ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΑΚΡΟΒΙΟΤΗΤΟΣ ΚΑΙ ΒΡΑΧΥ 157V ΒΙΟΤΗΤΟΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. ῾Ο μὲν σκοπὸς τῆς περὶ μακροβιότητος καὶ βραχυβιότητος πραγματείας Ἀριστοτέλους δῆλος. ζητεῖ γάρ, πόθεν καὶ πῶς τὰ μέν εἰσι μακρόβια, τὰ δὲ βραχύβια. μέμνηται δὲ ἐν αὐτῷ πρῶτον ὡς εἰρηκὼς μὲν περὶ ὕπνου, ἐρῶν δὲ περὶ ὑγείας καὶ νόσου καὶ περὶ νεότητος καὶ ζωῆς, ὡς τελευταίων τούτων ὄντων τῆς φυσικῆς ζητήσεως. καὶ πρῶτον ζητεῖ ἐν τῷ παρόντιβιβλίῳ, τί τὸ εὔφθαρτον· τούτου γὰρ γνωσθέντος δῆλον γενήσεται καὶ τὸ μὴ εὔφθαρτον. ὧ ἕπεται τὸ τί τὸ μακρόβιον καὶ διὰ τί, καὶ περὶ τῶν μακροβιωτέρων κατά τε τὰ γένη καὶ τοὺς τόπους. εἶτα τὰ φυτὰ διὰ τί τῶν ζῴων μακροβιώτερα, καὶ ἐν τοῖς φυτοῖς ἄλλα ἄλλων. τὸ δ’ ἀκριβές, φησίν, ἐν τοῖς περὶ φυτῶν ἐροῦμεν. εἴη δ’ ἂν τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· ἀρχὴ δὲ τῆς σκέψεως ἀναγκαία πρῶτον ἐκ τοῦ διαπορῆσαι περὶ αὐτῶν, πότερον ἕτερον ἢ τὸ αὐτὸ αἴτιον πᾶσι τοῖς ζῴοις καὶ φυτοῖς τοῦ τὰ μὲν εἶναι μακρόβια, τὰ δὲ βραχύβια· οὐ γάρ ἐστι δῆλον. ᾿Ετι δὲ πότερον τὰ αὐτά ἐστι μακρόβια καὶ ὑγιεινὰ τῶν φύσει συνεστώτων. πρόσκειται δὲ τὸ τῶν φύσει, οὐχ ὡς μὴ τῶν ἀψύχων ὄντων φυσικῶν, οἷον λίθων καὶ τῶν τοιούτων (ἔστι γὰρ καὶ αὐτὰ φύσει), ἀλλὰ μᾶλλον καὶ μάλιστα φύσει ἐστὶ τὰ ζῶντα· μάλιστα γὰρ ταῦτ’ ἔχει ἐν ἑαυτοῖς φύσιν. πότερον οὖν τὰ αὐτά ἐστι μακρόβια καὶ ὑγιεινά; καὶ προσυπακουστέον τοῦ καὶ βραχύβια καὶ νοσώδη᾿, εἶθ’ οὕτως ἐπακτέον 1 ante σχόλια add. τοῦ αὐτοῦ C 1. 2 βραχυβιότητος καὶ μακροβιότητος βιβλίον S 3 βραχυβιότητος καὶ μακροβιότητος S 5 μὲν om. CRP 6 ἐρῶν] ἔτι S ante ζωῆς add. γήρως καὶ ὅλως περὶ CRP 7 ὄντων τούτων CRP τῆς φυσικῆς ζητήσεως] cf. Alex. De sensu p. 6,17 We. 8 τί om. CRP τούτου—εὔφθαρτον (9) om. CRP τί post καὶ add. S 9 τὸ (ante τί) om. CP 10 κατά—μακροβιώτερα (11) om. RP τε] γε C διὰ τί τὰ φυτὰ C 12 καταλληλότερον CRP 17 δὲ cm. P 18 δὲ om. CR τὸ CRP: om. Sa 19 γὰρ Pa: δὲ SCR ταῦτα a 20 φύσει ἐστὶ] φυσικὰ a 21 φύσιν Sa: τὸ φύσει RP: φύσει C 22 τοῦ Sa: τὸ CRP καὶ (ante βραχύβια) SCP: om. Ra τὸ ἢ κεχώρισται τὸ βραχύβιον καὶ νοσῶδες. καὶ εἴη ἄν τὸ λεγόμενον· ἡ ἔστι τινὰ βραχύβια οὐ νοσώδη, ἀλλὰ μᾶλλον ὑγιεινά. νοσώδη δὲ λέγει οὐ τὰ I νοσώδη δι’ ὅλου, ἀλλὰ τὰ ἐπιτήδεια ἀπὸ μικρᾶς τινος ν καὶ τῆς τυχούσης αἰτίας περιπίπτειν νόσοις τὸ δὲ ἢ κατ’ ἐνίας μὲν νόσους ἐπαλλάττει τὰ νοσώδη τὴν φύσιν σώματα τοῖς βραχυβίοις ἴσον ἐστὶ τῷ ‘ἢ κατά τινας νόσους ἐπαλλάττει καὶ κοινωνεῖ τὸ βραχύβιον καὶ νοσῶδες᾿, ὡς εἶναι τὸ αὐτὸ ἅμα τε νοσῶδες καὶ βραχύβιον. ἐπαγγέλλεται δὲ ὕστερον ἐρεῖν περὶ ὑγείας καὶ νόσου, ὅσον ἐπιβάλλει τῇ φυσικῇ φιλοσοφίᾳ. ἐπιβάλλει δὲ αὐτῇ καὶ προσήκει ἰδεῖν, ἐκ τίνος καὶ πῶς συνίστασθαι δύναται. πῶς δὲ ἐπιγίνεται, τῆς ἰατρικῆς ἐστιν ἐπισκέπτεσθαι. λέγει δὲ τὴν διαφορὰν ταύτην, αὐτὸ δὴ τὸ μακρόβιον καὶ βραχύβιον, ἔχειν ὅλα τε γένη πρὸς ὅλα καὶ τῶν ὑφ’ ἓν εἶδος ἕτερα πρὸς ἕτερα, ὅλα δὲ γένη πρὸς ὅλα, ὡς ἄνθρωπος πρὸς ἵππον (μακροβιώτερον γὰρ ἄνθρωπος ἵππου), ὑφ’ ἓν δὲ εἶδος ἕτερα πρὸς ἕτερα, ὡς ἄνθρωπος πρὸς ἄνθρωπον· μακροβιώτερος γὰρ Νέστωρ Ἀχιλλέως. p. 465a13 Δεῖ δὴ λαβεῖν, τί τὸ εὔφθαρτον ἐν τοῖς φύσει συνεστῶσι, καὶ τί τὸ οὐκ εὔφθαρτον. Πάνυ προσήκει περὶ τούτων διαλαβεῖν. περὶ μακροβιότητος γὰρ καὶ βραχυβιότητος τῆς παρούσης πραγματείας οὕσης καὶ βραχυβίων μὲν ὄντων τῶν εὐφθάρτων, μακροβίων δὲ τῶν μὴ εὐφθάρτων, ἀναγκαῖον ἂν εἴη περὶ τούτων διαλαβεῖν, ὡς ἂν ἐκ τούτων περὶ τῶν προκειμένων ῥᾷστα διαλάβοιμεν. ἐν δὲ τῇ λέξει τῇ πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τούτοις συγγενῆ, οὐκ ἔχοντα τὴν αὐτὴν δύναμιν τὸ δὴ τοιοῦτον καθ’ αὑτὸ καὶ ὡς ἀπ’ ἄλλης ἀρχῆς ἐπαχθὲν τοιοῦτόν τι δηλοῖ· τὸ πῦρ καὶ τὸ ὕδωρ, ὅ τε ἀὴρ καὶ ἡ γῆ φθείρουσιν ἄλληλα. εἰ δὲ τοῦτο, καὶ ἐν τοῖς τῶν ζῴων σώμασιν ὄντα, ὃν δή τινα τρόπον καὶ εἰσί, φθερεῖ θάτερον θάτερον. ἑνὸς δὲ ὁποιουοῦν φθαρέντος ἀνάγκη καὶ τὸ ἐκ τούτων συνεστηκὸς ἐφθάρθαι. τὸ γὰρ μετέχειν ’χειν τῆς τούτων φύσεως εὔλογον δηλωτικόν ἐστι τοῦτο τῆς τούτων φθορᾶς. μετέχουσι δὲ τὰ σύνθετα τῆς ἐξ ὧν εἰσι φύσεως οὐ πάντα (οὐ γὰρ καὶ ἡ οἰκία· οὐ γὰρ ἀνάγκη ἑνὸς λίθου φθαρέντος φθείρεσθαι). ἀλλὰ τὸ (ante ἢ) oni. CRP τὸ (ante βραχύβιον) a: τὸ καὶ S: καὶ CRP: καὶ τὸ Arist. καὶ τὸ νοσῶδες Arist. 