ΣΧΟΛΙΑ ΕΙΣ ΤΠ ΠΕΡΙ ΤΗΣ ΚΑΘ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ 146v ΑΡΙΣΤΟΤΕΛΟΥΣ. p. 462b12 Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων. Μετὰ τὸ Περὶ ἐνυπνίων εὐθὺς τάττει τὸ Περὶ τῆς ἐν τοῖς ὕπνοις μαντικῆς. λέγεται δὲ μαντικὴ διὰ τὸ προμαντεύεσθαι καὶ προγινώσκειν, ἃ μέλλομεν ποιεῖν ἢ πράττειν ὕστερον, παρὰ τῶν ἐνυπνίων. ἀπὸ γὰρ τῶν ἐνυπνίων προμαντευόμεθα, ὅτι τόδε τι ἡμῖν συμβήσεται. ταύτης δὴ τῆς μαντικῆς οὔτε καταφρονῆσαι ῥᾴδιον ὡς μὴ ἐχούσης τι σημειῶδες ἢ προμάντευμα τῶν μελλόντων γίνεσθαι (πείθει γὰρ ἡμᾶς ἡ πεῖρα τῶν ἑκάστην γινομένων, ὡς ἔχει τι σημειῶδες), οὔτε δεῖ πάλιν πεισθῆναι, ὅτι τὰ ἐνύπνια αἴτιά εἰσι πάντων τῶν μελλόντων γίνεσθαι, ἀλλὰ τούτων τινὰ μέν εἰσιν αἴτια, τινὰ δὲ σημεῖα, τινὰ δὲ συμπτώματα. τίνα δὲ τούτων αἴτια καὶ τίνα σημεῖα καὶ τίνα συμπτώματα, αὐτὸς ἐρεῖ προελθών. εἰπὼν δὲ ὅτι καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ὕπνοις ἐπήγαγε· δι᾿ ὃ καὶ περὶ τῶν ἄλλων ἐνυπνίων ὁμοίως ἄν τις οἰηθείη. ἔστι δὲ τὸ περὶ τῶν ἄλλων ἴσον τῷ περὶ πάντων καὶ εἴη ἄν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ἐπεὶ γὰρ ἔνια τῶν ἐνυπνίων ἔχουσι σημειῶδές τι, οἰηθείη ἄν τις ὅτι καὶ ἁπλῶς πάντα τὰ ἐνύπνια τοιαῦτα τυγχάνει, καὶ οὐδέν ἐστιν ἐνύπνιον, ὅπερ οὐκ ἔχει τι σημειῶδες. ἀλλὰ τὸ μὲν ἔχειν τινὰ σημειῶδες δῆλον, τὸ δὲ μὴ λέγειν αἰτίας εὐλόγους πῶς τοῦτο συμβαίνει, ἀλλ’ ἀποφαίνεσθαι, ὅτι θεός ἐστιν ὁ ταῦτα πέμπων, ἀπιστεῖν ἡμᾶς ποιεῖ. ἄλογον γὰρ τὸ τὸν θεόν, ὃς ἑαυτὸν μόνον ὁρᾷ (αὐτὸς γάρ ἐστι 1. 2 titulum praebet Ca: om. SRP, sed περὶ τῆς καθ’ ὕπνον μαντικῆς in mg. S 3 τοῖς om. RP γενομένης a 3. 4 λεγομένης καὶ γινομένης S 5 ἐνυπνίων a: ὕπνου CRP: μνήμης S, cf. p. 60,2 6 λέγει δὲ μαντικὴν S πραγματεύεσθαι RP 7 ὕστερον ποιεῖν ἡ πράττειν CRP παρὰ Sa: ἀπὸ CRP 8 πραγματευόμεθα RP 111 11 καθ’ ἕκαστον a 11 πάλιν δεῖ CRP 12 πάντων post. γίνεσθαι CRP 14 prius καὶ τίν] τίνα δὲ S ἐρεῖ προελθών S: προελθὼν ἐρεῖ a: ἐρεῖ προιών CRP 15 ὕπνοις cum Arist. S (ἐνυπνίοις ceteri) 17 πάντων in textu habet. Arist. M 18 ἐπειδὴ CRP 19 τυγχάνουσι C 20 οὐδέ C 23 cf. locos Arist. apud Bonitzium, Ind. p. 325a17 τὸ ἀεὶ νοοῦν καὶ ἀεὶ νοούμενον), εἰς τοιαῦτα κατάγειν καὶ κατασπᾶν. ὅτι δὲ 146v τοῦ θεοῦ ἀφαιρεθέντος οὐδὲν ἄλλο φαίνεται εὔλογον, οὐκ ἄδηλον. τὸ γὰρ προορᾶν ἡμᾶς τινα πράγματα, ἃ μέλλει συμβαίνειν ἐν ταῖς Ἡρακλείαις στήλαις ἢ ἐν Βορυσθένει, ὑπὲρ ἡμᾶς ἐστι τὸ λέγειν τὸ αἴτιον τούτου. ὅτι δὲ ἡ ὑποδρομὴ τοῦ ἀστέρος σημεῖόν ἐστιν ἐκλείψεως, δῆλον. οὕτω γὰρ καὶ λέγομεν· σημεῖον δὲ ὅτι ἐκλείπει· καὶ γὰρ ὁ ἀστὴρ ὑπεισῆλθεν. p. 463a3 Ἄρ᾿ οὖν ἐστι τῶν ἐνυπνίων τὰ μὲν αἴτια καὶ σημεῖα, οἷον τῶν περὶ σῶμα συμβαινόντων; Τὸ τῆς λέξεως κατάλληλον τοιοῦτόν ἐστι· τῶν ἐνυπνίων τὰ μέν ἐστιν αἴτια, τὰ δὲ σημεῖα· αἴτια μὲν ὅσα φανέντα τὴν διάνοιαν ἐπὶ τὰς ἐνεργείας ἐφίστησιν, ὑπομνήσαντά τινος τῶν πρώτων (τί δὲ τοῦτό ἐστι, μετὰ γνωσόμεθα), σημεῖα δέ δι’ ὧν παρίσταται σωματικὰ πάθη ἢ ψυχικά. εἰπὼν δὲ τὰ προσεχῶς ῥηθέντα ἐπήγαγεν· εὔλογον δὲ οὕτως ὑπολαβεῖν καὶ τοῖς τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσιν. ἔστι δὲ τὸ λεγόμενον· οὐ μόνον τοῖς ἰατροῖς προσήκει σφόδρα προσέχειν τοῖς ἐνυπνίοις, ἀλλὰ καὶ ἡμῖν τοῖς τεχνίταις καὶ φιλοσοφοῦσι περί τινος. ἀλλὰ πῶς ἐν τῇ νυκτὶ γίνονται κινήσεις τινές, οἷον φλέγματος κατάρρυσις καὶ ἄλλα τινά, ἃ λέγομεν εἶναι σημεῖα τῶν μελλόντων συμβαίνειν ἡμῖν, ἐν δὲ τῇ ἡμέρᾳ οὐ γίνονται; ἤ φησιν, ὅτι γίνονται καὶ ἐν τῇ ἡμέρᾳ. | αἱ γὰρ μεθ’ ἡμέραν, τουτέστιν αἱ ἐν τῇ ἡμέρα, γινόμεναι κινήσεις, ἂν μὴ σφόδρα μεγάλαι ὧσι καὶ ἰσχυραί, λανθάνουσι. γίνονται οὖν, φησί, καὶ ἐν τῇ ἡμέρᾳ τοιοῦται κινήσεις, ἀλλὰ διὰ τὸ μὴ εἶναι μεγάλας λανθάνουσιν ἡμάς· ἐκκρούονται γάρ, ὡς εἴρηται, ὑπὸ τῶν μεθ’ ἡμέραν κινήσεων μεγάλων οὐσῶν τῶν γινομένων ἐν τοῖς αἰσθητηρίοις ὑπὸ τῶν αἰσθητῶν. ἄν γὰρ μὴ ὦσι, φησί, σφόδρα μεγάλαι καὶ ἰσχυραί, ἀλλὰ μικραί, λανθάνουσι. μεγάλων μὲν γὰρ οὐσῶν οὐ γίνεται λήθη, μικρῶν δὲ γίνεται· τῶν γὰρ αἰσθητῶν αἱ κινήσεις μεγάλαι οὖσαι ἐμποδίζουσιν αὐτὰς καὶ οὐκ ἐῶσιν αἴσθησιν ἐμποιεῖν. ἐν δὲ τῷ καθεύδειν διὰ τὸ ἀργεῖν τὰ αἰσθητήρια καὶ αἱ μικραὶ μεγάλαι δοκοῦσιν. ὅτι δὲ καὶ αἱ μικραὶ μεγάλαι δοκοῦσι, πιστοῦται ἐκ τῆς ἐπαγωγῆς· μικροῦ γὰρ ἤχου ἐν τῳ 1 ὁ ἀεὶ νοῶν C καὶ τὸ ἀεὶ a καὶ πάντα σπᾶν R 2 τοῦ om. a expectes τοῦ pro τὸ, sed v. Arist. p. 462b24 3 τινα legit cum Arist. SU (τινας ceteri) μέλλειν συμβαίνει τοῖς οἰκοῦσιν ἐν a ἡρακλείοις S: ἡρακλέους RP 4 βορυσθενίτη C τὸ (post ἐστι) om. CRP 5 ἡ om. a 7 ἐστι] εἰσι a (Arist. L) post αἴτια add. εἶναι a cum Arist. Y καὶ cum Arist. SU] τὰ δέ a (Arist. EMY) 8 τὸ ante σῶμα add. a (Arist.) 12 γνωσόμεθα] p. 80,13 ἢ ψυχικὰ πάθη CRP Soph. 13 προσεχῆ RP καὶ ante οὕτως add. S 14 τοῖς cum Arist. L τοῖς μὴ ceteri) ’) ὅτι ante οὐ add. RP προσῆκον C προσέχειν σφόδρα CRP 18 εἶναι οm. CRP συμβαίνειν S: συμβαίνει a: συμβῆναι CRP 20 καθ’ ἡμέραν CRP ἐὰν Arist. EMY 21 ὦσι μεγάλαι CRP 22 φησιν ἐν CRP μὴ om. 8 23 εἴρηται] p. 460b32 μεθ’ ἡμέραν a: om. ceteri 27 αἴσθητ’ ἠρίων CRP 30 τῶν ἐπαγωγῶν CRP καθεύδειν γεγονότος ἐν τοῖς ὠσὶ δοκοῦμεν βροντᾶσθαι. τοῦτο δὲ οὐκ ἂν 147r ἡμῖν ἐδόκει, εἰ μὴ αἱ μικραὶ κινήσεις μεγάλαι ἐδόκουν ἐν τοῖς ὕπνοις. δοκοῦσι δὲ μεγάλαι διὰ τὸ τὰ αἰσθητήρια τότε ἀργεῖν. p. 463a16 ᾿Επεγειρομένοις δὲ ταῦτα φανερὰ τοῦτον ἔχοντα τὸν τρόπον. Τουτέστιν ἐγερθεῖσι δὲ φανερὸν γίνεται, ὅτι ταῦτα πάντα μιικαρά ἐστιν. ἐγερθέντες γὰρ ἔτι ἔχομεν αἴσθησιν καὶ τοῦ ἐν τοῖς ὠσὶ μικροῦ ἤχου, ὅτι μικρός ἐστι, καίπερ μεγάλου ἐν τοῖς ὕπνοις δοκοῦντος, καὶ τῶν ἄλλων πάντων· ἃ σαφῶς καταλέγει. πιστωσάμενος δέ, ὅτι ἐν τοῖς ὕπνοις αἱ μικραὶ κινήσεις διάδηλοι γίνονται, λέγει ὅτι ταῦτά ἐστι καὶ σημεῖα τῶν μελλόντων ἡμῖν συμβαίνειν. τὸ γὰρ δοκεῖν ἐν τοῖς ὕπνοις μέλιτος ἀπογεύεσθαι γεύεσθαι σημεῖόν ἐστι τοῦ μέλλειν ἡμᾶς νοσῆσαι· ἀρχὴ γὰρ τῆς νόσου τὸ φλέγμα. καὶ ἐπεὶ πάντων αἱ ἀρχαὶ μικραί, ὡς εἴρηται πολλάκις, τῷ μεγέθει, τῇ δὲ ποιότητι καὶ τῇ δυνάμει μεγάλαι. καὶ αἱ τῶν νόσων ἀρχαὶ μικραὶ ἂν εἶεν. ἀλλὰ μὴν τὰ μικρὰ δέδεικται ὅτι ἐν τῷ καθεύδειν γίνονται δῆλα· καὶ αἱ τῶν νόσων ἄρα ἀρχαὶ ἐν τῷ καθεύδειν ἔσονται δῆλαι. εἰ δὲ τοῦτο, φανερόν, ὅτι ἔνια τῶν ἐν τοῖς ὕπνοις σημεῖά ἐστι τῶν μελλόντων ἡμῖν περὶ τὸ σῶμα συμβαίνειν παθῶν. ἐγὼ γὰρ ἰδὼν ἐν ὕπνῳ ὤν, ὅτι διηρχόμην ἔν τινι τόπῳ βορβορώδει καὶ δυσώδει, μετ’ ὀλίγας ἡμέρας νενόσηκα· οἱ γὰρ παχεῖς καὶ γλίσχροι καὶ σεσημμένοι χυμοί, οἵπερ αἴτιοι γεγόνασι τοῦ νοσῆσαί με, ἐν τῷ καθεύδειν γεγόνασί μοι διάδηλοι. ἦν οὖν σημεῖον ἡ ἐμὴ πρὸς τὸν βορβορώδη τόπον παρέλευσις τοῦ νοσῆσαί με. δι’ ὃ προσέχειν χρὴ τοῖς τοιούτοις. p. 463a17 Ὤστ᾿ ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί. ᾿Επεὶ οὖν, φησί, μικραὶ πάντων αἱ ἀρχαί, δηλονότι καὶ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων τῶν ἐν τῷ σώματι μελλόντων γίνεσθαι μικραὶ ἔσονται· τοῦτο γὰρ λείπει. εἰ δὲ τοῦτο, φανερόν, ὅτι ἐν τοῖς ὕπνοις ἔσονται καταφανεῖς. ὡς γὰρ εἴρηται, τὰ μικρὰ ἡμῖν τότε δῆλα γίνεται. ὥστε οὐδὲν θαυμαστόν, εἰ αἱ μικραὶ κινήσεις ἐν τοῖς ὕπνοις τῶν ἐσομένων αἴτιαι ημιν γινοντι. 