ΣΧΟΛΙΑ ΕΙΣ TO ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. 141v Μετὰ τὸ Περὶ ὕπνου καὶ ἐγρηγόρσεως προτίθεται περὶ ἐνυπνίων ζητῆσαι· τῷ γὰρ περὶ ὕπνου λόγῳ ὁ περὶ ἐνυπνίων ἀκολουθεῖ. πρῶτον οὖν ζητεῖ, ἐν τίνι μορίῳ τῆς ψυχῆς γίνεται τὸ ἐνύπνιον. ἐπεὶ δὲ δύο μόρια τῆς ψυχῆς ἐστὶν οἷς γνωρίζει, νοῦς δηλονότι καὶ αἴσθησις, ζητεῖ, πότερον τοῦ νοητικοῦ πάθος ἐστὶ τὸ ἐνύπνιον, ἢ τοῦ αἰσθητικοῦ. p. 458b3 Εἰ δὴ χρῆσις ὄψεως τὸ ὁρᾶν καὶ ἀκοῆς τὸ ἀκούειν καὶ λῶς δ’ αἰσθήσεως τὸ αἰσθάνεσθαι. Ὅτι μὲν ἡ χρῆσις καὶ ἡ ἐνέργεια τῆς ὄψεως καὶ τῆς ἀκοῆς ὅρασίς ἐστι καὶ ἄκουσις, ἴσμεν. δείκνυσι δὲ διὰ τούτων, ὅτι οὔτε τῆς κατ’ ἐνέργειαν αἰσθήσεώς ἐστι πάθος τὰ ἐνύπνια, οὔτε τοῦ διανοητικοῦ μέρους. ἀλλὰ πρὸ τῆς τῶν κατὰ μέρος σαφηνείας δεῖ ἡμᾶς συντόμως εἰπεῖν, τίνα εἰσὶ καὶ πῶς γίνονται τὰ ἐνύπνια. τῶν ἐν τοῖς αἰσθητηρίοις ἀπὸ τῶν αἰσθητῶν ὑπολειμμάτων (λείπεται γὰρ εἴδωλα ἀπὸ τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις, ὡς προιὼν αὐτὸς δείξει), τούτων δὴ τῶν ὑπολειμμάτων τὰ μὲν σῴζεται καθαρά, τὰ δὲ συγχεῖται διὰ πλῆθος ἀναθυμιάσεως, τὰ δὲ καὶ ἐπικρύπτεται ὑφ’ ἑτέρων. τὰ οὖν μὴ τελείως ἐπισκοτηθέντα τῶν ὑπολειμμάτων, συγκατελθόντα εἰς τὴν καρδίαν τῇ κατιούσῃ ἀναθυμιάσει καὶ προσπίπτοντα τῇ αἰσθητικῇ ἀρχῇ κατὰ τοὺς ὕπνους, παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει κινοῦντα αὐτὴν ποιεῖ τά ἐνύπνια. ταῦτα μὲν οὖν προλελέχθω, δείκνυσι δὲ πρῶτον ὅτι οὔκ εἰσι τῆς κατ’ ἐνέργειαν αἰσθήσεως τὰ ἐνύπνια πάθη. πρότερον δὲ ἡμᾶς ὑπομιμνῄσκει, τί τὸ ὁρᾶν καὶ τί τὸ ἀκούειν λέγων· εἰ δὴ ὄψεως ἐνέργεια 1 titulum praebet a: om. CRP: περὶ ἐνυπνίων in mg. S 2—6 solus a habet ceteri); praecedunt in a Arist. verba p. 458a33—458b3 7. 8 εἰ hic habet a: v. 10 post ἴσμεν ceteri 7 δὴ] δέ Arist. EMY τὸ ὁρᾶν] ὅρασις Arist. 8 δ’] δι’ S: om. Arist. EY 9 μέν a: δὲ ceteri 10 δὲ a: om. ceteri 10. 11 ἐστι πάθος αἰσθήσεως RP 11 τῶν om. a 12 ἐστὶ Ca 13. 14 ἀπὸ—αἰσθητηρίοις om. RP 15 δείξει] p. 459a26 ss. 17 μὲν ante οὖν add. P τελέως CRP 21. 