2 ἔστι] εἰσί CRP 3 νοσοῦντα CRP post ἀλλὰ add. καὶ RP 5 σώματα τὴν φύσιν CRP 6 τῷ] τὸ R 8 ἐρεῖν περὶ (ὑγείας καὶ add. solus R) νόσου ὕστερον CRP 9 ἰδεῖν Ca: τὸ ἰδεῖν SRP 9. 10 πῶς καὶ ἐκ τίνος CRP 10 δύνανται S ἐστιν cm. P 11 σκέψασθαι CR 12 τε C, e corr, P (Arist.): τὰ ceteri 15 πρὸς ἄνθρωπον CRP (Arist.): ἀνθρώπου Sa Νέστωρ γὰρ Ἀχιλλέως μακροβιώτερος CRP IG δὲ Ra (zVrist. MZ) 22 πῦρ γὰρ a (Arist., sed πῦρ δὴ L, πῦρ S): τὸ δέ πῦρ SC: δὲ τὸ πῦρ R: πῦρ δὲ P καὶ τὰ] κατὰ C τούτων a (Arist. MZ) 25 legit ἀλλήλοις cum Arist. S 26 καὶ era. CRP alt. θάτερον a: τὸ ἕτερον ceteri 27. 28 μετέχον SR 28 τοῦτο Sa: τ τούτων, τοῦ CR: τοὐ τοῦ P 30 λίθου ἑνὸς CRP post φθείρεσθαι add. αὐτήν καὶ τὰ ζῶντα. περὶ μὲν οὖν τῶν ἄλλων ἔστω λόγος ἕτερος. ἄλλα 157v λέγει ἐπιστήμην, τέχνην, ὑγείαν νόσον καὶ ὅλως πάντα, ὅσα ἐν ὑποκειμένῳ ἐστί. περὶ μὲν οὖν τῆς τῶν ἄλλων, φησί φθορᾶς ἔστω ἕτερος λόγος. εἰσὶ γὰρ τούτοις ἴδιαι καὶ οἰκεῖαι φθοραί. ἔστι γὰρ ἴδιος ἐπιστήμης φθορά, καθ’ ἣν φθείρεται σῳζομένου τοῦ ἔχοντος αὐτὴν ζῴου. ἐπειδὴ γὰρ φθαρείσης τῆς ἐπιστήμης μένει τὸ ζῷον, δῆλον, ὡς αὕτη ἡ φθορὰ οὔκ ἐστι τοῦ ζῴου φθορά, ἀλλὰ ἴὸιος καὶ οἰκεία τῆς ἐπιστήμης. ἢν δὲ φθαρέντος τοῦ ζῴου φθαρῇ καὶ ἡ ἐπιστήμη, τίνος αὕτη ἡ φθορά; ἢ δηλονότι τοὐ ζῴου, κατὰ συμβεβηκὸς δὲ καὶ τῆς ἐπιστήμης. καθ’ αὑτὴν μὲν γὰρ φθείρεται ἡ ἐπιστήμη, ὅταν αὐτῆς φθαρείσης μένῃ τὸ ζῷον, κατὰ συμβεβηκὸς δέ, ὅταν συμφθαρῇ τῷ ζῴῳ. τοῦτο ῥητέον καὶ ἐπὶ ὑγείας καὶ νόσου καὶ τῶν ἄλλων τῶν ἐν ὑποκειμένῳ. τοῦτο λαβὼν ἐπάγει· δι’ ὃ καὶ περὶ ψυχῆς λογίσαιτό τις ἂν ἐκ τούτων. εἰ γάρ ἐστι μὴ φύσει, λέγων φύσει τὸ εἶδος. ἔστι δὲ τὸ λεγόμενον· εἰ γὰρ μή ἐστιν ἡ ψυχὴ εἶδος τοῦ σώματος, ὥσπερ ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, ἀλλ’ ὕστερον ἐπεισέρχεται, ὥσπερ φασί τινες, ἡ αἰσθητικὴ καὶ ἡ λογική (λέγουσι γάρ τινες, ὅτι ἡ μὲν θρεπτικὴ καὶ αὐξητικὴ συγκαταβάλλεται τῷ σπέρματι, ἡ δ’ αἰσθητικὴ καὶ ἡ λογικὴ ἔξωθεν ἐπεισέρχεται κτὰ τὸ νῦν, καθ’ ὃ τὸ ἔμβρυον πίπτει θύραζε), εἰ δὴ μή ἐστιν ἡ ψυχὴ εἶδος, ἥ τε αἰσθητικὴ καὶ ἡ λογική, μηδὲ συγκαταβάλλεται τῷ σπέρματι, ἀλλ’ ὕστερον εἰσέρχεται ὥσπερ καὶ ἡ ἐπιστήμη (αὕτη γὰρ ὕστερον ἐπιγίνεται τῆ ψυχῇ διὰ μαθήσεως), εἴη ἄν τις αὐτῆς καὶ ἄλλη φθορά, λέγων φθορὰν τὴν ἀπὸ τοῦ σώματος ἀπουσίαν, παρὰ τὴν φθοράν, ἣν φθείρεται φθειρομένου τοῦ σώματος. ὥσπερ γάρ ἐστι τῆς ἐπιστήμης ἴδιος καὶ οἰκεία φθορά, καθ’ ἣν φθείρεται σῳζομένου τοῦ ζῴου, ἐστὶ δὲ καὶ ἄλλη τις κατὰ συμβεβηκός, καθ’ ἣν συμφθείρεται τῷ ζῴῳ, οὕτως ἀνάγκη καὶ τῆς ψυχῆς δύο ὑπάρχειν φθοράς εἴπερ ὕστερον ἐπιγίνεται. εἰ δὲ τοῦτο, φθαρείη ἄν ποτε ἡ ψυχή, ἤτοι χωρισθείη τοῦ σώματος, τοῦ ἐμψύχου μὴ φθαρέντος. ὡς γὰρ τῇ ἐπιστήμῃ οὐ συμφθείρεται ἡ ψυχή, ἀλλὰ φθαρείσης τῆς ἐπιστήμης ἡ ψυχὴ μένει τε καὶ ἔστιν, οὕτως ἔδει καὶ τῆς ψυχῆς φθαρείσης καὶ χωρισθείσης μένειν καὶ εἶναι τὸ σῶμα καὶ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἔμψυχον. νῦν δὲ τοῦτο οὐ γίνεται, ἀλλ ὁρᾶται παντελῶς ἄψυχον. ἐπεὶ οὖν, φησίν, οὐ φαίνεται τοιαύτη οὖσα ἡ 1 καὶ om. P, e corr. R ἕτερος ἐστὶ λόγος CRP (ἕτερος ἔστω λόγος Arist. P, ἕτερος λόγος ceteri) ἄλλα—λόγος (3) CRP: om. Sa 4 ἰδία P, o corr. R 5 καθ’ ἥν—φθορά (7) Sa: om. CRP 7 ἰδία P, e corr. R ἣν a (ἢν scripsi): εἰ ceteri 10 μένει a 11 φθαρῇ CRP, prius S τὸ ζῶον CRP 13 καὶ om. P συλλογίσαιτ’ Arist. LS ἄν τις Arist. MPZ IG Περὶ ψυχῆς] Β 1 p. 412a19 post τινες add. καὶ CRP cf. De an gen. Β 3 p. 736a28 17 prius ἡ om. a 18 ἐκτὸς Sa 18 19 ἐπεισέρχονται a 19 ἐκπίπτει CRP δὴ] δὲ CRP 21 ἐπεισέρχεται RP 22 διὰ μαθήσεως τῆ ψυχὴ CRP τις om. Arist. MPZ 23 λέγων] λέγω δὲ a ἀπόλυσιν conicio 25 ἰδία SP, e corr. R 26 κατὰ συμβεβηκός om. C φθείρεται τὸ ζῶον CRP 27 τῆ ψυχὴ CRP 28 φθείρεταί ποτε a χωρισθεῖσα a 29 ἡ ψυχὴ om. P 31 quart, καὶ om. P 32 τῆς ψυχῆς χωρισμὸν a 33 γίνεται CR ψυχή, τουτέστιν ἐπεὶ οὖν οὐ φαίνεται μὴ συμφθείρουσα τὸ σῶμα (οὐ γὰρ οὐ συμφθείρει, ἀλλὰ μᾶλλον | συμφθείρει), ἄλλως ἂν ἔχοι πρὸς τὴν 158r τοῦ σώματος κοινωνίαν· τουτέστιν εἶδος ἔσται ἀχώριστον, καὶ οὐχ ὡς ἕτεροι λέγουσιν. p. 465b1 Ἴσως δ’ ἄν τις ἀπορήσειεν εὐλόγως· ἆρ’ ἔστιν, οὗ ἄφθαρ- τόν ἐστι τὸ φθαρτόν; Ὅπερ ἀπορεῖ περὶ τοῦ αἰθέρος, τοιοῦτόν ἐστιν· ἆρα τὸν αἰθέρα