3 ἀργεῖν a: ἀργεῖν δοκοῦσι μὲν οὖν μεγάλαι coteri fi δὲ oin. RP 7 ἔγομεν ἔτι CRP 8 μικρά RP μεγάλα P: auceps R δοκοῦντα RP 9 δέ om. C 10 κατάδηλοι CRP 13 εἴρηται] De gea. anim. E 7 p. 788a13 13. 14 τῶ δὲ μεγέθει καὶ τῆ ποιότητι μεγάλαι CRP 15 ἄν εἶεν Sa: μὲν εἶεν ἄν CRP IG ἄρα om. RP 18 συμβαίνειν περὶ τὸ σῶμα παθῶν CRP ὤν om. P 20 σεσημμένοι SCRP Soph.: νενοσημένοι a 20. 21 τοῦ νοσῆσαί με Sa: μοι τῆς νόσου CRP 25 ἁπάντων S πάντων αἱ ἀρχὶ μικραί C 26 τῶ—ὅτι ἐν (27) om. P τοῖς σώμασι C 28 γίνονται a 29 οὐδὲ RP 29. 30 ἡμῖν αἰτίαι CRP, αἰτίαι etiam Sa p. 463a21 ᾿Αλλὰ μὴν καὶ ἔνια γε τῶν καθ’ ὕπνον φαντασμάτων 147r αἴτια εἶναι τῶν ἑκάστου πράξεων, οὐκ ἄλογον. Εἰπὼν τίνα εἰσὶ τῶν ἐνυπνίων σημεῖα, λέγει καὶ τίνα αἴτια, καί φησιν· ὥσπερ μέλλοντες πρᾶξαί τι ἢ καὶ πράσσοντες ἐν τοῖς ὕπνοις εὐθυονείρως τούτοις σύνεσμεν (οὕτως γὰρ εὐθυνειροῦμεν, ὡς μὴ ἄλλο τι, ἀλλ’ ἐκεῖνο αὐτὸ ἀπαραλλάκτως θεᾶσθαι, ὅπερ ἐπράττομεν), αἴτιον δὲ τοῦ ὁρᾶν ἐν τοῖς ὕπνοις τὰ πραττόμενα ἡμῖν ἐγρηγορόσιν τὸ προοδοποιεῖσθαι τὴν διάνοιαν ἡμῶν ἀπὸ τῶν πράξεων (ὡς γὰρ τὰ πεπονθότα σώματα ἐπιτηδείως περιπίπτει ταῖς νόσοις, οὕτω καὶ ἡ προοδοποιηθεῖσα καὶ προκινηθεῖσα διάνοια ὑπὸ τῶν ἐγγινομένων ἐν τῇ καρδίᾳ κινήσεων εὐθυονείρως αὐτοῖς σύνεστιν), ὡς οὖν ἐπὶ τούτων, οὕτω πολλάκις ἀναγκαῖον καὶ τὰς καθ’ ὕπνον κινήσεις ἀρχὴν εἶναι τῶν καθ’ ἡ μέραν πράξεων. ὅσα γὰρ φανέντα ἐν τοῖς ὕπνοις τὴν διάνοιαν ἐπὶ τὰς ἐνεργείας ἐφίστησιν, ὑπομνήσαντά τινος τῶν πρώτων, ταῦτα αἴτια λέγομεν. ὡς γὰρ ἐγρηγορότες πολλάκις διανοούμεθά τι, ὅπερ αἴτιον ἡμῖν γίνεται τοῦ ποιῆσαι ἢ πρᾶξαι ἢ εὑρεῖν ἄλλο τι (διανοηθεὶς γάρ τις ἐξαίφνης τι καὶ ἐκ τούτου εὑρηκὼς ἄλλο τι λέγει τοῦ εὑρεθέντος αἴτιον εἶναι τὸ διανοηθέν), οὕτω καὶ ἐν τοῖς ὕπνοις ἠρεμοῦσα ἡ διάνοια ἐκ τῶν ἐν τῇ καρδίᾳ τύπων διανοεῖται ἄλλο τι, ὑφ’ οὗ συμβαίνει πρᾶξαι ἄλλο τι, καί φαμεν, ὅτι τοῦ πραχθέντος αἴτιον τὸ φανέν. ὅτι δὲ ἀπὸ ἄλλων τινῶν συμβαίνει ἡμᾶς ἄλλα διανοεῖσθαι, δῆλον. ἰδὼν γὰρ πολλάκις λύραν διενοήθην Σωκράτην, καὶ ἐκ Σωκράτους τρίγωνον. καὶ οὐ δὴ τὸ ἄλλου αἴτιον ἄλλου φαμέν. ἐπεὶ καὶ ὁ κόπος, αἴτιος ὢν τοῦ πυρετοῦ, ἄλλος ἐστὶ παρὰ τὸν πυρετόν. καὶ ἐγὼ δὲ πολλάκις ἐν ὕπνῳ ῥόδα λευκὰ ἰδὼν μεθ’ ἡμέραν ἔλαβον παρά τινων δῶρα. ἃ δὴ ῥόδα αἴτια καὶ ἀρχὴν τῶν δώρων λέγομεν. ἔστιν οὖν, ὥσπερ ἡ ἐν τῇ ἡμέρᾳ πρᾶξις αἰτία τῶν ἐν νυκτὶ γινομένων | ἡμῖν ἐνυπνίων ἡ φαντασμάτων, οὕτως 147v οὐδὲν κωλύει καί τινα φαντάσματα αἴτια εἶναι τῶν μεθ’ ἡμέραν πράξεων. ταῦτα δὲ ἁρμόζει ἐπὶ τῶν πράξεων λέγεσθαι τῶν ὑφ’ ἡμῶν πραχθησομένων οὐ διὰ μακροῦ, ἀλλὰ συντόμως. τὰ μὲν οὖν ὡς αἴτια καὶ σημεῖα ταῦτα. 2 ἑκάστου RP: ἑκάστων C: auceps S: οἰκείων ἑκάστῳ a (Arist.) εὔλογον C 3 νῦν ante λέγει add. CRP post φησιν add. ὅτι CRP 4 ἐν τοῖς ὕπνοις πράσσοντες Sa εὐνονείροις—ὕπνοις (7) om. RP 7 ἐγρηγορόσιν] ὁρῶμεν P, e corr. R τὸ] τῶ P, e corr. 11 προοδοποιῆσαι G 8.9 πίπτει GKP 12 ἀρχὰς CRP (Arist. EMY) ante τῶν add. πολλάκις CRP καθ’ ἡμᾶς C 16 διανοηθεὶς—εἶναι εἶναι τὸ (17) om. Sa 17 διανοηθέν] δυνηθῆναι a 18 ὑφ᾿—ἄλλο τι (19) (τί ἕτερον RP) SCRP: om. a 20 ἄλλα συμβαίνει ἡμᾶς CRP 21 διενοήθη P: anceps R ἐκ Σωκράτους SC: σωκράτην RPa 22 δὴ Sa: δεῖ εἰ C, prius R: δεῖ θαυμάζειν εἰ P, e corr. R ἄλλου S: ἄλλω C: ἄλλο RP: τινὸς a alt. ἄλλου] ἐκεῖνο a: ἄλλο conicio φανὴ P, e corr. R post φαμὲν add. εἶναι τὸ αἰτιατόν a καὶ ὁ oin. Sa 23 δὲ om. 24 ῥόδον ἰδὼν RP παρά τινων δῶρα μεθ᾿ ἡμέραν ἔλαβον C: ἀπό τινων μεθ’ ἡμέραν δῶρα ἔλαβον RP ἁ] τὰ a ῥόδα] τῶν δώρων RP αἴτιον a 25 τῶν δώρων SC (post λέγομεν C): τῶν ῥόδων a: om. RP ἔστιν οὖν] in epanalepsi v. 27 anacolutlion oritur ἡ] καὶ CRP ταῖς ἡμέραις a 26 ἐν τῆ νυκτὶ φαινομένων RP ἐνυπνίων ἢ cm. CRP p. 463a31 Τὰ δὲ πολλὰ συμπτώμασιν ἔοικε. 