι καὶ τὸ διδὸν αὐτοῖς τὴν τοῦ κινεῖν καὶ κινεῖσθαι δύναμιν. κινοῦνται μὲν γὰρ τὰ νεῦρα ὑπὸ τῆς ψυχῆς, κινοῦσι δὲ τὰ κῶλα. ἐπεὶ οὗν, ὡς εἴρηται, ὁμοίως ἔχει καὶ ἅμα καὶ παρὰ μέρος τὰ δέ ἰὰ καὶ ἀριστερά, ταῦτα γὰρ εἶπεν ἐναντία (οὐ γὰρ ἅμα κινεῖται τὸ δεξιὸν καὶ ἀλλὰ παρὰ μέρος), ἀεὶ δ’ ἀμφοτέρων τῶν δεξιῶν καὶ ἀριστερῶν κώλων ἡ ἀρχὴ τῆς κινήσεως ἀνωτέρω καὶ οὐκ ἐν ταῖς καμπαῖς, ἀνάγκη ἐν τῷ μέσῳ τοῦ θώρακος, τουτέστιν ἐν τῇ καρδίᾳ εἶναι τὴν τῆς κινήσεως ἀρχήν. ἔσχατον γὰρ καὶ πέρας καὶ οἱονεὶ κέντρον τῶν ἄκρων τῶν δεξιῶν καὶ ἀριστερῶν τὸ μέσον ἐστίν. ἔτι δὲ καὶ καθ’ ὅσον ἐν μέσῳ οὖσα ἡ καρδία ὁμοίως ἔχοι ἂν πρὸς τὰ ἄνω καὶ κάτω καὶ ὁμοίως ἂν αὐτοῖς ἀμφοτέροις χορηγοίη τὴν κίνησιν, καὶ οὐ τοῖς μὲν μᾶλλον τοῖς δ’ ἧττον, καὶ διὰ τοῦτο ἐν ταύτῃ εἴη ἂν τὸ κινοῦν. τὰς ἀπὸ τῆς ῥάχεως δὲ λέγοι ἄν τὰ κῶλα, χεῖρας καὶ πόδας· τούτων γὰρ καὶ πάντων τῶν ὀστῶν ἡ ῥάχις ἀρχή, ὡς ἐν τῷ Περὶ ζῴων μορίων καὶ ἐν ἄλλοις πλείοσιν εἴρηται. ὅτι δὲ ἐν ᾧ ἡ αἴσθησις ἐν τούτῳ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ δύναμις, δέδεικται ἐν τῷ Περὶ τοῦ ποῦ τακτέον τὸ ἡγεμονικόν. ἐχόμενα δὲ τοῦ τόπου τοῦ περὶ τὴν ἀρχὴν λέγει τὰ νεῦρα. ἡ μὲν οὖν ξύμπασα διάνοια αὕτη. τὸ δὲ τῆς λέξεως τῆς ὥστε μὴ τῷ ἠρεμεῖν τὸ δεξιὸν κινεῖσθαι τὸ ἀριστερόν, μηδ’ αὖ τῷ τοῦτο ἐκεῖνο τοιοῦτόν ἐστιν· 1 ἐφ᾿ ὃ γὰρ—λαμβάνουσι (6)] cf. Alex. 1. 1. p. 97,18—22 7 περὶ τοῦ om. 7. 8 Ἀλεξάνδρῳ δέδεικται] Alex, de an. p. 94,7 sqq. 8 εἴρηται CPR σποράδην ὐπ’ Ἀριστοτέλους πολλαχοῦ περὶ τούτου CPR 9 ἐκεῖ PR συλλεξαμένῳ] ω in lit. R: συλλεξαμένου C ἀναγκαῖα CR: ἀναγκαιοτέρα (sic) a 9. 10 προσεπιθέντα C 10 καὶ ἡ ὄρεξις CPRa 12 ὡς supr. v. R δείκνυνται PR 14 καὶ τοῦ κινεῖσθαι PR 15 ὑπὸ] ἀπὸ C 17. 18 καὶ ἀριστερόν om. CPR 23 καὶ πρὸς τἄ κάτω CPR καὶ post κάτω om. CPR 24 ἀμφοτέροις om. CPR χορηγήσῃ CPR οὐ om. PR 25 ἄν εἴη coll. CPRa τὰς] τοῖς RS: τῆς P 26 λέγοι ἄν] λέγει CPR 27 ἐν τῷ Περὶ ζῴων μορίων] Β 9 p. 654b11, cf. Hist. auim. Γ 7 p. 516a10 ἐν τῆ CR: ἐν τοῖς a 28 τούτω] ἐκείνω CPR ante ἡ add. καὶ CPRa ὀρεκτικὴ in lit. Ρ1 29 δέδεικται κτλ.] Alex, de an. p. 97,11 sqq. 31 μὴ εἰνὶ τῷ ἠρεμεῖν a Arist. ῾οὐκ ἔστιν ἡ κίνησις τοῦ δεξιοῦ οὐδὲ κινεῖται τὸ δεξιὸν τῷ ἀεὶ ἠρεμεῖν τὸ 155r ἀριστερόν, οὐδ’ αὖ πάλιν ἐκεῖνο τὸ ἀριστερὸν κινεῖται [ἐν] τῷ τοῦτο τὸ δεξιὸν ἠρεμεῖν, ἀλλ’ ἐπίσης ἀμφότερα πεφύκασι καὶ ἠρεμεῖν καὶ κινεῖσθαι᾿. p. 702b25 Τὸ δὲ μέσον τοῦ σώματος μέρος δυνάμει μὲν ἕν, ἐνεργείᾳ δὲ ἀνάγκη γίνεσθαι πλείω. Μέσον τοῦ σώματος λέγει τὴν καρδίαν καὶ τὸ ἐν αὐτῇ πνεῦμα. φησὶ δὲ ὅτι τὸ τῶν ζῴων μέσον δυνάμει μὲν ἕν, ἐνεργείᾳ δὲ δύο. ἐπειδὴ γὰρ ἀπ’ αὐτοῦ αἱ κινήσεις, ἀνάγκη ἐκτετινομένου τοῦ ἐν τῷ δεξιῷ τῆς καρδίας πνεύματος, καὶ συνεκτείνοντος ἑαυτῷ τὸ ἀπὸ τῆς καρμερει δίας νεῦρον ἢ νεῦρα, συνεκτείνεσθαι καὶ τὸ τῆς καρδίας μέρος καὶ κινεῖσθαι. ἀπὸ γὰρ αὐτῆς ὡς ἀπ᾿ ἀρχῆς τὰ νεῦρα τὴν ἀρχὴν ἔχει ὥσπερ καὶ αἱ φλέβες· ὥστε ὅταν τείνηται ὑπὸ τῆς τοῦ πνεύματος ἐκτάσεως τὸ νεῦρον, ἀνάγκη συντείνεσθαι τὸ τῆς καρδίας μέρος, ἐν ᾧ τὸ τεινόμενον νεῦρον ἐρρίζωται. ἐπεὶ δ’ ἠρεμούντων τῶν ἀριστερῶν κινεῖται τὰ δεξιά, ὥσπερ πάλιν τῶν δεξιῶν τὰ ἀριστερά, ἀνάγκη κινουμένων τῶν δεξιῶν καὶ ἠρεμούντων τῶν ἀριστερῶν ἠρεμεῖν καὶ τὸ ἀριστερὸν μέρος τῆς καρδίας καὶ τὸ ἐν τούτῳ πνεῦμα. οὐδὲν γὰρ κωλύει, καίπερ συνεχοῦς ὄντος ὅλου τοῦ ἐν τῇ καρδίᾳ πνεύματος, τὸ μὲν αὐτοῦ ἠρεμεῖν τὸ δὲ κινεῖσθαι· καὶ γὰρ καὶ τοῦ ἐν ταῖς σκάφαις ὕδατος ὁρῶμεν τὸ μὲν κινούμενον, ὅπερ ἐκίνησεν ἡ χείρ, τὸ δ’ ἠρεμοῦν. ἠρεμοῦντος οὖν τοῦ ἀριστεροῦ μέρους τῆς καρδίας καὶ τοῦ ἐν αὐτῇ πνεύματος δῆλον ὅτι καὶ τὸ ἐν τούτῳ τῷ μέρει νεῦρον ἢ νεῦρα ἠρεμεῖ. εἰ δὲ τοῦτο, δῆλον ὅτι ἠρεμούντων τῶν δεξιῶν μερῶν τοῦ πνεύματος καὶ τῆς καρδίας κινεῖται τὰ ἀριστερά, καὶ ἠρεμούντων τῶν ἀριστερῶν κινεῖται τὰ δεξιά, ἀπερειδόμενα τὰ μὲν δεξιά, ὅτε κινεῖται, εἰς τὰ ἀριστερὰ ἠρεμοῦντα, καὶ ταῦτα εἰς τὰ δεξιά, ἐοικότα ὡς αὐτὸς ἐρεῖ προιὼν τοῖς τὰ νῶτα ἀπερείδουσι καὶ κινοῦσι τὰ σκέλη. ὡς γὰρ ὁ βραχίων ἀπερειδόμενος ὡς πρὸς ἠρεμοῦν τὸ ὠλέκρανον κινεῖται, οὕτως ἀνάγκη καὶ τὸ ἀριστερὸν τῆς καρδίας καὶ τοῦ πνεύματος ἀπερείδεσθαι πρὸς τὸ δεξιὸν ὡς πρὸς ἠρεμοῦν, καὶ τοῦτο πάλιν πρὸς τὸ ἀριστερόν, κινεῖσθαι δὲ ἀμφότερα ὑπὸ τῆς ψυχῆς, ἀκινήτου οὔσης | καθ’ ἑαυτήν. 155v 1 κινεῖται τοῦ δεξιοῦ τῷ S post δεξιὸν add. ἐν CRP 2 αὖ] ἂν a τὸ ἀριστερὸν κινεῖται om. CPR ἐν delevi τοῦτο om. CPR 7 φησὶν οὖν PR τὸ—μέσον a: τῇ τῶν ζῴων κινήσει CPR: ἡ τῶν ζ. κίνησις S: res tale quid postulat ὅτι ἐν τῆ τῶν ζῴων κινήσει τὸ μέσον ἤτοι ἡ καρδία 8 ἀπ’ αὐτῆς Sa, fort, recte (cf. not. ad v. 7) post ἐκτεινομένου add. τὸ ἀπὸ τῆς καρδίας νεῦρον ἡ νεῦρα, sed rursus del. P 9 συνεκτέίνον PR 10 ante μέρος add. δεξιὸν CPR 12 καὶ om. Ca 13 συντείνεσθαι καὶ τὸ CPR ἐν ᾧ—καρδίας (16) om. CPR 17 ὅλου ὄντος coll. CPR ante ὅλου add. τοῦ a 19 γὰρ om. P καὶ τοῦ] ἐκ τοῦ PR post μὲν add. αὐτοῦ Sa 21 αὑτῇ] αὐτῷ Pa 22 ἠρεμεῖν S 26 ἀντερείδουσι CPR 29 post πάλιν add. ὡς CPR τὰ γὰρ εἴδη καὶ αἱ ἕξεις ἀκίνητα καθ’ αὑτά· τοιοῦτον δὲ καὶ ἡ ψυχὴ δέδεικται 155v οὖσα. κινουμένων δὲ τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν κινεῖται καὶ τὰ ἐν τούτοις νεῦρα καὶ διὰ τῶν νεύρων τὰ κῶλα. ὥστε ἓν ὃν τὸ πνεῦμα δυνάμει ἐν ταῖς κινήσεσιν ἐνεργείᾳ γίνεται δύο, ὁμοίως καὶ ἡ καρδία· ὡς γὰρ τὸ πνεῦμα, καὶ ἡ καρδία, καὶ ὡς αὕτη, καὶ τὸ πνεῦμα. ἐπειδὴ γὰρ τὸ μὲ κινεῖται τῆς καρδίας καὶ τοῦ πνεύματος τὸ δὲ ἠρεμεῖ, δῆλον ὡς δύο εἰσὶν ἐνεργείᾳ· ἓν δὲ ἐνεργείᾳ γίνεται ἐν ταῖς ἠρεμίαις. ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα εἰρήσθω, ἐπὶ δὲ τὴν λέξιν λοιπόν ἐστι τραπῆναι. εἰπὼν ὅτι ἐνεργείᾳ δύο γίνεται, συντόμως τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν καὶ γὰρ ἅμα τὰ κῶλα κινεῖται ἀπὸ τῆς ἀρχῆς· πάλιν τὸ ἅμα ἀντὶ τοῦ παρὰ μέρος. περὶ ὧν ἀκριβέστερον ἐν τῷ Περὶ ζῴων πορείας εἴρηται. ἐπεὶ οὖν τὸ μὲν ἠρεμεῖ τῶν κώλων, τὸ δὲ κινεῖται, ἀνάγκη καὶ τοῦ πνευματος καὶ τῆς καρδίας τὸ μὲν κινεῖσθαι, τὸ δὲ ἠρεμεῖν. p. 702b28 Λέγω δὲ οἷον ἐπὶ τῆς ΑΒΓ τὸ Β κινεῖται, κινεῖ δὲ τὸ Α. Εἰπὼν ὅτι ἐνεργείᾳ γίνεται δύο δυνάμει ὄντα ἕν, δείκνυσι τοῦτο καὶ ἐπὶ καταγραφῆς, ὡς ἔθος αὐτῷ, ἅμα πρὸς τούτῳ δεικνύων ὅτι ἀνάγκη εἶναί τι ἀκίνητον, εἰ μέλλει κινήσεσθαι τὸ ζῷον. νενοήσθω δὴ Α ὅλη ἡ καρδία καὶ ὅλον τὸ ἐν αὐτῇ πνεῦμα, Β δὲ τὸ ἐν τῷ δεξιῷ μέρει τῆ καρδίας νεῦρον ἢ νεῦρα, καὶ Γ ὁμοίως τὸ ἐν τῷ ἀριστερῷ μέρει αὐτῆς νεῦρον ἢ νεῦρα. κινεῖται οὖν τὸ Β τὸ νεῦρον, κινεῖ δὲ τὸ Α τὸ μέρος τοῦ πνεύματος καὶ τὸ μέρος τῆς καρδίας κινούμενα ὑπὸ τῆς ψυχῆς. ἀλλ’ ἐπεί, ὡς δέδεικται, ἀνάγκη εἶναί τι ἠρεμοῦν, εἰ μέλλει γενέσθαι κίνησις, ἀνάγκη τὸ λοιπὸν μέρος τοῦ Α ἤτοι τῆς καρδίας καὶ τοῦ πνεύματος ἠρεμεῖν. ἓν ἄρα δυνάμει ὄντα τὰ AE ἐνεργείᾳ δύο ἔσται. ἐκάλεσε δὲ τὸ ἠρεμοῦν μέρος τοῦ πνεύματος καὶ τῆς καρδίας E, ἵνα τῇ διαφορᾷ τοῦ στοιχείου δηλώσῃ καὶ τὸ διαφέρον τοῦ πνεύματος καὶ τῆς καρδίας. διαφέρει γάρ, ὡς πολλάκις εἴρηται, τὸ ἠρεμοῦν τῆς καρδίας μέρος καὶ τοῦ πνεύματος πρὸς τὸ μὴ ἠρεμοῦν· ᾗ γὰρ τὰ μὲν κινεῖται τὰ δὲ ἠρεμεῖ, διαφέρουσιν. ἓν ἄρα δυνάμει ὄντα τὰ AE τουτέστιν ἓν ἄρα δυνάμει οὖσα ὅλη ἡ καρδία καὶ ὅλον τὸ 1. 2 τὰ γὰρ] δέδεικται οὖσα] cf. Pbys. E 1 p. 224 b 5. 11 sqq. de an. Β 2 p. 414a 4 sqq. 2 τῶν post καὶ om. CPU 3 post ὥστε add. καὶ CPU 4 ἐνεργείᾳ] δυνάμι C: δύνα PR 5 αὐτὴ IMl 7 εἰσὶν ἐνεργείᾳ scripsi: εἰσὶ δυνάμει libri 9 ἐπήνεγκεν CPR 11 ἐν τῷ Περὶ ζῴων πορείας] c. 4 sqq.: περὶ ζῴων μορίων S 12 τὰ δὲ PR 18 μέλλοι CRSa δὴ om. CPR 19 post πνεῦμα add. ἔστω οὖν Α ὅλη ἡ καρδία καὶ ὅλον τὸ ἐν αὐτῇ πνεῦμα Sa 20 αὐτῆς μέρει coll. CPR ἢ νεῦρα om. CPR 23 ἠρεμοῦν τι coll. a εἴπερ CPR μέλλοι libri γίνεσθαι a ἀνάγκη om. Sa 24 ἠρεμεῖ a 25 ὄντα τὸ CS: ὃν τὸ a AE] sic libri: ΑΒ Arist. S: A Arist. vulg. 28 μὴ supr. vers. S1 29 διαφέρουσιν. τὸ οὑν ἐν ἄρ a 30 τουτέστιν] ταὐτόν ἐστι τῷ a οὖσα δυνάμει coll. a: οὖσα om. CPR πνεῦμα δύο εἰσὶν ἐνεργείᾳ. καὶ ἐπεὶ τὸ μὲν αὐτῆς ἠρεμεῖ τὸ δὲ κινεῖται, 155v ἀνάγκη μὴ στιγμὴν εἶναι. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἀνάγκη μὴ τοῦτο εἶναι τὴν ψυχήν. εἰ γὰρ τῶν κινουμένων τὸ μὲν. αὐτῶν κινεῖται τὸ δὲ ἠρεμεῖ, ἡ δὲ ψυχὴ ἀμερὴς καὶ ἀσώματος, τῶν δ’ ἀμερῶν οὐ τὸ μὲν κινήσεται τὸ δὲ ἠρεμήσει (οὕτω γὰρ οὐκ ἄν ἦν ἀμερῆ) οὐκ ἂν εἴη οὔτε καρδία οὔτε αὐτὸ τὸ πνεῦμα ἡ ψυχή, ἀλλ’ ἄλλο τι εἶδος οὖσα τούτων καὶ ἀκίνητος. εἰ γὰρ κινεῖται, πάλιν τὰ αὐτὰ ἐροῦμεν ὅτι ἀνάγκη τὸ μὲν αὐτῆς κινεῖσθαι τὸ δὲ ἠρεμεῖν· οὕτω δὲ πάλιν σῶμα ἂν εἴη καὶ οὐκ ἀσώματον, καὶ οὐκ εἶδος, ἀλλ᾿ ὑποκείμενον καὶ ὕλη. p. 702b32 Ἀλλὰ μὴν ἐνδέχεται τὸ Γ τῷ Β ἅμα κινεῖσθαι. Τὸ Γ ἐν θατέρῳ τῆς καρδίας μέρει νεῦρον ἔθεμεν. τὸ δὲ ἅμα πάλιν ἀντὶ τοῦ παρὰ μέρος· ἐνδέχεται γὰρ μετὰ τὸ κινηθῆναι τὸ δεξιὸν κινηθῆναι τὸ ἀριστερόν. ὥστε καὶ τὸ μέρος τῆς καρδίας, ἐν ᾧ ἐρρίζωται τὸ ἀριστερὸν νεῦρον, κινηθήσεται. p. 702b32 Ὥστ᾿ ἀνάγκη ἀμφοτέρας τὰς ἀρχὰς τὰς ἐν τῷ Α κινουμένας κινεῖν. Ἀρχὰς λέγων τὰ δεξιὰ καὶ ἀριστερὰ μέρη τῆς καρδίας καὶ τοῦ πνεύματος. ἦν δ᾿ ἄν καταλληλότερον, εἰ οὕτως εἶχεν ἡ γραφὴ ῾ὥστε ἀμφότερα τὰ μέρη τοῦ Α κινούμενα κινεῖν᾿. οὐ γὰρ τὸ πνεῦμα μόνον κινεῖται, ἀλλὰ καὶ ἡ καρδία. δεῖ τι ἄρα εἶναι παρὰ ταύτας τὰς ἀρχὰς ἕτερόν τι, ὅπερ κινήσει μὴ κινούμενον. ὡς γὰρ οἱ ἀπερείδοντες τὰ νῶτα καὶ κινοῦντες τὰ σκέλη ἄλλο τι ἔχουσιν ἐν αὑτοῖς τὸ κινοῦν τὰ σκέλη, οὕτω κἀνταῦθα εἷναι δεῖ τι ἄλλο παρὰ τὸ κινοῦν κινούμενον καὶ αὐτό. ἀναλογεῖ δὲ τοῖς μὲν νώτοις τὸ δεξιὸν καὶ ἀριστερὸν τῆς καρδίας καὶ τοῦ πνεύματος, τοῖς δὲ σκέλεσι τὰ ΒΓ νεῦρα. p. 703a4 Κατὰ μὲν οὖν τὸν λόγον τὸν λέγοντα τὴν αἰτίαν τῆς κινήσεώς ἐστιν ἡ ὄρεξις τὸ μέσον, ὃ κινεῖ κινούμενον. Τὸ λεγόμενόν ἐστιν ὅτι κατὰ τὸν λόγον τὸν λέγοντα καὶ δεικνύντα τὸ αἴτιον τῆς κινήσεως φαίνεται ὅτι ἡ ὄρεξίς ἐστιν, ἥτις ἀκίνητος οὖσα, ἐπεὶ 1 αὐτοῦ CPU 2 μὴ ante στιγμὴν om. Ca μὴ ante τοῦτο om. a 3 αὐτῶν fort, delendum: αὐτοῦ C 5 ἀμερῆ scripsi: ἀμερής CRSa: ἀμερές P 8 καὶ om. Pa 9 οὐκ om. CPR 11 μέρει τῆς καρδίας coll. CPR 15 ἀρχὰς τῶν ἐν τῷ a 17 λέγει CPR 18 ἦν] εἴη CPR post ἄν add. καὶ a καταλληλοτέρα P εἶχεν] ἔχοι Ρ: ἔχει CR 21 ὥσπερ οἱ CPR 22 ἄλλο τι—σκέλη om. S αὐτοῖς CPR 26 οὖν om. PR τῆς] εἶναι S 27 ἐστὶν ἡ ὄρεξις—κινήσεως (29) om. CPR 29 ἡ om. CPR ἀκίνητον a καὶ πᾶσα ἡ ψυχὴ ἀκίνητος, ἧς αὕτη μέρος ἢ δύναμις οὖσα τυγχάνει, 155v ἥτις δὴ ἀκίνητος οὖσα κινεῖ τὸ κινούμενον καὶ κινοῦν. τοῦτο γὰρ δεῖ προσυπακούειν· τὸ γὰρ πνεῦμα καὶ ἡ καρδία κινούμενα κινοῦσι. δύναταί τις τοῦ ὃ κινεῖ κινούμενον καὶ ἐπὶ τῆς ὀρέξεως ἀκούειν. εἰ γὰρ καὶ μὴ κινεῖται ἡ ὄρεξις (τὰ γὰρ εἴδη ἀκίνητα) ἀλλ’ οὗν διεγείρεται ὑπὸ ὀρεκτῶν, | ἵν’ ᾖ τὸ κινούμενον ἀντὶ τοῦ ‘διεγειρόμενον καὶ ἐπιτήδειον 156r γινόμενον πρὸς τὸ κινῆσαι τὸ ζῷον᾿. ἢ τὸ λεγόμενόν ἐστι διὰ τοῦ ὃ κινεῖ κινούμενον ‘κατὰ τὸν τοιοῦτον λόγον δόξειεν ἄν τὸ κινοῦν κινούμενον ὅτι ἡ ὄρεξίς ἐστιν· οὐκ ἔστι δὲ αὕτη, ἀλλὰ δεῖ εἶναι σῶμά τι, ὃ κινεῖ κινούμενον καὶ αὐτό᾿. p. 703a6 Τὸ μὲν οὖν κινούμενον, μὴ πεφυκὸς δὲ κινεῖν δύναται πάσχειν κατὰ ἀλλοτρίαν δύναμιν. Πανάληθες καὶ τοῦτο· πᾶν γὰρ ὃ κινεῖται μόνον, οὐ πέφυκε δὲ κινεῖν, πάσχει κατὰ τὴν τοῦ κινοῦντος δύναμιν καὶ ἄγεται ὡς ἄν ἐκεῖνο ἄγῃ. τοιοῦτον δέ τί ἐστι καὶ πᾶν σῶμα ζῴου· κατὰ γὰρ τὴν ψυχὴν καὶ αὐτὸ κινεῖται, ὥσπερ ὁ ὀρχηστὴς κατὰ τὴν ὄρχησιν. σαφῆ δὲ τὰ ἑξῆς. περὶ δὲ τῆς τοῦ πνεύματος σωτηρίας οἰκεῖον ἦν εἰπεῖν ἐν τοῖς Περὶ τροφῆς. λέγει δ᾿ ἔχειν τὸ τοιοῦτον πνεῦμα πρὸς τὴν ψυχὴν ὥσπερ τὸ κινοῦν καὶ κινούμενον μέρος ἐν ταῖς καμπαῖς πρὸς τὸ ἀκίνητον. ὥσπερ δὲ οὐ τὰ μέρη ἀεὶ τὰ αὐτά ἐστιν, ἀλλ᾿ ἐν κινήσει (ἐν ἐπιρροῇ γὰρ καὶ οὕτως καὶ τὸ σύμφυτον πνεῦμα. p. 703a24 Δεῖ δὲ τὸ μέλλον κινεῖν μὴ ἀλλοιώσει τοιοῦτον εἶναι. ῾Υποστικτέον εἰς τὸ ἀλλοιώσει, εἶθ΄ οὕτως ἐπακτέον τὸ τοιοῦτον. ἔστι δὲ δηλωτικὸν τὸ τοιοῦτον τοῦ ἔχειν βάρος καὶ κουφότητα· τὸ γὰρ ἐν ἡμῖν θερμὸν καὶ βαρὺ καὶ κοῦφόν ἐστιν ὥσπερ ὁ ἀήρ. εἴη δ᾿ ἂν τὸ λεγόμενον ῾δεῖ τὸ μέλλον κινεῖν τὴν κατὰ τόπον κίνησιν, ἀλλὰ μὴ τὴν ἀλλοίωσιν βάρος ἔχειν καὶ κουφότητα. κινεῖ γὰρ τὸ πῦρ τὸ ὕδωρ καὶ ἄγει ἀπὸ τοῦ ψυχροῦ εἰς τὸ θερμόν, ἀλλ’ οὐ κατὰ τόπον αὕτη ἡ μεταβολή, ἀλλὰ κατ᾿· ἀλλοίωσιν· τὸ δ’ ἐν τῇ καρδίᾳ θερμὸν καὶ ἀλλοιοῖ ἡμᾶς καὶ τῆς κτὰ τόπον κινήσεως ἡμῖν ἐστιν αἴτιον. ἀλλ’ ὅμως ᾗ μὲν κοῦφον, ἀντέχει πρὸς τὰ βαρέα τὰ ὠθοῦντα καὶ ἀποβιαζόμενα αὐτὸ κάτω, καὶ οὐκ ἐξίαταται τῆς οἰκείας ἕδρας, ᾗ δὲ πάλιν βαρύ ἐστιν, ἀντέχει πρὸς τὰ βαρέα τὰ 3 κινοῦσι] κινεῖ CPR 8.9 κατὰ—κινούμενον om. P 11 post κινούμενον add. μὲν a Arist. PS 12 πάσχειν ἀλλοτρία δυνάμει a κίνησιν P 14 ἄγοι CPRS 15 τί om. P 17 ἐν τοῖς Ilepl τροφῆς] ν. Bonitz Ind. Arist. p. 104b16 18 λέγειν δ’ ἔχει S 23 ὑποστατέον S post τοιοῦτον add. εἶναι a 27 ἔχειν ἡ κουφότητα CPR 30 ἔστιν ἡμῖν coll. CPR ὅμως] ἴσως a 32 πρὸς τὰ κοῦφα τὰ CPR ἀνωθοῦντα καὶ ἀναρριπτοῦντα αὐτὸ ἄνω (ἀνάγκη γὰρ τὰ βαρέα πρὸς τὸ 156r κάτω φερόμενα ἀνωθεῖν αὐτὸ ἄνω) ὥστ’ ἐπεὶ καὶ βαρὺ καὶ κοῦφόν ἐστιν, οὔτ᾿ ἄν ἄνω εἴη (ἦν γὰρ ἂν κοῦφον μόνως), οὔτε κάτω ἦν γὰρ ἄν μόνως) ἀλλὰ μέσον· ἐν ᾧ δὲ τοῦτο, ἐν τούτῳ καὶ ψυχή. ἐν τῷ μέσῳ ἄρα ἡ ψυχή᾿. ὅτι δὲ καὶ βαρὺ καὶ κοῦφόν ἐστι, δῆλον ἐντεῦθεν· συστέλλεται γὰρ καὶ ἐκτείνεται κατὰ φύσιν καὶ οὐ βίᾳ, τὸ δ’ ἐκτεινόμενον ἄνω καὶ κάτω κινεῖται, τὸ δὲ οὕτω κινούμενον βαρὺ καὶ κοῦφόν ἐστιν. τοιοῦτον δὲ τὸ πνεῦμα, ἐν ᾧ κινουμένῳ κινεῖ τὰ ζῷα ἡ ψυχή. ἀπεικάζει δὲ τὸ ζῷον πόλει εὐνομουμένῃ. ὥσπερ γὰρ ἐπὶ ταύτης οὐ δεῖ παρεῖναι ἐφ᾿ ἑκάστῃ πράξει τὸν βασιλέα, ἀλλ᾿ ἕκαστος τῶν ὑπ᾿ αὐτοῦ ταχθέντων πράττει τὸ οἰκεῖον ἔργον διὰ τὸ ἔθος, αὐτοῦ τοῦ βασιλέως μένοντος εἰς τὰ ἀνάκτορα, οὕτω καὶ ἐν τοῖς ζῴοις διὰ τὴν κινοῦσαν φύσιν ἕκαστον τῶν