τῇ ἑαυτοῦ φύσει φθαρτὸν ὄντα ἐνδέχεται ἔν τινι τόπῳ ἄφθαρτον εἶναι; οἷον εἰ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεται, ἡ δὲ κοίλη ἐπιφάνει τῆς σεληνιακῆς σφαίρας οὐκ ἔστιν ἐναντία τῷ αἰθέρι (τῷ γὰρ πέμπτῳ σώματι οὐδέν ἐστιν ἐναντίον, ὡς ἐν τῷ Περὶ οὐρανοῦ δέδεικται), συμβήσεται τὸ ἁπτόμενον μέρος τοῦ αἰθέρος τῆς σεληνιακῆς σφαίρας ἄφθαρτον εἶναι. τὸ μὲν γὰρ ἁπτόμενον τοῦ ἀέρος ἔστω φθαρτόν, εἴπερ ὁ μὲν αἰθὴρ ξηρός, ὁ δὲ ἀὴρ ὑγρός· τὸ δὲ λεπτότατον τοῦ αἰθέρος καὶ ἁπτόμενον τῆς σεληνιακῆς σφαίρας διὰ τί ἂν εἴη φθαρτόν; ἡ μὲν οὖν ἀπορία τοιαύτη, ἐπιχειρεῖ δὲ πρῶτον ἐνδόξως λέγων,. ὅτι οὐ φθείρεται καθ’ ὃ μέρος ἅπτεται τῆς σελήνης, εἶτα τίθησι τὸ ἀληθὲς καὶ λέγει φθείρεσθαι καὶ τῆς σεληνιακῆς σφαίρας μὴ οὔσης αὐτῷ ἐναντίας. ἐπιχειρεῖ οὖν πρῶτον καὶ λέγει, ὅτι οὐ φθείρεται. φθείρεται γάρ, φησί, τὰ μὲν ὑπάρχοντα τοῖς ἐναντίοις κατὰ συμβεβηκός. ἀσαφὴς δὲ οὖσα ἡ λέξις, δεῖ ἡμάς οὕτως εἰπεῖν· τὸ ὕδωρ ἐστὶ μὲν ὑγρὸν κα ψυχρόν, ἐστὶ δὲ καὶ γλυκύ· ὁμοίως τὸ πῦρ ξηρὸν καὶ θερμόν, ἀλλὰ καὶ λευκόν. ἐναντία δὲ τὸ ψυχρὸν τῷ θερμῷ, τὸ δὲ ὑγρὸν τῷ ξηρῷ. τούτων προειλημμένων ὑπάρχοντα λέγει τὸ γλυκὺ καὶ τὸ λευκόν, ἐναντία δὲ τὸ ψυχρὸν καὶ θερμόν, καὶ ὑγρὸν καὶ ξηρόν. καὶ ὑπάρχει τὸ μὲν γλυκὺ τῷ ψυχρῷ καὶ ὑγρῷ, τὸ δὲ λευκὸν τῷ ξηρῷ καὶ θερμῷ. εἰ μὲν οὖν φθαρέντος τοῦ γλυκέος μένει τὸ ψυχρὸν καὶ ὑγρόν, ἴδιος αὕτη ἡ φθορὰ καὶ καθ’ αὑτὴν τοῦ γλυκέος. εἰ δὲ τοῦ ψυχροῦ καὶ ὑγροῦ φθαρέντος συμφθαρῇ αὐτοῖς τὸ γλυκύ (ἀνάγκη γὰρ τοῦτο γενέσθαι), κατὰ συμβεβηκὸς ἔφθαρται τὸ γλυκύ. φθείρεται οὖν κατὰ συμβεβηκὸς τὸ γλυκὺ καὶ λευκόν ταῦτα γὰρ εἶπεν ὑπάρχοντα τοῖς ἐναντίοις, τουτέστι τῷ ψυχρῷ καὶ ὑγρῷ, καὶ θερμῷ καὶ ξηρῷ) φθειρομένων τῶν ἐν οἷς εἰσιν ἐναντίων. φθείρεται δὲ τὰ ἐναντία ὑπ’ ἀλλήλων. ὥστε ἀνάοὖν 1 a: om. ceteri συμφθειρομένη τῶ σώματι e corr. P 2 οὐ om. PR2 συμφέρει R: συμφθείρεται P2 6 ἐστι (Arist. S)] ἔσται a (Arist. LMPZ) II οὐθέν RP τῳ] τῆ CRP Περὶ οὐρανοῦ] Α 3. 4 12 τοῦ αἰθέρος ἁπι. μέρος e corr. R 14 λεπτότατον (εὐαγέστατον S) τοῦ αἰθέρος καὶ Sa: ἐγγὺς καὶ C: καὶ R: om. P 16 πρῶτον καὶ λέγει ἐνδόξως, ὅτι CRP 18. 19 ἐπιχειρῶν οὖν πρῶτον εἰς τὸ μὴ φθείρεσθαι λέγει. φθ. γὰρ CRP 19 γάρ] μέν RP 20 ἀσαφοῦς δὲ οὔσης τῆς λέξεως CRP, e corr. S καὶ ante δεῖ add. S 22. 23 τῶ ψυχρῶ τὸ θερμόν, τῶ δὲ ὑγρῶ τὸ ξηρόν CRP 24 τὸ (ante λευκὸν) om. a καὶ τὸ θερμόν CRP 24. 25 ξηρὸν καὶ ὑγρόν CRP 27 ἰδία P, e corr. R 28 φθαρῇ RP: φθαρεῖ C 31 θερμῷ καὶ ξηρῷ a γκη φθείρεσθαι καὶ τὰ ἐν τοῖς ἐναντίοις ὄντα. εἰ δὴ κατὰ συμβεβηκὸς 158r λέγομεν φθείρεσθαι τὰ ἐν ὑποκειμένῳ τινὶ ὄντα ὅταν τοῖς ἰδίοις ὑποκειμένοις μένοις συμφθείρηται, ὁ δ’ αἰθὴρ καὶ τὰ λοιπὰ στοιχεῖ οὐδενὶ συμεβεβήκασιν (οὐδεμία γὰρ οὐσία τῶν ἐν ὑποκειμένῳ), οὐκ ἄν φθείροιντο κατὰ συμβεβηκός. τούτου γάρ ἐστι δηλωτικὸν τὸ κατὰ συμβεβηκὸς δ’ οὐθὲν τῶν ἐν ταῖς οὐσίαις ἐναντίων φθείρεται; λέγων οὐσίας τὰ ζῶ καὶ πάντα τὰ σύνθετα, ἐν αὐταῖς δὲ ἐναντία τὰ τέσσαρα στοιχεῖα. ἐπεὶ οὖν πᾶν τὸ κατὰ συμβεβηκὸς φθειρόμενον τῶν ἐν ὑποκειμένῳ ἐστίν, οὐδὲν δὲ τῶν σωματικῶν στοιχείων ἐν ὑποκειμένῳ ἐστίν, οὐδὲν ἄν στοιχεῖον κατὰ συμβεβηκὸς φθείροιτο. τὸ γὰρ διὰ τὸ μηδενὸς ὑποκειμένου κατηγορεῖσθαι τὴν οὐσίαν ἴσον ἔστι τῷ μηδεμίαν οὐσίαν τῶν ἐν ὑποκειμένῳ εἶναι. οὕτω δείξας” μὴ οἷόν τε εἶναι φθείρεσθαι κατὰ συμβεβηκὸς τὰ στοιχεῖα, ἐπιχειρεῖ ὅτι οὐδὲ καθ’ αὑτὸ οἷόν τε ἄνω φθείρεσθαι τὸ πῦρ, λέγων ὥστε ᾧ μή ἐστιν ἐναντίον, καὶ ὅπου μή ἐστιν. εἴη δ’ ἂν τὸ λεγόμενον· ὅσαις τῶν οὐσιῶν μή ἐστιν ἐναντίον, ἄφθαρτοί εἰσι καὶ ἔσονται ἀεὶ διὰ τὸ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεσθαι. ὅσαις δ᾿ ἐστὶν ἐναντίον, ἐν ᾧ τόπῳ μὴ εὑρίσκεται ἐναντιότης, ἐν τούτω οὖσαι ἄφθαρτοι ἔσονται. ἀλλὰ μὴν ἡ σεληνιακὴ σφαῖρα οὐκ ἔστιν ἐναντία τῶ πυρί· ἄφθαρτον ἄρα ἔσται τὸ ἐν αὐτῇ μέρος τοῦ πυρὸς ὄν. p. 465b10 Ἢ τοῦτο τῇ μὲν ἀληθές, τῇ δ’ οὔ· ἀδύνατον γὰρ τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πὼς τὸ ἐναντίον. ᾿Εντεῦθεν λύει τὴν ἀπορίαν καί φησιν ἀληθὲς μὲν εἶναι τὸ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεσθαι, ψεῦδος δὲ τὸ μὴ εἶναι ἐνταῦθα, τουτέστιν ἐν τῷ ἄνω τόπῳ, ἐναντίον τῷ πυρί. ἀδύνατον γάρ, φησί, τῷ ὅλην ἔχοντι μὴ ὑπάρχειν πὼς τὸ ἐναντίον. εἰ γὰρ τῇ ὕλῃ τὸ εἶναι ὕλη ἐστὶν ἐν τῷ δεκτικὴν εἶναι τῶν ἐναντίων, ἀδύνατον μὴ μάχεσθαί πὼς τῆ θερμότητι καὶ ξηρότητι καὶ σπεύδειν ἀποπτύσαι μὲν αὐτάς, δέξασθαι δὲ ἄλλας. ὥστε καὶ ἐν τῷ ἀνωτάτω τόπῳ ὂν τὸ πῦρ φθαρήσεται. μάχεται γάρ πὼς ἡ ὕλη τῷ εἴδει, ἄλλως τε καὶ ποιότητά τινα ἐχούσης τῆς ἑκάστῳ προσεχοῦς ὑποκειμένης ὕλης. ἡ μὲν γὰρ νοουμένη κατὰ ἀπόφασιν καὶ ἀπογύμνωσιν πάντων τῶν εἰδῶν, ἥτις νοεῖται μέν, οὐκ ἔστι δέ, ἐκείνη μὲν δὴ ἄποιος· ἡ δὲ ὑποκειμένη τῶ πυρὶ ἢ τῷ ὕδατι ἔχει τινὰ ποιότητα· ποιὰ γάρ τις πρότερον γεγονυῖα οὕτω δέχεται τὸ θερμὸν καὶ ξηρόν. τοῦτο δ’ ἤδη ἔστι πῦρ. εἰσὶ γὰρ ἀμφότεραι δυνάμει πῦρ, καὶ ἡ χωρίς τινος ποιότητος 2 post φθείρεσθαι add. καὶ P οἰκείοις CRP .5 δ’ οὐθὲν a (Arist.): οὐδὲν ceteri 7 δ P 13 αὑτὰ P: anceps R: ἑαυτὸ S 13 et 14 τὸ πῦρ et prius ἐστιν om. C 15 εἰσι καὶ a: αὗται CRP: εἰσίν, αὗται S IG ἀεὶ 0111. SCR 20 post ἀληθές add. ἐστι a (Arist.) 21 τὰ ἐναντία CRP 24 post ἐναντίον add. τί CRP 26 τῇ] τὸ g 27 αὐτήν a 29. 30 προσεχῶς CRP 31 ἥτις] εἴη ἄν CRP post prius μέν add. γάρ CRP δὴ] οὖν CRP 33 ξηρόν] ψυχρόν C, prius R τοῦτο] τοῦ C 34 ἤδη] εἴδει RP ἀμφότερα P: anceps R ποιότητός τινος CRP νοουμένη, μὴ οὖσα δέ ποτε τοιαύτη, καὶ ἡ ἤδη ποιά τις οὖσα· ἀλλ’ ἐκείνη μὲν πορρωτέρω, ἡ δὲ ποιωθεῖσα ἐγγυτέρω. ὥσπερ γὰρ λέγομεν δυνάμει | ἐπιστήμονα καὶ τὸ ἤδη τεχθὲν παιδίον, λέγομεν δὲ ἐπιστήμονα καὶ τὸν 158v μανθάνοντα, ἀλλ’ ἐκεῖνο μὲν πορρώτερον, οὗτος δ’ ἐγγύτερον, οὕτω καὶ ἐπὶ τῆς ὕλης τῆς τε ἀποίου καὶ τῆς ἤδη ποιᾶς τινος γεγονυίας καὶ ἐλθούσης ἀπὸ τοῦ πρώτου δυνάμει εἰς τὸ δεύτερον. τούτων οὕτως ἐχόντων πάνυ ἀκριβῶς πρόσκειται τὸ πῶς ἐν τῇ λέξει τῇ ἀδύνατον γὰρ τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πῶς τὸ ἐναντίον. οὐ γὰρ ἁπλῶς ἐστιν ἡ ὕλη ἡ ὕλη ἐναντίον τῷ τοῦ πυρὸς εἴδει, οἷον τῇ θερμότητι καὶ ξηρότητι, ἀλλ’ ᾗ σύνεστιν ἐν αὐτῇ ἡ τῶν ἄλλων στέρησις, καὶ ᾗ ἡ μέν ἐστι δύναμις, τὸ δὲ ἐνέργεια, καὶ ᾗ πέφυκεν ἀποπτύειν μὲν τόδε τὸ εἶδος, δέχεσθαι δὲ ἄλλο, καὶ ᾗ ποιωθεῖσα μᾶλλόν ἐστι δυνάμει. ἡ γὰρ τοιαδὶ ποιότης σπεύδουσα μεταβαλεῖν τὸ εἶδος εἰς ἑαυτήν, ὁμοίως καὶ τὸ εἶδος τὴν ποιότητα εἰς ἑαυτό, ἀνάγκη φθείρεσθαι τὸ πῦρ κρατηθέντος τοῦ πυροειδοῦς ὑπὸ τῆς ποιότητος τῆς ἐκ τοῦ δυνάμει οὔσης πῦρ μεταβεβληκυίας εἰς τὸ δυνάμει εἶναι ἀὴρ ἢ ἄλλο τι. ὥστε ἔχει πῶς ἐν ἑαυτῷ τὸ πῦρ ἐναντίον ἄνω ὄν. p. 465b12 Πάντῃ μὲν γὰρ εἶναι τὸ θερμὸν ἢ τὸ εὐθὺ ἐνδέχεται, πᾶν δὲ εἶναι ἀδύνατον. εἰπὼν ὅτι τῷ ἔχοντι ὕλην ἀδύνατον μὴ ὑπάρχειν πῶς τὸ ἐναντίον, 17 διὰ τούτων κατασκευάζει τὸ προκείμενον, δυνάμει λέγων· εἰ μὲν γὰρ ἦν τὸ πῦρ χωρὶς ὕλης, εἰκὸς ἦν λέγειν, ὅτι ἐν τῷ ἄνω τόπῳ οὐ φθαρήσεται διὰ τὸ μὴ ἐνταῦθα ὑπάρχειν αὐτῷ ἐναντίον· ἐπεὶ δὲ μετὰ ὕλης ἐστὶ καὶ ἔχει πὼς τὸ ἐναντίον, οὐκ εὔλογόν ἐστι τὸ λέγειν, ὅτι οὐ φθαρήσεται ἄνω ὄν. ἡ μὲν οὖν διάνοια τῶν ὑπὸ τῆς λέξεως αἰνιττομένων αὕτη ἐστίν, τὸ δὲ τῆς λέξεως τοιοῦτον· ἡ μὲν γὰρ θερμότης καὶ ἡ ξηρότης πάντῃ, τουτέστι ἐν ὅλῃ τῇ φύσει τῆς ὕλης, ἥτις ὑπόκειται τῷ πυρί, τυγχάνουσιν οὖσαι· οὕτω γάρ εἰσιν ἐν αὐτῇ ὡς τὰ εἴδη ἐν τῇ ὕλῃ. οὐ γὰρ ἐν τῷδε μὲν τῷ μέρει τῆς ὕλης ἐστὶ θερμότης, ἐν τούτῳ δ’ οὐκ ἔστιν, ἀλλ’ ἐν 30 ἁπάσῃ τῇ φύσει αὐτῆς, ὥσπερ καὶ ἡ θερμότης ἐν ἅπαντι τῷ θερμῷ ὕδατι· οὐ γὰρ τοῦ τεθερμασμένου ὕδατος τὸ μέν ἐστι θερμόν, τὸ δὲ ψυχρόν, 25 ἀλλ’ ὅλον δι’ ὄλου. ἔστι μὲν οὖν πάντῃ τὸ θερμόν, πᾶν δὲ οὔκ ἐστι 1 ταιαὑτη ποτὲ RP 2 πορρώτερον S ἐγγύτερον S 2 ss. cf. ad p. 71,29 3 prius ἐπιστήμονα Sa: ἐπιστῆμον CRP 4 πορρωτέρω SP ἐγγυτέρω R 7 πρόσκειται om. CRP 9 post καὶ add. τῆ CRP lU σύνεστιν] ἐστιν a αὐτῶ SC 11 τὸ δὲ Ca: ἡ δὲ SRP ἐνεργεία RP 12 post ἄλλο add. εἶδος CRP post ποιωθεῖσα add. δέχεται CRP 13 μὴ ante μεταβαλεῖν add. S post εἶδος add. καὶ P 15 οὔσης] εἶναι conicio 17 ὂν ἄνω S 18 ἐνεῖναι a (Arist.) τὸ (ante εὐθὺ) om. S 19 πᾶν] πάντη S ἀδύνατον εἶναι a 21 ante τὸ add. πὼς P 25 οὖν ora. CRP 2(5 ἡ (ante ξηρότης) om. a 28 αὐτῷ a 29 τούτῳ] τῶδε CRP 30 πάση CRP ἅπαντι om. a 31 θερμαινομένου P, e corr. R θερμόν· τουτέστι πᾶν δὲ οὔκ ἐστι θερμότης, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ 148v θερμότητος. ὥσπερ γὰρ τὸ ζῷον οὔκ ἐστι ψυχή, ἀλλὰ σύνθετον ἐξ ὕλης μὲν τοῦ σώματος, εἴδους δὲ τῆς ψυχῆς, οὕτω καὶ τὸ πῦρ οὔκ ἐστι πῦρ μόνον ἤτοι θερμότης, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ θερμότητος καὶ ἔτι ξηρότητος. ὁμοίως καὶ ἡ εὐθύτης ἐστὶ μὲν ἐν ἅπαντι τῷ ξύλῳ, οὔκ ἐστι δὲ τὸ πᾶν τὸ ἐκ ξύλου καὶ εὐθέος εὐθύτης, ἀλλὰ σύνθετον ἐκ ξύλου καὶ εὐθύτητος. εἰπὼν δὲ ὅτι πᾶν δὲ εἶναι θερμὸν ἢ λευκὸν ἀδύνατον, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπών· ἔστι γὰρ τὰ πάθη κεχωρισμένα. ἔστι δὲ τὸ λεγόμενον· εἰ γάρ ἐστι τὸ πῦρ θερμότης μόνον χωρὶς ὕλης καὶ ὑποκειμένου καὶ τὸ εὐθὺ ξύλον εὐθύτης, ἔσται τὰ πάθη αὐτὰ καθ’ αὑτὰ χωρὶς ὑποκει- μένου· ὅπερ ἀδύνατον. πᾶν γὰρ πάθος ἐν ὑποκειμένῳ. ὥστε οὔκ ἐστι τὸ πῦρ χωρὶς ὑποκειμένου καὶ ὕλης καὶ ἐναντίου. τῶν δ᾿ ἐναντίων τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει. ὥστε, ἐπειδὴ ἅμα εἰσὶ τὰ ἐναντία ἄνω, ἀδύνατον μὴ μεταβάλλειν. ἔτι ἐπεὶ τὸ πῦρ τρέφεται καὶ ἐνταῦθα καὶ ἄνω, ὅπου δὲ τροφὴ καὶ τρεφόμενον, περίττωμα, τὸ δὲ περίττωμα ἐναντίον, κἄν διὰ τοῦτο ἀναγκαῖον ἐναντίον τι εἶναι ἄνω τῷ πυρί. εἰ δὲ ἐναντίον, καὶ μάχη, καὶ τὸ ἑπόμενον αὐτῇ, φθορά. εἰπὼν δὲ ὅτι τὸ περίττωμα ἐναντίον, πιστούμενος ὅτι ἐναντίον, ἐπήγαγεν· ἐξ ἐναντίου γὰρ ἀεὶ ἡ μεταβολή. εἰ γὰρ ἡ πρώτη τροφὴ ἐναντίον τῷ τρεφομένῳ, ὡς πολλάκις εἴρηται, τὸ δὲ περίττωμα μέρος ἢ ὑπόλειμμα τῆς πρώτης τροφῆς, δηλονότι καὶ τὸ περίττωμα 40 ἐναντίον τῷ φερομένῳ, ὅπερ περίττωμα σπεύδουσα ἡ τοῦ τρεφομένου φύσις μεταβαλεῖν εἰς ἑαυτήν, ἀνάγκη μάχην γίνεσθαι· εἰ δὲ τοῦτο, καὶ φθορὰν τοῦ κρατηθέντος. p. 465b19 Εἰ δὲ πᾶν ἐξελαύνει τὸ ἐνεργείᾳ ἐναντίον, κἄν ἐνταῦθα ἄφθαρτον ἄν εἴη. ἢ οὔ. Ἐνεργείᾳ ἐναντίον λέγει τὸ περίττωμα. ἡ δ’ ἐπιχείρησις αὕτη ἁρμόττοι ἄν ἐπὶ τοῦ ἐνταῦθα πυρός, ἀλλ’ οὐκ ἐπὶ τοῦ ὄντος ἄνω. ἔστι δὲ τὸ λεγόμενον λύσις ἐνστάσεως τινος, ἣν ἐπήγαγεν ἄν τις τῷ λόγῳ. εἶπε γὰρ ἄν τις· ὥσπερ τὰ τῶν ζῴων σώματα ἔχει ἀποκριτικὴν δύναμιν, ὑφ’ ἧς ἐκκρίνει τὴν τῆς | ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσιν, οὕτως 159r ἀναγκαῖον ἔχειν καὶ τὸ πῦρ, ὑφ’ ἧς ἐκκριθήσεται τὸ ἐνεργείᾳ ἐναντίον, ἤγουν τὸ περίττωμα. ἐξελαθὲν δὲ καὶ πόρρω ποι ἐκσφενδονηθὲν οὐκ ἄν 2 ἐμ θερμότητος (4) om. CRP 3. 4 πῦρ μόνον] θερμὸν S 5 post ὁμοίως add. δὲ CRP τῶ εὐθεῖ ξύλω CRP G ἔκ τε τοῦ ξύλου καὶ τῆς εὐθύτητος οὕτω δὴ κἀκεῖ εἰπὼν CRP 7 τούτω C d τὸ πῦρ om. C 11 ὅπερ— ὑποκειμένου (12) om. CRP 12 ἐναντίου καὶ ὕλης CRP 15 post τρεφόμενον add. καὶ CRP 16 ἐναντίον om. C ἄνω εἶναι CRP 17 ταύτῃ a alt. τὸ om. S alt. τὸ—ὅτι (18) bis habet P post ἐναντίον add. καὶ CRP 18 ἡ μεταβολὴ ἀεί CRP 19 πολλάκις εἴρηται] v. Bonitz. Ind. p. 772b56 22 αὐτὴν S 24 ἐξελαύνει τὸ SCRP (Arist.): ἐξελὐνοιτο (i. e. ἐξελαύνοι τὸ) a, cf. p. 94,2 ἐντεῦθεν RP 25 ἄν om. S 26 λέγων RP 28 ἢν ἄν ἐπήγαγέ τις τῶ SCRP 30 ἀφ’ S τροφῆς om. a ἅπαν ἐξελαύνοι ἡ ἀποκριτικὴ τοῦ πυρὸς δύναμις, εἴη ἄν τὸ ἐνταῦθα ἄφθαρτον. τοῦτο θεὶς λύει λέγων· ἢ οὔ, τουτέστιν ῾ἢ οὐκ ἂν εἴη ἐνταῦθα ἄφθαρτον᾿· φθαρήσεται γὰρ ὑπὸ τοῦ περιέχοντος, ἤτοι τοῦ ἀέρος. ἐπὶ τοῦ παρόντος γὰρ πυρός, ὡς εἴπομεν, ὁ λόγος ἁρμόττει· ὅπερ καὶ αὐτὸς ἐννοήσας ἐπήγαγεν· εἰ μὲν οὖν ἱκανὸν ἐκ τῶν εἴρη μένων, καὶ προσυκακουστέον τοῦ ἔστω, ἵν’ ᾖ τὸ πᾶν· εἰ μὲν οὖν ἱκανὸν ἐκ τῶν εἰρημένων, ἔστω· τουτέστιν εἰ μὲν ἱκανῶς λέλυται, ἀρκεῖ, εἰ δὲ μή, πάλιν ῥητέον τὴν προτέραν λύσιν τὴν λέγουσαν· ἔστι τι ἐνεργείᾳ ἐναντίον, πάλιν ἐνεργείᾳ γείᾳ ἐναντίον λέγων τὸ περίττωμα. τὸ δὲ δι’ ὃ ἡ ἐλάττων φλὸξ κατακαίεται ὑπὸ τῆς πολλῆς κατασκευαστικόν ἐστι τοῦ ὅτι τρέφεται τὸ πῦρ. εἰ δὲ τρέφεται, ἔχει δηλονότι καὶ τὸ περίττωμα. κατακαίεται οὖν ἡ ἐλάττων φλὸξ ὑπὸ τῆς πολλ·ῆς, ὅτι ἡ τροφὴ (αὕτη δ’ ἐστὶν ὁ καπνός), ἣν ἡ ἐλάττων φλὸξ ἐν πλείονι χρόνῳ ἐπινέμεται καὶ κατεσθίει, ἡ πλείων φλὸξ θᾶττον καὶ ἐν ὀλίγῳ χρόνῳ καταδαπανᾷ καὶ καταναλίσκει. ἀναλωθείσης δὲ τῆς τροφῆς, ἀφ’ ἧς ἔμελλε τὸ ἔλαττον πῦρ τραφήσεσθαι, ὑπὸ τοῦ πολλοῦ πυρὸς καὶ μὴ ἔχον ᾧ τραφήσεται σβέννυται. τὸ δὲ δι’ ὃ πάντα ἀεὶ ἐν κινήσει ὡς αἴτιον ἐπῆκται τοῦ πάντα ἔχειν ἢ ὕλην ἢ ὑποκείμενον. τὸ δὲ περιέχον εἰ μέν ἐστιν οἰκεῖον τῆ κράσει τοῦ σώματος τῶν ζῴων, συντείνει καὶ συνεργεῖ πρὸς μακροβιότητα· εἰ δ᾿ ἀνοικείως ἔχει, ἀντιπράττει καὶ ὀλιγοχρονιώτερον ἀποτελεῖ. λέγει δὲ καὶ ὅτι τὰ μὲν ἔχοντα ὕλην μᾶλλον δ’ ὑποκείμενον τοῦ ποῦ, ὥσπερ τὰ θεῖα καὶ κυκλοφορητικὰ φορητικὰ σώματα, κατὰ τόπον μεταβάλλει· εἰ δὲ ἔχει ὕλην τοῦ ποσοῦ, κατὰ αὔξησιν καὶ φθίσιν· εἰ δὲ ὕλην πάθους, ἀλλοιοῦται. p. 466a1 Ἕτι δὲ οὔτε τὰ μέγιστα ἀφθαρτότερα· ἵππος γὰρ ἀνθρώπου που βραχυβιώτερον. Μέλλων ἐντεῦθεν ἀποδιδόναι τὰς αἰτίας τοῦ τε μακροβίου καὶ βραχυβίου, ἐπειδὴ ὡς ἐπὶ τὸ πολὺ τὰ μείζω μακροβιώτερά εἰσι τῶν ἐλαττόνων, περὶ τούτων πρῶτον διορίζεται καὶ δείκνυσιν, ὅτι οὕτε τὸ μέγα οὕτε τὸ μικρὸν ἁπλῶς εἰσιν αἴτια ἢ τοῦ μακροβίου ἢ τοῦ βραχυβίου, ἀλλ’ ἕτερόν τι. λέγει οὖν ὅτι οὔτε τὰ μέγιστα ἀφθαρτότερα τῶν ἐλαττόνων 1 φθείροιτο a ταῦτα om. P εἰ δὲ—λέγων (3) oin. P 2 ἐξελαύνει 2 τὸ om. S 4 ἤτοι τοῦ SCR: ἢ τοῦ a: ἤτοι P 5 ἁρμόζει ὁ λόγος CRP 6. 7 καὶ προσυπακουστέον τοῦ om. CRP 7 ἔστω, τουτέστιν εἰ CRP 7. 8 ἱκανὸν— μέν om. CRP 8 λέλυται] εἴρηται RP 9 ἔστι cum Arist. MZ (ἔνεστι ceteri) ἐνεργεία om, CRP 10. 11 κατακάεται S, item 12 (Arist.) 12 καὶ περίττωμα CRP 13 post ὅτι add. δ’ C τὴν τροφὴν P, e corr. R, sed v. Arist. post καπνὸς add. ἀναλίσκεται a, sed V. Arist. 13. 14 post ἣν ἡ add. μὲν a 14 aute πλείων add. δὲ a 16 ἤμελλε S 16. 17 ὑπὸ—πουρὸς ante τῆς τροφῆς P, e corr. R 18 post κινήσει add. ἐστὶν a (Arist.) πάντα om. P 22 τοῦ a (Arist. LSP): τὸ ceteri (Arist. MZ) 22. 23 κυκλοφορικὰ S 24 κατὰ Pa (Arist.): καὶ SCR 25 εὐφθαρτότερα CR 26 βραχυβιώτερος SC (Arist. LP): fort, recte, v. p. 95,1: anceps R 27 ἐνταῦθα C τὴν αἰτίαν a 29 prius οὗτε] οὐ CRP οὔτε τὸ] καὶ CRP 31 λέγων RP (ἵππος γὰρ ἀνθρώπου βραχυβιώτερος μείζων ὢν ἀνθρώπου), οὔτε 159r μὴν τὰ μικρὰ μακροβιώτερα τῶν μειζόνων. τὰ πολλὰ γὰρ τῶν ἐντόμων μικρὰ ὄντα ἐπέτειά ἐστιν· ἔνια γὰρ βιοῖ χρόνον καὶ ἴσως οὐδ’ ἐκεῖνον ὁλόκληρον. ἀλλὰ μὴν οὐδὲ πάντα τὰ φυτὰ μακροβιώτερα πάντων τῶν ζῴων· ἐπέτεια γὰρ ἔνια τῶν φυτῶν, οἷον κράμβη, τεῦτλον, ὤκιμον, ἄλλα πολλά. οὔτε μὴν τὰ ἔναιμα μακροβιώτερα τῶν ἀναίμων· μέλιττα γὰρ ἄναιμος οὖσα μακροβιωτέρα ἐστὶν ἐνίων ἐναίμων· αἱ γὰρ ψύλλαι ἐπέτειοι ἔναιμοι οὖσαι. ἀλλὰ μὴν οὐδὲ πάντα τὰ ἄναιμα μακροβιώτερα τῶν ἐναίμων· τὰ γὰρ μαλάκια ἐπέτεια ἄναιμα ὄντα. οὔτε τὰ ἐν τῇ γᾖ πάντα ἀφθαρτότερα τῶν ἐνύδρων (καὶ γὰρ ἔνια καὶ φυτὰ καὶ πεζὰ ζῷα ἐπέτειά ἐστιν), οὕτε τὰ ἔνυδρα πάντα (ταῦτα γὰρ εἶπε τὰ ἐν τῇ θαλάττῃ) πάντων τῶν ἐν τῇ γῇ ἀφθαρτότερα· τὰ γὰρ ὀστρακηρὰ καὶ ὦ τὰ μαλάκια βραχύβια. ταῦτα εἰπὼν ἐπάγει· ὅλως δὲ καὶ πρώτως τὰ μακροβιώτερα βιώτερα ἐν τοῖς φυτοῖς ἐστιν (ὁ γὰρ φοῖνιξ τὸ φυτὸν μακροβιώτατον). δευτέρως δὲ ἐν τοῖς ἐναίμοις μᾶλλον ἢ ἐν τοῖς ἀναίμοις καὶ ἐν τοῖς πεζοῖς ἢ ἐν τοῖς ἐνύδροις. ὥστ’ ἐπεὶ μᾶλλον ἐν τοῖς ἐναίμοις καὶ ἐν τοῖς πεζοῖς τὸ μακρόβιον ἢ ἐν τοῖς ἀναίμοις καὶ ἐνύδροις, καὶ συνδυασθέντα τὸ μὲν πεζὸν τῷ ἐναίμῳ, τὸ δὲ ἔνυδρον τῷ ἀναίμῳ, ἔσονται τὰ πεζὰ καὶ ἔναιμα μακροβιώτερα τῶν ἐνύδρων καὶ ἀναίμων. ταῦτα προειπὼν τὰς αἰτίας | τοῦ τὰ μὲν εἶναι μακρόβια, τὰ δὲ 159v βραχύβια σαφέστατα ἀπαγγέλλει. ἐν δὲ τῇ λέξει τῇ ἵνα μήτε εὔπηκτον μήτε εὐξήραντον ᾗ, μὴ εὔπηκτον μὲν διὰ τὸ θερμόν τὸ γὰρ θερμὸν οὐκ ἐᾷ πήγνυσθαι), μὴ εὐξήραντον δὲ διὰ τὸ πλῆθος· τὸ γὰρ πολὺ οὐκ εὐξήραντον. p. 466a33 Μακροβιώτερα γὰρ τὰ λειπόμενα τῷ πλήθει τοῦ ὑγροῦ, ἐὰν πλείονι λόγῳ ὑπερέχῃ κατὰ τὸ ποιόν. Ποιὸν λέγει τὸ θερμὸν καὶ τὸ λιπαρόν. ἔστι δὲ τὸ λεγόμενον· τὰ λειπόμενα τῷ πλήθει τοῦ ὑγροῦ καὶ πλεονάζοντα τῷ ποιῷ ἐν πλείονι λόγῳ μακροβιώτερά εἰσι τῶν πλεοναζόντων τῷ ὑγρῷ καὶ λειπομένων τῷ ποιῷ. τὸ δὲ ἄν πλείονι λόγῳ ὑπερέχῃ, τοιοῦτόν ἐστιν· ἂν ἡ τὸ ἐν τῷ ἵππῳ φέρε εἰπεῖν ὑγρὸν τριπλάσιον τοῦ ἐν τῷ ἀνθρώπῳ ὑγροῦ, τὸ δὲ ἐν τῷ ἀνθρώπῳ θερμὸν δεκαπλάσιον τοῦ ἐν τῷ ἵππῳ θερμοῦ, πλείονι λόγῳ ὑπερέχει ἡ τοῦ ἀνθρώπου θερμότης τῆς τοῦ ἵππου θερμότητος παρ’ ὃ ἡ τοῦ ἵππου ὑγρότης τῆς τοῦ ἀνθρώπου ὑγρότητος· πλείων γὰρ ὁ δεκαπλάσιος 1 ὢν] οὖν R 3 ἐπέτειά ἐστι μικρὰ ὄντα RP 6 ἄλλα S, ἀλλὰ a: ἄλλα τε CRP 7. 8 ἐπἐτειαι a 9 ἄναιμα ἐπέτεια CRP 10 καὶ (post ἔνια) om. CRP 11 εἶπε τὰ a: εἶπεν ceteri 12 ὀστρακηρὰ cum Arist.] ὀστρακόδερμα a 13. 14 μακροιώτατα CRP (Arist.) 