147v Λέγει δὲ ὑπερβατὰ τὰ ὑπὸ ἄλλων πρα·χθησόμενα καὶ ἁπλῶς, ὧν μὴ ἔστιν ἐν ἡμῖν ἡ ἀρχή. ποῦ γὰρ ἐν ἐμοὶ ἀρχὴ τῆς μελλούσης ἐν Περσίδι γίνεσθαι ναυμαχίας ἢ πολέμου; ἀλλ’ ὅμως συμβαίνει ἢ καθαρώτατα ἰδεῖν με, ὅτι γίνεται ἐν Περσίδι πόλεμος, καὶ ἀποβῆναι τοῦτο καὶ γενέσθαι, ἢ καὶ αἰνιγματωδῶς· λέγω δὲ αἰνιγματωδῶς, ὅταν ἀπ’ ἄλλου ἄλλο ἀποβῇ, οἷόν τί φημι· ἐθεάσατο ὁ ἐμὸς ἑταῖρος ἐν ὕπνῳ, ὡς ἀπέστειλεν αὐτῷ γυνή τις μηλοπέπονας λεπτοὺς καὶ ἐπιμήκεις, ἔχοντας οὐρὰς σκορπίων· μετὰ δὲ ὀλίγας τινὰς ἡμέρας ἐλυπήθη ὑπ’ ἐκείνης τῆς γυναικός. εἰσὶν οὗν ἄλλο μὲν οἱ μηλοπέπονες, ἄλλο δὲ τὸ ἀποβάν, ἡ λύπη. σαφηνίζει δὲ αὐτός, πῶς ἐοίκασι συμπτώμασι, καί φησιν· ὥσπερ γὰρ πολλάκις συμβαίνει, μεμνημένον ἐμὲ Σωκράτους, ἐλθεῖν Σωκράτην, οὕτω καὶ ἰδόντα ἐν ὕπνῳ ναυμαχίαν, Χίαν, συμβαίνει γίνεσθαι ναυμαχίαν. καὶ ὥσπερ οὐκ ἔστι τῆς τοῦ Σωκράτους ἀφίξεως αἴτιον τὸ μεμνῆσθαι ἐκείνου, ἀλλὰ συμβαίνει, μεμνημένον με ἐκείνου, παραγεγονέναι, οὕτως οὐδὲ τὸ ἐνύπνιον αἴτιόν ἐστι τῆς ναυμαχίας, ἀλλὰ σύμπτωμα. καὶ διὰ τὸ εἶναι συμπτώματα τὰ πολλὰ τῶν ἐνυπνίων οὐκ ἀποβαίνει. ΄Οτι δὲ πολλὰ τῶν ζῴων ὀνειρώττει, δῆλον· κύνες γὰρ κοιμώμενοι μινυρίζουσιν. εἰσὶν οὖν τὰ ὄναρ θεάματα θεόπεμπτα μὲν οὐδαμῶς, ὥσπερ εἴρηται, δαιμόνια μέντοι· ἡ γὰρ φύσις ἡμῶν δαιμονία οὐσα προορᾷ τὰ μέλλοντα, ὥσπερ εἴρηται. λέγει δέ, ὅτι ὅσων ἀνθρώπων ἡ φύσις ἐστὶν ὡσπερεὶ λάλος καὶ μελαγχολική, οὗτοι παντοδαπὰς ὄψεις ὁρῶσιν. ὡς γὰρ οἱ λάλοι πολλὰ λέγουσιν, οὕτω καὶ οἱ μελαγχολικοὶ διὰ τὴν πολλὴν κίνησιν παντοδαπὰ βλέπουσιν (ἡ γὰρ μελαγχολία, ὡς πολλάκις εἴρηται, πνεύματός ἐστι πολλοῦ καὶ σφοδροῦ κίνησις) καὶ διὰ τὸ πολλὰ κινεῖσθαι μᾶλλον ἐπιτυγχάνουσιν. ὡς γὰρ οἱ ἐρίζοντες οὐχ ἓν ἁρπάζουσι, εἴτε στέφανος εἴθ’ ὅτι ἄν εἴη τὸ ῥιπτούμενον, ἀλλὰ πολλά (καὶ γὰρ τὰ ῥιπτούμενα πολλά), οὕτω καὶ οἱ μελαγχολικοὶ διὰ τὸ πολλὰς κινεῖσθαι κινήσεις (ἑν κινήσει γὰρ ἀεὶ τὸ ἐν τῇ καρδίᾳ αὐτῶν πνεῦμα καὶ αἷμα) πολλῶν ἐπιτυγχάνουσι. καὶ ὥσπερ, φησί, καὶ λέγεται· ἄν πολλὰ βάλλῃς, ἄλλοτε ἀλλοῖον 4 γίνεσθαι ναυμαχίας a: γενέσθαι ναυμαχίας S: ναυμαχίας γενέσθαι CRP πόλεμος C καθαρώτερον RP: καθαρωτέρως C 5 γίνεται] ἔσται CRP τοῦτον RP 6 λέγω δέ δὴ a) αἰνιγματωδῶς Sa: om. CRP καὶ ante ἄλλο add. RP 7 καθ ὕπνον RP 9 τινὰς om. SP ἐλυπήθην C μέν post εἰσὶ add. CRP ἄλλοι RP 10 μὲν ouQ. RP 11 συμβαίνει om. RP 11. 12 μεμνημένου ἐμοῦ RP 12 Σωκράτους] σωκράτην C 13 γενέσθαι RP 14 με post μεμνῆσθαι add. CRP μεμνημένου μου CRP 15 παραγενέσθαι RP ἐστὶ] γίνεται a 16 εἶναι σύμπτωμα RP τὰ a: om. ceteri 19 οὑν] μὲν RP 20 ἡμῶν om. RP 21 ἐστὶν ἡ φύσις CRP 22 ὡσπερανεὶ CRP (Arist. EMYL) 23 πολλὰ] παντοδαπὰ CRP 24 ἡ] ὡς CRP πολλάκις εἴρηται post γὰρ add. CRP ὡς πολλάκις εἴρηται S: om. ceteri, v. p. 39,22 26 εἴτε στέφανος εἴθ’ a: μῆλον ἢ στέφανον ἡ C: μᾶλλον ἢ ’στ’. ἡ S: μῆλον ἢ ὀστέον ἡ RP 27 ῥιπτόμενον RP πολλὰ τὰ ῥιπτούμενα RP Soph. 29 καὶ αἷμα om. CRP 30 καὶ (post φησί) om. a βάλῃς S (Arist. S) Commeut. iu Arist. XXII 1. Mich, in Parva Nat. 6 βαλεῖς, οὕτω καὶ ἐπὶ τούτων. ἢν γάρ τις ἕνα ὀιστὸν βάλλῃ, ἢ οὐδ’ ὅλως 147v ἂν ἐπιτύχῃ ἢ ἅπαξ· ὁ δὲ πολλούς, ἄλλοτε ἄλλο μέρος ἀνάγκη τῆς θύρας μεταβάλλειν. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν πολλὰς ὄψεις ὁρώντων· τῶν· ἀνάγκη γὰρ καὶ τούτους πολλῶν ἐπιτυγχάνειν. Ἡ μὲν οὖν διάνοια αὕτη, ἡ δὲ λέξις ἡ ὁμοίοις θεωρήμασιν ἐπιτυχεῖς ὄντες τούτοις ἢ παρέλκει ἢ εἴη ἂν λέγουσα· τὰ ἐπὶ τοῖς ὕπνοις ἐπιτυγχανόμενα θεωρήματα ὅμοιά εἰσι τοῖς ἁρπαζομένοις ὑπὸ τῶν ἐριζόντων. οὐκ ἀποβαίνουσι δέ, φησί, πάντα τὰ ὀνείρατα, διότι οὐδὲ πάντων τῶν σημείων τῶν μελλόντων γίνεσθαι ἐν τοῖς ἡμῶν σώμασιν ὁρῶμεν ἀπόβασιν. εἶδε γάρ τις, ὅτι βαδίζει εἰς νοσώδη τόπον, καὶ ἦν τοῦτο σημεῖον τοῦ μέλλειν αὐτὸν νοσῆσαι· οὐ νενόσηκε δὲ διὰ τὸ γεγονέναι ἄλλην ταύτης κυριωτέραν κίνησιν. διεγερθεῖσα γὰρ ἡ φύσις καὶ συμπέψασα τοὺς χυμούς, ἀφ’ ὧν ἔμελλε νοσῆσαι, οὐ νενόσηκεν. ἀλλὰ μὴν οὐδὲ τὰ τῶν ὑδάτων σημεῖα πάντα ἀποβαίνει. ἔστι μὲν γὰρ σημεῖον βροχῆς ἡ ὑπὸ σελήνην συνισταμένη ἅλως, ἀλλ’ ὅμως πολλάκις γεγονυῖα, οὐ βρέχει διὰ τὴν ἐξαίφνης τῆς ξηρᾶς ἀναθυμιάσεως ἐπικράτειαν· πνεύματος δὲ σημεῖόν ἐστι τὸ μὴ ὁλόκυκλον φανῆναι τὴν σελήνην, ἀλλ’ ἡμίσειαν, | ὡς ἐν τἀς 148r Μετεώροις δέδεικται. ἄν οὖν ἄλλη, φησί, γένηται κίνησις κυριωτέρα τῆς κινήσεως, ἀφ’ ἧς συνέστη ἡ ἅλως, ἥτις ἅλως σημεῖον ἦν βροχῆς, οὐ γίνεται βροχή. τὸ δὲ μελλούσης παρέλκει. ὅτι δὲ πολλὰ καλῶς βουλευθέντα οὐκ ἀποβαίνει ἢ διὰ θάνατον τῶν βουλευσαμένων ἢ δι’ ἄλλας τινὰς αἰτίας, οὐδεὶς ἀγνοεῖ. τὸ δὲ ὅλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν ἴσον ἐστὶ τῶ ῾οὐ πᾶν γίνεται τὸ μέλλον γενέσθαι᾿. ἐσόμενον δ’ ἐστὶ τὸ μέλλον ἐξ ἀνάγκης γενέσθαι, μέλλον δὲ τὸ ἐνδεχόμενον καὶ γενέσθαι καὶ μὴ γενέσθαι, ὡς ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηται. p. 463b31 Περὶ δὲ τῶν μὴ τοιαύτας ἐχόντων ἀρχὰς ἐνυπνίων, ἀλλ’ ὑπερορίας ἢ τοῖς χρόνοις. ῾Υπερόρια τοῖς χρόνοις λέγεται, ἅπερ ἀποβαίνει μετὰ πολὺν χρόνον. τὸ δὲ ἢ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν ἐκ παραλλήλου κεῖται, ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον· περὶ δὲ τῶν ἐνυπνίων τῶν μὴ ἐχόντων ἀρχάς, ὧν ἡμεῖς μέλλομεν πράττειν (τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘περὶ δὲ τῶν ἐνυπνίων τῶν μὴ ὄντων αἰτίων, ὧν ἡμεῖς μέλλομεν πράττειν χ 1 βάλῃς S: βάλλεις C Arist. EMY βάλλῃ a: βαλεῖ ceteri 2 ἐπιτύ RP: ἐπιτύχοι conicio 2. 3 ἀνάγκη ἄλλοτε ἄλλο τῆς θύρας μέρος βάλλειν CRP 4 τούτους SRP: τούτοις a: τοῦτον C 5 tert. ἡ om. RP G post ὄντες add. ἐν Arist. 8 πάντα] πᾶν a 10 δυσώδη RP: in mg. βορβορώδη S (cf. Soph.) 11 καὶ ὅμως οὐ νενόσηκε CRP 12 ταύτης om. CRP 18 ἤμελλε SR οὐκ ἐνόσησεν S 14 σημεῖον μὲν γὰρ ἔστι CRP 15 γεγονυίας RP 17. 18 ἐν τοῖς Μετεώροις] Γ 5 p. 376b26? 19 ἅλως (post ἥτις) om. RP 21 δῆλον post ἀποβαίνει add. CRP 22 οὐδεὶς ἀγνοεῖ om. CRP ὅλως τὲ γὰρ C μελλῆσαν a, prius R; μελῆσαν ceteri Soph. ΑΒ 24 καὶ (ante γενέσθαι) om. S 25 ἐν τῆ CRP Περὶ γενέσεως καὶ φθορᾶς] Β 11 p. 337b4ss. 20 post ἐνυπνίων add. οἶας εἴπομεν a (Arist. EMY) 28 ὑπερορία CR λέγει a τὸ γὰρ ἐνύπνιον τὸ ἐμοὶ μὲν ὀφθέν, αἴτιον δὲ ὂν τοῦ μέλλοντος ἐν Περσίδι 148r πραχθήσεσθαι πολέμου οὐκ ἔχει ἀρχὴν οὐδ’ ἐστὶν αἴτιον τοῦ μέλλοντος ὑπ’ ἐμοῦ πραχθῆναι· οὐ γὰρ ὑπ’ ἐμοῦ ὁ τοιοῦτος πόλεμος πραχθήσεται), περ μὲν δὴ τούτων οὐ χρὴ λέγειν. δῆλον γάρ, ὅτι ταῦτα πάντα τὰ ἐνύπνια οὔκ εἰσι κυρίως αἴτια, καίπερ αἴτια λεχθέντα καταχρηστικῶς τῷ αἰτίῳ ἐπὶ τούτων χρησαμένων ἡμῶν, ἀλλὰ συμπτώματα. p. 464a3 Μὴ μέντοι γε ἐν αὐτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν ἰδόντων τὸ ἐνύπνιον. Τὸ λεγόμενόν ἐστι· περὶ δὲ τῶν ἐνυπνίων τῶν ἐχόντων ἀρχήν τινα τῶν μελλόντων ὑπ’ ἄλλου πραχθῆναι, ἀλλ’ οὐχ ὑφ’ ἡμῶν, ὄντος δὲ τοῦ μέλλοντος πρᾶξαι