22 ὑπομιμνήσκει ἡμᾶς CRP τὸ ὁρᾶν καὶ ἀκοῆς τὸ ἀκούειν καὶ ὅλως δὲ αἰσθήσεως τὸ αἰσθάνεσθαι, 141v ταῦτα δ’ ἐστὶ τά τε κοινὰ τῶν αἰσθήσεων, τουτέστι σχῆμα καὶ μέγεθος, καὶ τὰ ἴδια, χρῶμα δηλονότι καὶ ψόφος εἴρηται δὲ ἐν τοῖς Περὶ ψυχῆς ἀκριβέστερον, τίνα τὰ κοινὰ αἰσθητὰ καὶ τίνα τὰ ἴδια), εἰ οὗν ταῦτά εἰσι τὰ κοινὰ καὶ τὰ ἴδια αἰσθητά, μύοντες δὲ καὶ κοιμώμενοι ἀδυνατοῦμεν ἐνεργεῖν περὶ ταῦτα, οὐκ ἂν εἴη τὰ ἐνύπνια πάθος τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, σεως, εἴπερ ἐνεργεῖν αὐτήν ἐστιν ἐν τῷ προσβάλλειν τοῖς αἰσθητοῖς, ἐν δὲ τοῖς ὕπνοις καὶ ὅλως μύουσιν ἀδύνατόν ἐστιν ἐνεργεῖν περὶ αὐτά. ἔστι δ’ ὁ συλλογισμὸς τοιοῦτος· ὁ ἐνυπνιαζόμενος οὐκ ἐνεργεῖ περὶ τὰ αἰσθητά· ὁ αἰσθανόμενος ἐνεργεῖ περὶ τὰ αἰσθητά· ὁ ἐνυπνιαζόμενος ἄρα οὐκ αἰσθάνεται κυρίως· οὐδ’ ἄρα τὰ ἐνύπνιά εἰσιν αἴσθησις. ἡ μὲν οὖν διάνοια αὕτη, ἐν δὲ τῆ λέξει τῇ ἀδυνατεῖ δὲ πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν τὸ πάντα περὶ τῶν ζώων εἴρηται· πᾶν γὰρ ζῷον ἀδυνατεῖ μύον ὁρᾶν. p. 458b10 Ἀλλὰ μὴν οὐδὲ τῇ δόξῃ. Δείκνυσιν ὅτι οὐδὲ τῇ δόξῃ τὰ ἐνύπνια αἰσθανόμεθα, ἤτοι οὐδὲ τῆς δόξης εἰσὶ πάθη. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘οὐδὲ τῆς διανοίας’ τὰ γὰρ δινούμενα δοξάζει. ἐπεὶ γὰρ ἐν τοῖς ὕπνοις οὐ μόνον φαμὲν καὶ συγκατατιθέμεθα, ὅτι τὸ προσιὸν ἄνθρωπός ἐστιν (τὸ δὲ συγκατατίθεσθαι δόξης ἐστίν· ἡ γὰρ δόξα οὐδὲν ἄλλο ἐστὶν ἢ ὑπόληψις περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν), οὐ μόνον οὖν φαμεν ὅτι τὸ προσιὸν ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ ὅλως οὐσία, ἀλλὰ καὶ ὅτι λευκὸν ἢ καλὸν τὸ προσιόν (ὁρῶν γὰρ ἐν τοῖς ὕπνοις Σωκράτην οὐ μόνον φημὶ ὅτι Σωκράτης ἐστίν, ἀλλὰ καὶ ὅτι προγάστωρ καὶ ὅτι λευκὸς ἢ καλός), εἰ δὲ τὸ λευκὸν ἢ καλὸν ἡ δόξα ἄνευ αἰσθήσεως οὐχ ὑπολαμβάνει, ἡ δὲ αἴσθησις ἐν τοῖς ὕπνοις οὐκ ἐνεργεῖ, οὐκ ἂν εἴη οὐδὲ τῆς δόξης τὸ ἐνύπνιον πάθος. p. 458b15 Ἔτι παρὰ τὸ ἐνύπνιον ἐννοοῦμεν ἄλλο τι καθάπερ ἐν τῷ ἐγρηγορέναι αἰσθανόμενοί τι. | Καὶ ταῦτα τὸ μὴ εἶναι τὰ ἐνύπνια τῆς δόξης κατασκευάζει. εἰ γὰρ 142r δοξάζοντες ἀεὶ ἐννοοῦμεν