14 τοῖς φυτοῖς] τούτοις S la alt. ἐν τάς om. a 16 ἀναίμοις Ca 20 εἰπὼν CR 21 ἀπαγγέλλει σαφέστατα a 22 ᾖ] εἴη S: om. P 26 ἐὰν] κἀν S τὸ om. S 27 τὸ (ante λιπαρὸν) om. CRP 28 τῷ ποιῷ om. RP 29 ἐστι CRP 31 ὑγρόν φέρε εἰπεῖν CRP 33 τὴν et θερμότητα RP 34 τὴν et ὑγρότητα RP λόγος τοῦ τριπλασίου. τοῦτο εἰπὼν ἐπάγει, ὅτι ἔν τισι τὸ θερμὸν οὐδὲν 159v ἄλλο ἐστὶν ἢ αὐτὸ τὸ λιπαρόν (δι᾿ ὃ καὶ ἀντὶ τοῦ εἰπεῖν θερμὸν ῥητέον ὅτι λιπαρόν), ἐν ἐνίοις δὲ οὐ τὸ λιπαρόν, ἀλλὰ τὸ ἀνάλογον· ὅπερ ἄλλον εἶπε χυμόν. ἐν δὲ τῇ λέξει τῆ ἀναιρεῖ γὰρ τὸ τοιοῦτον ἢ νόσῳ ἢ φύσει ῾τοιοῦτον᾿ λέγει τὸ περίττωμα. ἀναιρεῖ οὖν, φησί, τὸ περίττωμα ἢ νόσῳ ἢ φύσει· φύσει μέν, ὅταν μάχηται τὸ περίττωμα ὅλῃ τῇ τοῦ σώματος κράσει (ταύτην γὰρ εἶπε φύσιν)· ὅταν οὖν μαχεσάμενον ὅλῃ τῇ φύσει καὶ κράσει τοῦ σώματος καὶ κρατῆσαν ἀνέλῃ, τότε φαμὲν ὅτι ἀνεῖλε φύσει, ἴσον λέγοντες ὅτι πᾶσαν τὴν τοῦ ζῴου κρᾶσιν ἀνέτρεψεν· ὅταν δὲ τὸ περίττωμα πρὸς ἓν μόριον τὴν μάχην ποιήσηται, οἷον πρὸς ἧπαρ ἢ σπλῆνα, καὶ ἀνέλῃ σὺν αὐτῷ καὶ τὸ ζῷον, τότε φαμέν, ὅτι νόσῳ ἀνεῖλεν, ἴσον λέγοντες, ὅτι ἓν μόριον νοσῆσαν, συνέφθαρται αὐτῷ τὸ πᾶν. ὃ καὶ αὐτὸς σαφηνίζων ἐπήγαγεν· ἐναντία δ’ ἡ τοῦ περιττώματος δύναμις καὶ φθαρτική, ἡ μὲν τῆς φύσεως, ἡ δὲ μορίου, ὅπερ εἶπε φύσει νῦν εἰπὼν φύσεως, ὅπερ δὲ νόσῳ νῦν μορίου. εὔλογον δὲ καὶ τὰ πολύσπερμα ταχὺ γηράσκειν· τὸ γὰρ σπέρμα περίττωμα ὂν τῆς αἱματικῆς τροφῆς ἐξιὸν συνεξάγει καὶ θερμότητα· ταύτης δ’ ἐξιούσης ἀνάγκη ξηραίνεσθαι καὶ τὸ ὑγρόν· καὶ διὰ τοῦτο ἡμίονος μακροβιώτερος ἵππου (οὐ γάρ ἐστι σπερματικόν), καὶ τὰ θήλεα τῶν ἀρρένων· εἰ γὰρ καὶ πλεῖον τὸ τῶν θηλέων περίττωμα, ἀλλ’ οὐκ ἔστι θερμὸν ὥσπερ τὸ τῶν ἀρρένων· ὑδατῶδες γὰρ καὶ φύσει ψυχρὸν τὸ τῶν θηλέων. ἔτι δὲ ὅσα πονητικὰ τῶν ἀρρένων· καὶ διὰ τὸ ὀχεύειν γὰρ καὶ διὰ τὸν πόνον γηράσκει. μακροβιώτερα δὲ καὶ τὰ ἐν θερμοῖς τόποις, δι’ ἣν αἰτίαν καὶ τὰ μείζω· πλεῖον γὰρ καὶ ἐν τοῖς μείζοσι τὸ θερμόν. εἰπὼν δὲ ὅτι μακροβιώτερά ἐστι τὰ ἐν τοῖς θερμοῖς τόποις, εἰς πίστιν τούτου παρέθετο τὸ καὶ μάλιστ’ ἐπίδηλον δηλον τὸ μέγεθος τῶν τὴν φύσιν ψυχρῶν ζῴων, λέγων φύσει ψυχρὰ τὰ ἄναιμα. ἔστι δὲ τὸ λεγόμενον, ὅτι τὰ ἄναιμα, ὅπερ ἱέν τοῖς ψυχροῖς τόποις μικρὰ γίνεται, ἐν τοῖς θερμοῖς μεγάλα ἀποτελεῖται, ὡς τῆς θερμότητος αἰτίας οὔσης τῆς αὐξήσεως, εἰ δὲ τῆς αὐξήσεως, καὶ τῆς μακροβιότητος. p. 466b28 Τροφὴν δὲ μὴ λαμβάνοντα καὶ τὰ ζῷα καὶ τὰ φυτὰ φθείρεται. τὴν αἰτίαν διὰ τούτων λέγει, καθ’ ἣν φθείρεται τὰ ζῷα καὶ τὰ φυτὰ 2 καὶ om. CRP 2. 3 λιπαρὸν ῥητέον ὅτι θερμόν CRP 3 ἐν om. CRP οὐ om. R ἄλλον om. RP 5. G τοιοῦτον—prius prius om. CRP 6 ὅτι μάχεται Sa 7 φύσιν] φύσει a ὅτε C: ὃ RP μαχησάμενον CRP 9 φύσιν C ὅτι] <τῷ> ὅτι ? κρᾶσιν] φύσιν P ἀνέστρεψεν Ca 10 τὸ om. μάχην] κρᾶσιν CRP 11 αὐτὴ CRP 12 <τῷ> ὅτι? συνέφθειρεν ἑαυτῶ 13 δ’] γὰρ P 14 φύσει] φύσιν CRP 15 νόσον CR: νόσου P εὐλόγως CRP 16 γηράσκει CRP 18 prius καὶ om. CRP post τοῦτο add. ἡ C, ἡ corr. ex ὁ S μακροβιώτερος a (Arist.): μακροβιώτερον S: μακροβιωτέρα CRP 19 σπερματικώτερον S 21 δὲ om. P 22 γὰρ a: one- ceteri 23 δι’ ἣν—τόποις (25) om. CRP 25 ἀλεεινοῖς S τούτων RP τὸ δὲ καὶ S 26 τῆ φύσει CRP 29 μακροβιώσεως CRP 30 ζῷα καὶ τὰ φυτὰ SCRP (Arist. S): φυτὰ καὶ τὰ ζῶ a (Arist. MZLP) 31 φθείρεται SRP (Arist. MZ): φθείρονται Ca (Arist. LSP) 32 καθ’] δι’ CRP τροφὴν μὴ λαμβάνοντα. συντήκει γάρ, φησί, τὸ μὴ τρεφόμενον αὐτὸ ἑαυτό. τὸ γὰρ ἔμφυτον θερμὸν ἐν ταῖς ἀτροφίαις δραστικώτερον γινόμενον ἀναλίσκει τὰς σάρκας καὶ ὅλως τὴν ὕλην, ἐν ᾗ ἐστι. τούτων δὲ ἀνηλωμένων 160r φθείρεται καὶ τὰ ζῷα καὶ τὰ φυτά. Τὸ δὲ τὰ ἔνυδρα τῶν πεζῶν ἧττον μακρόβια ταὐτόν ἐστι τῷ βραχυβιώτερα. αἱ δὲ μέλιτται μακροβιώτεραί εἰσιν ἐνίων μειζόνων ζῴων, ὅτι ἔχουσι γλυκύτητα· τοιαύτη γὰρ ἡ τροφὴ αὐτῶν. ἡ δὲ γλυκύτης θερμή· ὅτι δὲ ἡ γλισχρότης συνέχει καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν καὶ οὐκ ἐᾷ διαπνεῖσθαι, εἴρηται πολλάκις. p. 467a10 Περὶ δὲ τοῦ πολυχρόνιον εἶναι τὴν τῶν δένδρων φύσιν δεῖ λαβεῖν τὴν αἰτίαν· ἔχει γὰρ ἰδίαν πρὸς τὰ ζῷα, πλὴν πρὸς τὰ ἔντομα. Τὸ ἔχει γὰρ ἰδίαν πρὸς τὰ ζῷα, πλὴν πρὸς τὰ ἔντομα ἴσον ἐστὶ τῷ ῾διαφέρει τῶν ἄλλων ζᾠων' πλὴν τῶν ἐντόμων. τοῖς μὲν γὰρ ἐντόμοις κοινωνεῖ, διαφορὰν δ’ ἔχει πρὸς τὰ ἄλλα ζῷα. καὶ τί μὲν ἐκείνοις κοινωνεῖ, τί δὲ τούτων διαφέρει, ἤδη ἐρεῖ. πρῶτον δὲ λέγει, τί διαφέρει τῶν ἄλλων. οὐ γὰρ διὰ τὴν θερμότητα, φησί, κυρίως εἰσὶ μακρόβια, ὥσπερ τὰ ζῷα, ἀλλὰ διὰ τὸ ἀεὶ νέα γίνεσθαι· ἀεὶ γὰρ ἕτεροι οἱ πιόρθοι, λέγων πτόρθους τοὺς κλάδους, οἱ δὲ γηράσκουσι. τῆς γὰρ καρύας φέρε εἰπεῖν τῆσδε οἱ μὲν τῶν πτόρθων ξηροί εἰσιν, οἱ δὲ χλωροὶ καὶ ἀκμάζοντες, καὶ αἱ ῥίζαι