γείτονος καὶ ὅλως μὴ πόρρω κατὰ πολὺ ἡμῶν ὄντος, ἀλλ’ ἐγγύς (περὶ γὰρ τῶν ὑπὸ τῶν πόρρω ὄντων πραχθήσεσθαι μελλόντων εἴπομεν ὡς οὐ χρὴ λέγειν), περὶ μὲν δὴ τῶν ἐνυπνίων τῶν ἐχόντων ἀρχάς, ὧν μέλλει ὁ γείτων πράττειν (τῶν γὰρ ὑπὸ τοῦ γείτονος πραχθῆναι μελλόντων οὐκ ἐπ’ ἐμοὶ ἡ ἀρχὴ τῆς τούτων πράξεως, ἀλλ’ ἐπὶ τῷ μέλλοντι ταῦτα πρᾶξαι, εἰ μὴ λέγοι τις, ὅτι καὶ ταῦτα συμπτώματά ἐστιν, ὥσπερ καὶ τὰ ἔχοντα ἀρχὴν τῶν μελλόντων ἐν Πέρσιδι πραχθῆναι), τοιαῦτα ἄν εἴη μᾶλλον ἢ ὥσπερ λέγει Δημόκριτος. ἐκεῖνος γὰρ ἔλεγεν εἴδωλά τινα ἐμπελάζειν τοῖς ἀνθρώποις, καὶ τούτων τὰ μὲν εἶναι ἀγαθοποιά, τὰ δὲ κακοποιά (ὅθεν καὶ εὔχεται εὐλόγχων τυχεῖν εἰδώλων)· εἶναι δὲ ταῦτα ὑπερμεγέθη καὶ δύσφθαρτα μέν, οὐκ ἄφθαρτα δέ, προσημαίνειν τε τὰ μέλλοντα τοῖς ἀνθρώποις, θεωρούμενα καὶ φωνὰς ἀφιέντα· ὧν φωνῶν καὶ ἐν τοῖς ὕπνοις αἰσθανόμεθά πὼς. λέγει δὲ οὗτος, ὅτι οὐκ εἴδωλα χρὴ αἰτιᾶσθαι (τοῦτο γὰρ πολλάκις δέδεικται ψεῦδος), ἀλλὰ κινήσεις τινάς· ὑφ’ ὧν κινήσεων σχηματιζομένου τοῦ ἀέρος καὶ διὰ τῶν ὤτων ἢ τῶν μυκτήρων ἐν τοῖς ὕπνοις προσπιπτουσῶν τῇ καρδίᾳ ἀνάγκη προορᾶν τὸ μέλλον γενέσθαι. πῶς δὲ κινεῖται καὶ σχηματίζεται, εἴρηται τῷ Ἀλεξάνδρῳ ἐν τῷ Περὶ δαιμόνων λόγῳ. ἔχουσι γὰρ καὶ οἱ λόγοι καὶ αἱ πράξεις ἀρχήν τινα τῶν μελλόντων γίνεσθαι. ὅτι δὲ αἱ μικραὶ κινήσεις ἐν τοῖς ὕπνοις μεγάλαι φαίνοντι, εἴρηται πρότερον. σαφῶς δὲ πάντα καταλέγει. διὰ οὖν τὸ φέρεσθαι τὰς κινήσεις ὡς ἔτυχε καὶ ἐμπίπτειν οἷς ἄν τύχῃ συμβαίνει προορᾶν τὰ μέλλοντα καὶ τοὺς φαύλους. εἰ δὲ θεὸς ἦν ὁ πέμπων, ἐν τῇ ἡμέρᾳ ἔδει βλέπειν αὐτά· τότε γὰρ καὶ γρηγοροῦμεν. 5 οὐδ’ CRP λεχθέντα a: ἐλέχθη ceteri 5. 6 ἐπὶ τούτων oid. RP 6 καταχρησαμένων S 7 γε om. Arist. KMY 8 τὰ ἐνύπνια RP 9 δὲ om. RP 12 καὶ post ὄντων add. C 13 εrπομεν] p.81,2 14 μελλόντων πραχθῆναι CRP 18—22 e Emp. Math. IX 19 18 ἐκπελάζειν S 20 εὐλόγχων S, prius R (cf. Sext. et Zeller Ι5 p. 937 3): εὐλόχων a, e corr. R, Soph.: εὐλόγων CP 21 προσημαίνει a τε a (Sext.): δὲ ceteri 22 καὶ (ante ἐν) CRP 23 εἴδωλον C 25 διὰ post ἢ add. RP 26 προσπιπτουσῶν P, e corr. R Soph.: προσπιπτόντων ceteri 25. 26 προσπιπτ. ἐν τοῖς ὕπνοις CliP Soph. 27 τῷ om. a Περὶ δαιμόνων] cf. p. 84,26 alibi non coinmeraoratur 29 ἔτι δὲ S 29. 30 εἴρηται] p. 78,29 30 σαφῆ RP γοῦν CRP 32 ἔδει ἐν τῆ ἡμέρα S 6* p. 464a22 δὲ εἰκὸς τοὺς τυχόντας προορᾶν· ἡ γὰρ διάνοια 148r τῶν τοιούτων οὐ φροντιστική. Καὶ ἄλλην αἰτίαν ἐπάγει τοῦ τίνος ἕνεκα οἱ τυχόντες τὰ μέλλοντα προορῶσιν, ἀλλ’ οὐχ οἱ σοφοί, καί φησιν, ὅτι ἡ διάνοια τῶν τοιούτων κενὴ οὖσα τῶν ἐκ φιλοσοφίας καλλίστων θεωρημάτων καὶ ἔρημος ἄλλων φροντίδων ῥᾳδίως ὑπὸ τῶν προσπιπτόντων ἄγεται, ἡ δὲ τῶν φρονίμων διάνοια περὶ πολλὰ καταγινομένη καὶ ὑπὸ τούτων κινουμένη οὐχ ὁρᾷ τὰ προσπίπτοντα. τοντα. ὥσπερ γὰρ καὶ ἐγρηγορότες, ἂν σφόδρα διανοώμεθά τι, οὐχ ὁρῶμεν τὸν παριόντα (ἐκκρούει γὰρ ἡ μείζων | κίνησις τὴν ἐλάττονα), οὕτω ν καὶ ἐν τοῖς ὕπνοις κινουμένη ἡ διάνοια ὑπὸ τῶν ἐνόντων κινημάτων ἡ τύπων οὐχ ὁρᾷ τὰ προσπίπτοντα. [εὖ σοι, δαιμόνιε, τῆς ἀγχινοίας. ὡς πολλῶν καὶ καλλίστων ἡμῖν αἴτιος καὶ τῆς ἀληθείας μυσταγωγὸς καθ’ ἑκάστην γίνῃ]. p. 464a24 Καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον, ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσι. Τὸ αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἴσον ἐστὶ τῷ μὴ ἔχειν οἰκείας κινήσεις. οἱ γὰρ ἐκστατικοί (λέγει δὲ ἐκστατικοὺς οὐ τοὺς τέλεον μαινομένους, ἀλλὰ τοὺς ὄντας μεταξύ, φέρε γὰρ οὕτως εἰπεῖν, τῶν τε φρονίμων καὶ τῶν τέλεον μαινομένων), οἱ δὴ ἐκστατικοὶ καὶ μηδὲν ὅλως φροντίζοντες ἤ τι ἀναλογιζόμενοι, ἀλλά, κἄν ἐπίῃ αὐτοῖς ἀναλογίσασθαι, ἀπορρίπτοντες καὶ οὐδὲν ὅλως προσιέμενοι πῶς ἄν ἔχοιεν κινήσεις τινάς; καὶ οἱ μὲν σοφοὶ οὐ προορῶσι διὰ τὸ ἐνοχλεῖσθαι καὶ οἱονεὶ θυροκοπεῖσθαι τὴν διάνοιαν αὐτῶν ὑπὸ τῶν ἐνόντων αὐτοῖς εἰδώλων καὶ τύπων, οἱ δ ἐκστατικοὶ κενὴν ἔχοντες τὴν διάνοιαν καὶ διὰ τοῦτο ἀνενόχλητον εἰκότως αἰσθάνονται τῶν προσπιπτόντων ἔξωθεν. τίνα δὲ τὰ προσπίπτοντα καὶ πῶς, εἴρηται τῷ Ἀφροδισιεῖ ἐν τῷ Περὶ δαιμόνων· ταῦτα γὰρ εἶπε ξενικὰς κινήσεις. μήποτε δὲ ξενικὰς κινήσεις λέγει τὰ μέλλοντα οὐχ ὑφ’ ἡμῶν, ἀλλ’ ὑπ’ ἄλλων πραχθήσεσθαι. ματων- 4 κενὴ in textu, μεστὴ in mg. S 5 τῶν—καλλίστων om. CRP θεωρημ καταγινομένη (7) a: καὶ ἔρημος θεωρημάτων (θεωρήματος C) ὁρᾶ τὸ προσπῖπτον, ἡ δὲ τῶν σοφῶν πλήρης οὖσα τῶν ἐκ φιλοσοφίας καλλίστων θεωρημάτων CRP: θεωρημάτων S 8 ὥσπερ—προσπίπτοντα (11) om. RP cf. Arist. De sensu p. 447a14ss. 10 ἢ SC: καὶ a 11. 12 ad εὖ σοι—γίνη in mg. adnot. ἔξω τοῦτο P, delevi 11 δαιμόνιον R 12 αἴτιον R (prius P?) 12. 13 καθ’ ἑκάστην] ἡμῖν RP 14 καὶ τοῦ] καὶ τὰ S: τοῦ δὲ a (Arist. EMY) ἐνστατικῶν S αἴτιον] βέλτιον S 16 αἱ om. SC οὐκ ἐνοχλοῦσιν om. CRP 17 οἱ] οὐ RP ἐκστατικοὺς om. RP 18 φέρε Sa: χρὴ CRP 19 δὴ] δὲ RP 20 τι om. a 21 ἀπορρίπτοντες et προσιέμένοι a: ἀπορριπτοῦσι et προσίενται ceteri 22 ὀχλεῖσθαι RP 24 καὶ ante κενὴν add. S 25 αἰσθάνονται post ἔξωθεν CRP δὲ om. C ταῦτα post δὲ add. RP 26 εἶπε] φησιν RP p. δέ τινας εὐθυονείρους εἶναι καὶ τοὺς γνωρίμους 148v περὶ τῶν γνωρίμων μάλιστα προορᾶν. ἐπειδὴ μάλιστα τοὺς γνωρίμους ἐν τοῖς ὕπνοις ὁρῶμεν (καὶ γὰρ κἂν ἄλλο τι ἡμῖν φαίνηται, οὗπερ οὐ φροντίζομεν· ὥσπερ ἐμοὶ ἰδόντι τὸν ἐμὸν ἑταῖρον, οὐχὶ τὸν κλεινόν μοι τουτονί, ὅστις ἔτι μοι ζῶν συμπονεῖ περὶ τοὺς λόγους, ἀλλ’ ἄλλον ὀλίγους ἐν φιλοσοφίᾳ πόνους καταβεβληκότα διὰ τὴν τοῦ θανάτου σύντομον προσέλευσιν, ἐγὼ γοῦν ἐκεῖνον πάλαι θανόντα εἶδον καθ’ ὕπνον διαλεγόμενόν μοι, περὶ ὧν ἐγὼ κατ’ ἐκεῖνον ὅλον τὸν μῆνα καὶ ἔτι τὸν πρὸ ἐκείνου οὐκ ἐφρόντισα, πρότερον πολλὰ φροντίσας· ἦσαν γὰρ περὶ ψυχῆς αἱ ἐμαί τε πρὸς ἐκεῖνον ἐρωτήσεις κἀκείνου πρός με αἱ ἀποκρίσεις), ἐπειδὴ οὖν μάλιστα τοὺς γνωρίμους ὁρῶμεν διαλεγομένους μένους ἡμῖν καὶ περὶ ὧν φροντίζομεν καὶ περὶ ὧν οὐ φροντίζομεν, ὀλιγάκις δὲ ἀγνώστους τινὰς καὶ ἀσυνήθεις, τὴν αἰτίαν τούτου διὰ τούτων ἐπάγων φησί· συμβαίνει δὲ τοῦτο διὰ τὸ μάλιστα τοὺς γνωρίμους ὑπὲρ ἀλλήλων φροντίζειν. ἔστι δὲ τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν ἴσον τῷ ῾τὸ δέ τινας· μάλιστα εὐθυονειρεῖν περὶ τῶν γνωρίμων’· εὐθυοοειροῦμεν γὰρ καὶ περὶ ἄλλων τινῶν ἀγνώστων καὶ ἀσυνήθων, ἀλλὰ μάλιστα περὶ τῶν γνωρίμων. ὅτι δὲ καὶ πόρρω ὄντων τῶν φίλων τάχιστα γνωρίζομεν καὶ μᾶλλον αὐτούς, δῆλον ἐκ τῆς πείρας. p. 464a32 Oi δὲ μελαγχολικοὶ διὰ τὸ σφοδρὸν ὥσπερ βάλλοντες πόρρωθεν εὔστοχοί εἰσι. Tὸ ὥσπερ βάλλοντες πόρρωθεν ἴσον ἐστὶ τῷ ᾿ὤσπερ πόρρωθεν ὁρῶντες᾿. ὡς γὰρ τὰ ὀξυωπὰ τῶν ὀρνίθων πόρρωθεν ὁρῶσι καὶ οἱ τοξεύοντες πόρρωθεν τρόπον τινὰ ὥσπερ διὰ χειρὸς διὰ τοῦ βέλους κατέχουσι τὸ τοξευθέν, οὕτω καὶ οἱ μελαγχολικοὶ ὥσπερ πόρρωθεν ἁρπάζοντες εὔστοχοί εἰσι· προαρπάζουσι γὰρ τὸ μέλλον διὰ τὴν κίνησιν· εὐμετάβολον γὰρ ὂν τὸ φανταστικὸν τῶν τοιούτων ταχὺ τὸ ἐχόμενον τῆς ἀρχῆς φαντάζεται. εἰσὶ γάρ τινα, ὥσπερ εἴρηται, ἐχόμενα ὄντα τῶν ἐν ἡμῖν ἐνουσῶν ἀρχῶν, αἵτινες ἀρχαὶ ταχέως κινούμεναι ποιοῦσιν ἡμᾶς ταχέως προορᾶν καὶ τὸ ἐχόμενον αὐταῖς. λέγει δὲ ὁμοίως ἔχειν ταῦτα τοῖς Φιλαιγίδου ποιήμασι· 1 τὸ ante τοὺς add. a (Arist. praeter S) 2 μάλιστα προορᾶν om. S 3 μάλιστα Sa: μᾶλλον CRP ὁρῶμεν ἐν τοῖς ὕπνοις CRP 4 φαίνηται ἡμῖν RP 5 ἀλλ’ ante οὐχὶ add. RP ὅστις ἔτι a περὶ Sa: πρὸς CRP 6 πόνους om. RP λόγους post καταβεβληκότα add. RP 7 οὖν CRP θανόντα πάλαι a 8 καθ’ ὕπνους CRP τοιαῦτα ἄττα post μοι add. CRP 9 μῆνα] καιρὸν a 10 ἐμαί τε] ἐμέ τε a: ἐμαὶ RP 10. 