μερῶν πράττει τὸ οἰκεῖον μενούσης τῆς ψυχῆς ἐν τῇ καρδίᾳ ὥσπερ τινὸς βασιλέως εἰς τὰ βασίλεια· ἀλλ’ ἐπὶ μὲν τῆς πόλεως πράττεται διὰ τὸ ἔθος (ὡς γὰρ ἔχουσιν ἔθος, οὕτω καὶ πράττουσι τάδε μετὰ τάδε), ἐν δὲ ζῴοις διὰ τὴν φύσιν. p. 703b4 Κινεῖται δέ τινας καὶ ἀκουσίους ἔνια τῶν μορίων, τὰς δὲ πλείστας οὐχ ἑκουσίους. | Τὸ οὐχ ἑκούσιον μεταξύ ἐστιν ἀκουσίου καὶ ἑκουσίου, ὡς ἐπεσημήνατο 156v καὶ ἐν τοῖς ᾿Ηθικοῖς τοῖς ἐπιγραφομένοις Νικομαχείοις. ὅταν μὲν γὰρ ἐξαίφνης ἐπιστῇ γυνὴ τὸ εἶδος παγκάλη ἢ πολέμιος μηδὲν ἡμῶν περὶ τούτων ἀναλογιζομένων, καὶ ἐπὶ τῇ ἐπιστάσει αὐτῶν κινηθῇ διὰ μὲν τὴν γυναῖκα τὸ αἰδοῖον, διὰ δὲ τὸν πολέμιον ἡ καρδία, ἡ τοιαύτη τούτων κίνησις ἀκούσιος· ὅταν δὲ ἀναπλάσηται τῇ διανοίᾳ γυναῖκα καὶ περιεργάσηται τὸ εἶδος αὐτῆς ἕκαστόν τε τῶν μερῶν καὶ μελῶν, καὶ καλὴν εἶναι φήσῃ ἡδεῖάν τε πρὸς ὁμιλίαν, καὶ ἐκ τῆς τοιαύτης γε τῆς διανοίας καὶ περιεργασίας καὶ τῆς ἐπακολουθησάσης αὐτῇ συγκαταθέσεως κινηθῇ τὸ αἰδοῖον, πάλιν τὴν τοιαύτην τοῦ αἰδοίου κίνησίν φαμεν ἑκούσιον. οὐχ ἑκούσια δὲ ὕπνος, ἐγρήγορσις, τὰ ὅμοια. ᾗ μὲν γὰρ οὐ συγκατέθετο ὁ νοῦς ὅτι ὑπνωτέον, 1 καὶ] ἢ a γὰρ om. et τὰ βαρέα post φερόμενα (2) pouuut CPR 1. 2 τὰ κάτω CPRa 3 εἴη scripsi: ἦ libri, ex ἣν corr. Ρ1 γὰρ prius om. S κοῦφον μόνον CPR 5 ἐστὶν οὕτ’ ἄν ἄνω ἦ δῆλον PR 6 γὰρ om. CPR βίαν S ante ἄνω add. καὶ PR 7. 8 ἐστιν—πνεῦμα] καὶ (supr. vers.) ἔστι τὸ τοιοῦτον πνεῦμα S 8 κινούμενον PR 10 ὑπ’ αὐτῶ PR 11. 12 τὸ ἀνάκτορον P 13 τὸ οἰκεῖον in marg. R 17 μερῶν Ra Arist. 18 πλείστους a 19 ἑκουσίου καὶ ἀκουσίου PR ἐπεσημήνατο post Νικομαχείοις ponunt adduntque ἐν ὧ περὶ ἑκουσίου καὶ ἀκουσίου ἔλεγεν CPR 20 καὶ om. CPRa ἐν τοῖς Ἠθικοῖς—Νικομαχείοις] Γ 2 21 πάγκαλος CPR πόλεμος S 22 post ἐπὶ add. μὲν P κινηθῇ post γυναῖκα (23) ponunt CP: κινηθῆναι (pariter mutato verb, ordine) R μὲν διὰ coll. S 23 πόλεμον RS 24 ἀναπλάσσηται C 25 μελῶν καὶ μερῶν coll. CPR 26 γε] δὲ S: om. CPR 26. 27 περιεργίας τῆς διανοίας PR 28 τὴν] δὲ R τοῦ αἰδοίου om. P τέον, ἔοικε τῷ ἀκουσίῳ, ᾗ δὲ ὅλως ἐν ἡμῖν ἡ ἀρχὴ τοῦ ὕπνου, ἔοικε τῷ 156v ἑκουσίῳ. πῶς γὰρ ἂν ἑκούσιον εἴποι τις τὸν ὕπνον, οὗ οὐκ ἔστιν ἡ φαντασία ἢ ἡ διάνοια αἰτία; ἀλλὰ μὴν οὐδ’ ἀκούσιον· ἐν ἡμῖν γὰρ ἡ αἰτία τοὐ ὕπνου, ὡς μεμαθήκαμεν ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐν οἷς διελέγετο πῶς ὁ ὕπνος γίνεται. οὔτε οὗν ὁ νοῦς οὔθ’ ἡ φαντασία ἐστὶν αἰτία, ἀλλ’ ἐπεὶ ἀναγκαῖον ἀλλοιοῦσθαι τὰ ζῷα φυσικήν τινα ἀλλοίωσιν, διὰ τοῦτο συμβαίνει κινεῖσθαι ἅμα τῷ φανέντι· τοῦτο γὰρ οἶμαι προσυπακούειν καὶ ὡς ἔοικε πρὸς τούτῳ δεῖ καὶ στίζειν τελείαν εἰς τὸ φυσικήν τινα ἀλλοίωσιν (φαίνεται γὰρ ἐν τούτῳ ἡ ἀπόδοσις οὖσα τοῦ λόγου) ἀναγινώσκειν δὲ ὡς ἀπ᾿ ἄλλης ἀρχῆς τὸ ἀλλοιουμένων δὲ τῶν μορίων τὰ μὲν αὔξεσθαι τὰ δὲ φθίνειν οὕτως οὐ μόνον δὲ κατ’ ἀλλοίωσιν ἀθρόαν τὸ αἰδοῖον καὶ ἡ καρδία κινοῦνται, ἀλλὰ καὶ αἱ αὐξήσεις καὶ αἱ φθίσεις τῶν μορίων ἀλλοιουμένων τῶν ζῴων συμβαίνουσι᾿. δύναταί τις μόρια σύμφυτα ἀκούειν ἐν τῇ καρδίᾳ τὸ πνεῦμα καὶ τὰ ὑπ’ αὐτοῦ κινούμενα νεῦρα· ᾧ σύμφωνον ἄν εἴη καὶ τὸ ἐπαχθὲν τὸ καὶ μεταβάλλειν τὰς πεφυκυίας ἔχεσθαι μεταβολὰς ἀλλήλων. παρὰ τὸν λόγον δὲ κινήσεις λέγει τὰς ἀκουσίους· καὶ γὰρ αὗται ἀλλοιουμένων τινῶν γίνονται, αἵτινες καὶ αὐταὶ γίνονται οὐ μόνον φανέντος τινὸς κατὰ τὴν αἴσθησιν, ἀλλὰ καὶ μὴ φανέντος τινός, ἡμῶν δ᾿ ἐξαίφνης φαντασθέντων τοῦ λόγου μὴ κελεύοντος πολλάκις κινεῖται τὸ αἰδοῖον· ἡ γὰρ φαντασία τὸ εἶδος τῆς γυναικὸς προφέρει. p. 703b20 Μάλιστα δὲ τῶν μορίων ταῦτα ποιεῖ ἐπιδήλως. Ταῦτα λέγει τὸ αἰδοῖον καὶ τὴν καρδίαν. ἀπὸ πάντων, φησί, τῶν μορίων ταῦτα μόνα, ἥ τε καρδία καὶ τὸ αἰδοῖον, ποιοῦσιν ἐπίδηλον ἣν κινοῦνται κίνησιν. ταῦτα οὖν ἐπιδήλως κινοῦνται διὰ τὸ ὥσπερ ζῷον εἷναι ἑκάτερον αὐτῶν· ὥσπερ γὰρ τὰ ζῷα κινεῖται, οὕτω καὶ ταῦτα διὰ τὸ εἶναι αὐτὰ ὥσπερ ζῷα κεχωρισμένα καὶ καθ’ αὑτά. πῶς δὲ ἅλλεται ἡ καρδία καὶ σφύζει, αὐτὸς ἐρεῖ ἀκριβέστερον ἐπὶ τέλει τοῦ Περὶ γήρως καὶ νεότητος. εἰπὼν δὲ διὰ τὸ ὥσπερ ζῷον εἶναι ἑκάτερον αὐτῶν ἐπήγαγε τούτου δ’ αἴτιον, τουτέστι τοῦ δὲ εἶναι ὥσπερ ζῷα αἴτιον τὸ 2 εἴπη S 2. 3 ἡ φαντασία οὐκ ἔστιν coll. CPR 3 ἀκούσια PR 4 ἐν τῷ πρὸ τούτου βιβλίῳ κτλ.] de somno et vig. 3 ἐν ante τῷ om, R διελέγετο] ἔλεγε τὸ PR 6 ἐπειδὴ CPR ἀνάγκη CPRa 6. 7 post συμβαίνει add. ἀλλοιοῦσθαι ἤγουν CPR 7 φανέντι] φανῆναι CPR τούτου R 7. 8 καὶ ὡς ἔοικε om. a 8 πρὸ τούτου CP δεῖ post οἶμαι (7) ponit a τελείαν om. P 9 οὖσα ἡ ἀπόδοσις coll. CPR 12 κινεῖται C 13 post δύναται add. δέ a 14 τὸ om. PR, post ἀκούειν (13) ponit C 15. 16 μεταβολὰς] κινήσεις CPU 18 μὴ καὶ coll. C 19 ἡμῶν γὰρ Ca, fort, recte 20 προσφέρει Ca cf. Arist. 24 οὖν—κινοῦνται] δὲ CPR 25 γὰρ] δὲ PR 26 ὥσπερ ζῷα εἶναι αὐτὰ coll. PR: ὥσπερ ζ. εἶναι ταῦτα C 27. 28 ἐπὶ τέλει τοῦ Περὶ γήρως καὶ νεότητος] immo τοῦ Περὶ ἀναπνοῆς c. 20 27 ἐπὶ τῷ τέλει CR: ἐν τῷ τ. P 28 post νεότητος add. καὶ ζωῆς καὶ θανάτου CPR ἔχειν ὑγρότητα ζωτικήν· ἡ μὲν γὰρ καρδία διὰ τὸ ἔχειν τὴν ἀρχὴν 156v τῶν αἰσθήσεων (τὸ δὲ ζῷον ἐν τῷ αἰσθάνεσθαι τὸ εἶναι ζῷον ἔχει· τῷ γὰρ ἔχειν αἴσθησιν διαφέρει τῶν μὴ ζῴων τὸ ζῷον), τὸ δὲ αἰδοῖον διὰ τὸ ὥσπερ ζῷον ἐξέρχσθαι ἐξ αὐτοῦ τὸ σπέρμα, δυνάμει ὂν ζῷον· τὸ γὰρ σπέρμα δυνάμει ἐστὶ ζῷον, ὡς ἐν τῷ Περὶ γενέσεως ζῴων δείκνυται. p. 703b26 Αἱ δὲ κινήσεις τῇ τε ἀρχῇ ἀπὸ τῶν μορίων, καὶ μορίοις ἀπὸ τῆς ἀρχῆς εὐλόγως συμβαίνουσι. Εἴρηται πρὸ ὀλίγου ὅτι τῶν νεύρων τεινομένων συντείνεται