ὁμοίως αἱ μὲν χλωραί, αἱ δὲ ξηραί· πλὴν οὐχ ἅμα ὅλαι ἢ γηράσκουσιν ἢ ἀκμάζουσιν (ὁμοίως τοῦτο καὶ ἐπὶ τῶν πτόρθων), ἀλλ’ ὁτὲ μὲν τὸ στέλεχος, λέγων στέλεχος τὸν κορμόν, καὶ οἱ κλάδοι ἀπώλοντο, αἱ δὲ ῥίζαι μένουσαι, ἕτεροι κλάδοι καὶ στέλεχος ἀπ’ αὐτῶν ἀνεφύησαν. ὅταν γὰρ οὕτως ὦσιν αἱ ῥίζαι, τουτέστι ζῶσαι καὶ μὴ γεγηρακυῖαι, ἄλλαι ἐκ τοῦ ὑπάρχοντος γίνονται, λέγων ὑπάρχον τὸ πλῆθος τῶν ῥιζῶν, αἵτινες ζῶσι· καὶ οὕτως ἀεὶ διατελεῖ τὸ μὲν φθειρόμενον, τὸ δὲ γινόμενον. ἐπεὶ οὖν τούτου μὲν φθειρομένου ἄλλο γίνεται καὶ τούτου πάλιν ἄλλο, εἰκότως, μᾶλλον δ’ ἀναγκαίως συμβαίνει μακρόβιον εἶναι τὴν τῶν δένδρων φύσιν. p. 467a18 ἔοικε δὲ τὰ φυτὰ τοῖς ἐντόμοις, ὥσπερ εἴρηται πρότερον. Τὴν κοινωνίαν διὰ τούτων τίθησι τῶν ἐντόμων καὶ τῶν φυτῶν. 1 φησί om. S 1. 2 αὐτὰ ἑαυτά Arist. MPZ 2 γενόμενον a 3 ὅλην CRP 6 ζώων μειζόνων a 8 συνέχει τὸ θερμὸν καὶ τὸ ὑγρὸν CRP 9 εἴρηται πολλάκις] V. De sens. 4 p. 441a25 εἴρηκε RP 10 τῶν ora. S 13 γὰρ om. a 14 μὲν a: om. ceteri 15 καὶ κατὰ τί CRP 16 τούτοις SCR 17 φησί om. CRP 18 ἕτερον CR 19 πτόρθους λέγων CRP 19 κεραίας CRP, prius S post καρύας add. φησὶ S 20 τῆσδε φέρε εἰπεῖν S 23 λέγων— κορμόν Sa: ἤγουν ὁ κορμός CRP 23. 24 ἀπόλλυνται CRP 24 μένουσι καὶ ἕτεροι CRP 24. 25 ἐξ αὐτῶν ἐφύησαν CRP 25 ὦσιν] ποιῶσιν Arist. MZ 26 ἄλλαι] ἕτεροι CRP 31 πρότερον om. Arist. MZ 32 τίθησι om. CRP τῶν (ante φυτῶν) om. CRP post φυτῶν add. τίθησι C Comment, in Arist. XXII 1. Mich, iu Parva Nat 7 κοινωνεῖ δὲ τὰ φυτὰ τοῖς ἐντόμοις, ὅτι ὥσπερ τὰ φυτὰ τεμνόμενα ζῇ, οὕτως 160r καὶ τὰ ἔντομα· καὶ γὰρ καὶ τὰ ἔντομα, ὥσπερ εἴρηται ἐν τῷ Περὶ ζώων πορείας, τεμνόμενα, ζῇ ἐπὶ πολὺ ἀμφότερα τὰ τμήματα. οὐκ ἀεὶ δὲ ζῇ, ἤτοι οὐκ ἴσους χρόνους διηνεκεῖς ἢ πολλοὺς ζῇ ἀμφότερα τὰ τμήματα τῶν ἐντόμων διὰ τὸ μὴ ἔχειν τὸ ἕτερον τμῆμα (θάτερον γὰρ ἔχει) ὄργανον ἤτοι στόμα, δι’ οὗ τραφήσεται. οὐδὲ γὰρ δύναται ἡ ψυχὴ (ταύτην γὰρ εἶπεν ἀρχήν) ἡ ἐν ἑκάστῳ τῶν τμημάτων οὖσα ποιεῖν στόμα, ἡ δ΄ ἐν τοῖς φυτοῖς δύναται· ἔχει γὰρ ὁ κλάδος ἐν ἑαυτῷ δυνάμει καὶ ῥίζαν καὶ καυλόν, λέγων καυλὸν τὸ στέλεχος. διὸ ἀπ’ αὐτῆς τῆς δυνάμεως προέρχεται τό τε νεάζον καὶ τὸ γηράσκον. διαφέρει δὲ τὰ ἐκ τῶν ῥιζῶν τοῦ αὐτοῦ καὶ ἑνὸς δένδρου τῶν ἀποφυτευομένων τῷ μὲν μακροβίῳ οὐδέν, μόνῳ δὲ τῷ τὰ μὲν ἀποφυτευόμενα κεχωρισμένα εἶναι ἀπ’ ἀλλήλων, ἐκεῖνα δ’ ὁμοῦ. τὸ γὰρ ἐκεῖ δὲ διὰ τοῦ συνεχοῦς ἴσον ἔστι τῷ ᾿ἐκεῖ δὲ ὁμοῦ'. αἴτιον δέ φησι τοῦ τὰ ἀποφυτευόμενα ζῆν, ὅτι ἐνυπάρχει πάντῃ ἡ ἀρχὴ ἡ δυναμένη ποιεῖν ῥίζας. p. 467a30 Συμβαίνει δὲ ταὐτὸ ἐπί τε τῶν ζῴων καὶ τῶν φυτῶν. Ἐἰπὼν τὴν διαφορὰν τῶν ζῴων καὶ φυτῶν, εἶτα τὴν κοινωνίαν καὶ διαφορὰν τῶν ἐντόμων καὶ φυτῶν, νῦν λέγει καὶ τὴν κοινωνίαν τῶν ζῴων καὶ φυτῶν. ἔχουσιν οὖν, φησί, ταὐτότητα καὶ κοινωνίαν τὰ ζῷα καὶ φυτά· ὥσπερ γὰρ τὰ ἄρρενα μακροβιώτερά εἰσι τῶν θηλειῶν διὰ τὸ τὰ ἄνω ἔχειν μείζω, οὕτω καὶ τὰ φυτὰ τὰ κεφαλοβαρῆ, τουτέστι τὰ ἔχοντα μεγάλας ῥίζας καὶ μέγα στέλεχος, τῶν μὴ κεφαλοβαρῶν. εἰσὶ δὲ κεφαλοβαρῆ τὰ δενδρώδη. ὅτι δὲ τὰ ἄνω τοῦ φυτοῦ αἱ ῥίζαι εἰσὶ καὶ τὸ στέλεχος, κεφαλῇ ἀναλογοῦντα, κάτω δὲ οἱ κλάδοι, οὐδεὶς ἀγνοεῖ. καὶ τὰ ἄρρενα δὴ καὶ τὰ κεφαλοβαρῆ τῶν φυτῶν μακροβιώτερα διὰ τό τὰ ἄνω ἔχειν μεγάλα τῶν μὴ τοιούτων. ἔστι δὲ τὸ θερμὸν ἐν τοῖς | ἄνω, τὸ δὲ 160v ψυχρὸν ἐν τοῖς κάτω· αἴτιον δὲ τὸ θερμὸν καὶ μακροβιότητος καὶ αὐξήσεως. αὔξονται οὖν ταῦτα ἐπὶ τὸ ἄνω, τὰ δ’ ἐπέτεια ἐπὶ τὸ κάτω, ἤτοι ἐπὶ τοὺς κλάδους, ἐν οἷς ὁ καρπὸς γίνεται. καὶ λοιπὸν συμπεραινόμενος λέγει, ἐφεξῆς εἶναι τῆς παρούσης πραγματείας τὴν Περὶ ζωῆς καὶ θανάτου καὶ γήρως καὶ νεότητος. 1 δὲ] δὴ R 2 γὰρ τὰ Ρ εἴρηται om. CRP τῷ] τῆ CRP Περὶζᾠων πορείας] 7 p. 707a28 3 jtost πορείας add. εἴρηται C, εἴρηκε RP post prius ζῇ add. καὶ CRP ἀεὶ] ἄν RP 4 ἴσους a: εἰς CRP: ἐς S διηνεκεῖς ἢ om. CRP ἀμφότερα τὰ a: τὰ ἀμφότερα ceteri 7 σωμάτων a 8 δύναμιν CRP 10 alt. τὸ om. C γηράσκον CRP (Arist.): γεγηρακός Sa 11 post μὲν add. γὰρ CRP 13 δὲ a (Arist.): om. SCRP τὸ συνεχὲς a (Arist. P) It; αὐτὸ CRP τῶν bis om. CRP 18 τῶν ἐντόμων καὶ φυτῶν om. S 20 ἐστι CRP 22 δὲ καὶ κεφ. Sa: δὲ καὶ φλοβαρῆ C 25 καὶ κεφ. CP, e corr. R 28 ἕπεται C 30 τὴν] τὰ RP 31 in fine ὃ εὑρήσεις ἐν ἄλλοις add. RP: τέλος τῶν σχολίων εἰς τὸ περὶ μάκρ’. καὶ βραχ. ἀριστοτέλους a