11 πρὸς ἐμὲ RP 12 καὶ περὶ ὧν οὐ φροντίζομεν om. RP 13 συνήθεις C διὰ τούτων τούτου S 15 <τὸ> τὸ conicio 16 τὸ ante τοὺς add. a, v. ad v. 1 17 τὸ cm. 19 καὶ om. C μάλιστα RP (Arist. EMY) 21 σφοδρὸν SCRP Sopb. (Arist. LU, σφόδρα ceteri): σφοδρότερον a 23 πόρρωθεν (ante ὁρῶντες) om. RP 24 ὀρνέων RP 28 φαντάζονται RP 29 εἴρηται] p. 28,4 ss. καὶ γὰρ ἐν ἐκείνοις τὰ ἐχόμενα ὅμοια ἦν τοῖς ἡγουμένοις. οὐ γὰρ ὥσπερ 148v τὰ Εὐριπίδου ποτὲ μὲν ἀπὸ ῾Εχάβης μεταπίπτει εἰς Ἕλληνας ὁ λόγος, ποτὲ δ’ ἀπ’ ἐκείνων εἰς θεράποντα, οὕτω καὶ ἐν ἐκείνοις, ἀλλ’ εἰ περὶ Ἀφροδίτης ἦν τὸ λεγόμενον, πάντα τὰ ἀπ’ ἀρχῆς ἕως τέλους περὶ ταύτης ἦσαν. ὡς οὖν τὰ τοιαῦτα ποιήματα, οὕτω καὶ οἱ ἐμμανεῖς ἐχόμενα τοῦ ὁμοίου βλέπουσιν (εἴρηται δέ, περὶ ποίων ἐμμανῶν, ὅτι περὶ τῶν μεταξύ)· ἡ γὰρ σφοδρότης οὐκ ἐᾷ αὐτὰ ἐκκρουσθῆναι. ὡς γὰρ τὸ σφοδρῶς φερόμενον κῦμα οὐκ ἐκκρούεται ὑπ’ ἄλλου, ἀλλὰ καὶ μᾶλλον ἐκκρούει τὸ προστυχόν, οὕτω καὶ τῶν ἐμμανῶν ἡ κίνησις σφοδρὰ οὖσα οὐκ ἐκκρούεται ὑπ’ ἄλλης κινήσεως. . 464b5 Τεχνικώτατος δ’ ἐστὶ κριτὴς ἐνυπνίων. | Ὥσπερ γὰρ παντός ἐστι κρίνειν τὰ ἐν ἠρεμοῦντι ὕδατι φαινόμενα 149r εἴδωλα, ὅτι ἵππων ἢ ἀνθρώπων εἰσίν, οὐ παντὸς δὲ τὰ ἐν κινουμένῳ εἴδωλα φαινόμενα ὕδατι, ἀλλὰ τοῦ καλῶς καὶ μετὰ πολλῆς προσοχῆς βλέποντος, οὕτως καὶ τὰς εὐθυονειρίας παντός ἐστι κρίνειν, τεχνικώτατος δέ ἐστι κριτὴς ὁ δυνάμενος τὰς ὁμοιότητας θεωρεῖν. ὡς γὰρ ἐν τῷ κινουμένῳ ὕδατι τὸ φαινόμενον πολλάκις ὡς ἀνθρώπου εἴδωλον οὐκ ἔστιν ἀνθρώπου, ἀλλ’ ἵππου, διὰ δὲ τὴν κίνησιν ὁμοιότητά τινα ἀνθρώπου ἀποτελεῖ, οὕτως καὶ ἐν τοῖς ὕπνοις ἐξ ἄλλου εἰς ἄλλο μεταβάλλει τὸ εἴδωλον. ὁ οὖν δυνάμενος τὰς ὁμοιότητας θεωρεῖν, τουτέστιν ὁ δυνάμενος κρίνειν, ὅτι τὰ φαινόμενα ἐν τοῖς ὕπνοις καὶ ἐξ ἄλλου εἰς ἄλλο μεταβάλλοντα ὁμοίως ἔχει τοῖς ἐν τῶ κινουμένῳ ὕδατι φαινομένοις, οὗτος οὐκ ἀπατηθήσεται, ἀλλὰ κρινεῖ, ὅτι τουτὶ τὸ φανὲν ἀνθρώπου εἴδωλον οὐκ ἦν ἀνθρώπου, ἀλλ’ ἵππου εἰς ἄνθρωπον μεταβαλόντος. ἀλλὰ μὴν ἰδὼν ἵππον, τόδε τί μοι συμβέβηκεν, ὥστε καὶ νῦν τὸ αὐτὸ συμβήσεται, ἀλλ’ οὐ τὸ συμβὰν ἐκ τοῦ ἰδεῖν με ἄνθρωπον ἡ μὲν οὖν διάνοια τῶν λεγομένων πάντων αὕτη, ἐν δὲ τῇ λέξει τῇ λεγούσῃ τὰ διαπεφορημένα καὶ διεστραμμένα τὸ διεστραμμένα ὡς δηλωτικὸν ἐπῆκται τοῦ διαπεφορημένα. [Ἐνταῦθα τέλος ἔσχε καὶ τὸ παρὸν βιβλίον καὶ αἱ εἰς αὐτὸ σχολαί.] 2 τὰ del. V μεταπίπτοντος πρὸς ἕλληνας τοῦ λόγου RP 3 θεράποντας CRP τὰ ante ἐν add. RP εἰ περὶ] εἴπερ RP 4 ἕως] ἄχρι RP 4. 5 ταύτης Sa: ἀφροδίτης CRP 7 ἐᾷ αὐτὰ] ἑαυτὰ a 8 κῦμα Sa: κροῦμα CRP ἀπ’ Sa, sed v. Arist. καὶ om. CRP 10 ὐπ’ RP: ἀπ’ SCa 12 ὕδατι φαινόμενα CRP 13 ἐστὶν post ἵππων add. a εἰσίν om. a post ἐν add. τῶ S 13. 14 ὕδατι φ. εἴδωλα C: om. RP 14 προσοχῆς πολλῆς CRP 16 τὰς ὁμοιότητας CRP Arist. cf. v. 20: καὶ τὴν ὁμοιότητα Sa 18 διὰ δὲ Sa: ἔχει δὲ διὰ CRP ἀποτελεῖ om. CRP 19 μεταβάλλει—εἰς ἄλλο (21) om. RP μεταβάλλοντες βάλλοντες RP 22 γοῦν post οὗτος add. KP 24 μεταβάλλοντος CRP ἵππον] εἶπον RP 26 αὕτη] τοιαύτη RP 26. 27 τῆ λεγούσῃ λέξει RP 29 καὶ αἱ—σχολαί om. RP τέλος τῶν σχολίων εἰς τὸ περὶ τῆς καθ’ ὕπνον μαντικῆς add. a, σκέποις με πεντὰς σωτηρικῶν τυπωμάτων add. C