ἡ καρδία· ὥστε τὰ μὲν μόρια κινοῦνται ἀπὸ τῆς ἀρχῆς καὶ ἡ ἀρχὴ πάλιν ἀπὸ τῶν μορίων. καὶ ὡς ἔθος τίθεται ἐπὶ στοιχείων τὴν ἀρχὴν καὶ τὰ μόρια, ῾ἔστω γάρ ἀρχὴ᾿ λέγων ῾τὸ Α, μόρια δὲ τὰ ΒΓ᾿. ταῦτα στοιχεῖα. καὶ B ἔστω πάλιν τὰ δεξιά, Γ δὲ τὰ ἀριστερά. αἱ δὲ κινήσεις τῶν δεξιῶν καὶ ἀριστερῶν ἐπὶ τὴν ἀρχὴν τὴν καρδίαν ἀφικνοῦνται (συγκινεῖται γὰρ αὐτοῖς) καὶ ἀπὸ ταύτης δὲ γίνονται· ταύτης γὰρ καὶ τοὐ ἐν αὐτῇ πνεύματος κινουμένων κινεῖται τὰ δεξιὰ καὶ ἀριστερά. καὶ ἡ μὲν τοῦ Β ἀρχὴ ἐπὶ τὸ Β· ἡ γὰρ | ἀρχὴ καὶ αἰτία τῆς τῶν δεξιῶν κινήσεως ἐπὶ 157r τὰ δεξιὰ διαδίδοται, ὥσπερ ἡ τῶν ἀριστερῶν ἐπὶ τὰ ἀριστερά. οὔτε γὰρ ἡ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ ἀφικνεῖται ἢ διαδίδοται, οὕτε αὖ πάλιν ἡ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά, ἀλλ’ ἑκάστη πρὸς τὸ οἰκεῖον μέρος ἀποτείνεται. ἡ δὲ τοῦ Γ πάλιν ἀρχὴ ἐπὶ τὸ Γ τὰ ἀριστερά, ἡ δ’ ἀμφοῖν ἐπ’ ἄμφω, τουτέστιν ἡ δὲ τοῦ Β καὶ Γ ἐπὶ τὸ Β καὶ Γ· ἡ γὰρ δεξιὰ καὶ ἀριστερὰ ἀρχὴ ἐπὶ τὰ δεξιὰ καὶ ἀριστερὰ περαιοῦνται. ἀπὸ δὲ τοῦ Β ἐπὶ τὸ Γ· λείπει τὸ οὐκέτι, ἵν᾿ ᾖ ‘ἀπὸ δὲ τοῦ Β ἐπὶ τὸ Γ οὐκέτι᾿. ἡ γὰρ τοῦ ἀρχή, ὥσπερ εἴρηται, ἐπὶ τὸ Γ οὐ διαδίδοται, οὐδ᾿ ἡ τοῦ Γ ἐπὶ τὸ Β. καὶ ἡ μὲν ἀπὸ τοῦ Β κίνησις ἐπὶ τὸ Α ὡς ἐπ᾿ ἀρχήν, ἡ δ᾿ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ὡς ἀπ᾿ ἀρχῆς. p. 703b36 Ὅτι δὲ ὁτὲ μὲν ταῦτα νοησάντων γίνεται κίνησις ἡ παρὰ τὸν λόγον. Ἐπειδὴ πολλάκις νοήσαντες γυναῖκα ἢ ἐχθρόν, κινεῖται τὸ αἰδοῖον καὶ 1 ante ὑγρότητα add. ὥσπερ CPR 3 τὸ ζῶον τῶν μὴ ζώων coll. CPR 4 ἐξ] ἀπ’ Ca: τε S τὸ post αὐτοῦ om. PR 5 ἐστὶ om. a ἐν τῷ Περὶ γενέσεως ζῴων] cf. Α 18sqq.: περὶ ζῴων γενέσεως coll. CPR 6 τῆς τε ἀρχῆς CllS 6. 7 καὶ τῶν μορίων CR 8 πρὸ ὀλίγου] p. 124,8 9 κινεῖται CPR post πάλιν add. κινεῖται PR 10 τίθεται] τίθησιν a 11 τὸ βγ CPRa 14 ταύτης γὰρ] ταύτης δὲ C 15 αὐτῇ] αὐτοῖς P1a συγκινεῖται CPR 16 ἐπὶ τὰ β CPRS 17 δέδοται PR: δίδοται C 18 ἐπὶ τὰ ἀριστερὰ ἡ τῶν δεξιῶν coll. CPR δίδοται CPR αὖ om. PR 18. 19 πάλιν ἀπὸ τῶν PR 19 πρὸς] ἐπὶ CPR 20 ἀμφοῖν] ἄμφω CPRS 22 περαιοῦνται] κινοῦνται P: κινοῦνται καὶ περαιοῦνται CR 27 Ὅτι] Ἔτι a Arist. EP ταῦτα om. CPR ante κίνησις add. ἡ a 29 νοήσαντες] νοησάντων ἡμῶν CPR ἡ καρδία, πολλάκις δὲ νοήσαντες οὐ κινεῖται, αἴτιον, φησί, τοῦ ποτὲ μὲν 157r κινεῖσθαι ποτὲ δὲ μὴ ἡ ὕλη. ἡ γὰρ οὐκ ἔστιν ὅλως ὕλη καὶ διὰ τοῦτο οὐ κινεῖται τὸ αἰδοῖον, ἢ ἔστι μέν, ἀλλ’ οὐ τοσαύτη καὶ τοιαύτη ὥστε δύνασθαι κινῆσαι. ὧδε οὖν πεπλήρωται καὶ ἡ Περὶ ζῴων κινήσεως πραγματεία καὶ αἱ εἰς αὐτὴν σχολαί. 1 νοησάντων PR φησὶν αἴτιον coll. CPR 4. 5 ὧδε—σχολαί om. CPR subscr. Τέλος τῶν σχολίων εἰς τὸ περὶ ζώων κινήσεως ἀριστοτέλους a: ἐνταῦθα τέρμα τοῦ παρόντος βιβλίου C