ὅτι δοξάζομεν, ἐν δὲ τοῖς ὕπνοις οὐκ ἀεί, δηλονότι οὐκ ἐστι τὰ ἐνύπνια τῆς δόξης. ἔτι, φησί, καὶ τοῦτο δεῖ ἡμᾶς εἰδέναι, ὅτι παρὰ τὸ ἐνύπνιον ἐννοοῦμεν ἄλλο τι. ἰδὼν γάρ τις ἐν ὕπνῳ Σωκράτην ἐννοεῖ, ὅτι ἐν ὕπνῳ τοῦτον ὁρᾶ, ὥσπερ κἀγὼ ἰδὼν ὅτι εὗρον βιβλίον, ὅπερ 2 textum LSU sequitur τά τε a: om. ceteri 2. 3 σχῆμα—δηλονότι καὶ a: εἰσὶ δὲ κοινὰ τῶν αἰσθήσεων σχῆμα καὶ μέγεθος ἡ τὰ ἴδια, τουτέστιν ἴδια δὲ χρῶμα καὶ add. S) SCRP 3 τοῖς] τῆ RP 6 πάθη CRP 7 εἴπερ ἡ ἐνέργεια αὐτὴ e corr. R2 12 τὰ post πάντα add. a 18 ὁ ἄνθρωπος Ca τὸ δὲ—ἄνθρωπός ἐστιν (20) Sa: om. CRP 21 ὁρῶντες PR2 22 φαμὲν CRP 23 εἰ δὲ CRP: εἴ γε τὰ πρῶτα Sa 26 τι ἄλλο a (Arist. LSU) 27 τι Sa: ἔτι CRP 30 post ἔτι add. δέ a 31 ἐν ὕπνω τις CRP Soph. 32 τοῦτο P: anceps R: variant Soph, libri ὄπερ] ὃ RP Soph. πάλαι ἐπόθουν, ἐνενόουν ὅτι τοῦτο τὸ δοκεῖν μοι εὑρεῖν βιβλίον ἐν ὀνείρῳ 142r τοῦτο ὁρῶ. ὁρᾷ γάρ τις ἐνύπνιον καὶ ἐννοεῖ ἄλλο τι, τουτέστιν ὅτι τοῦτο, ὅπερ ὁρῶ, ὄναρ ὁρῶ. ἰδὼν γὰρ ὁ ἐμὸς ἑταῖρος τὸν πάνσεπτον ἡμῶν καθηγεμόνα, ὅτι ἀνέστη ἐκ τῶν νεκρῶν, ἔτι κοιμώμενος ἐνενόει, ὅτι ὄναρ ὁρᾷ τὸν διδάσκαλον ἐγερθέντα. ἀλλὰ καί τις ἰδὼν ἐν ὕπνῳ, ὅτι εὗρε χρυσόν, ἔτι κατεχόμενος τῷ ὕπνῳ ἐδόκει διηγεῖσθαι πρός τινα· οὐκ οἶσθα ὅτι εἶδον ὑπνώττων ὡς εὗρον χρυσόν; ὥσπερ γὰρ ἐν τῷ ἐγρηγορέναι ὁρῶν τινα οὐ μόνον ὁρῶ, ἀλλὰ καὶ ἐννοῶ ὅτι τοῦθ᾿ ὅπερ ὁρῶ ἐγρηγορὼς ὢν ὁρῶ, οὕτω καὶ ἐν τοῖς ὕπνοις. ἰδὼν γὰρ ἐνύπνιον, ἔτι ὑπνώττων ἐννοῶ, ὅτι τοῦτο, ὅπερ ὁρῶ, ἐνύπνιόν ἐστιν. εἰ δὴ οὐ μόνον ὁρῶμεν ἐν τοῖς ὕπνοις τι, ἀλλά καὶ ὁρῶντες διανοούμεθά τι περὶ τοῦ ὁρωμένου, τουτέστιν ἀλλὰ καὶ ἐννοοῦμεν, ὅτι ἐνύπνιόν ἐστι τὸ ὁρώμενον, δηλονότι οὐ πᾶν τὸ ἐν ὕπνῳ φάντασμα ἐνύπνιόν ἐστιν. ἀλλ’ ἐνύπνιον μέν ἐστιν, ὅταν τι ὁρῶν τις μὴ ἐννοῇ, ὅτι ὅπερ ὁρᾷ ἐνύπνιόν ἐστιν· ὅταν δὲ ὁρῶν δύνηται ἐννοεῖν, ὅτι τὸ ὁρώμενον ἐνύπνιόν ἐστιν, ἤδη τοῦτο φάντασμα, ἐνύπνιον δὲ οὐδαμῶς. δοκεῖ γὰρ ἐνύπνια εἶναι, οὐκ ὄντα ἐνύπνια, ἀλλὰ φαντάσματα τῶν κατ’ ἐνέργειαν αἰσθημάτων ὑπὸ τῆς εἰς τὸν ὕπνον καταφορᾶς γινομένων ἰσχύσασιν ἡμῖν ἀντιλαβέσθαι, ὅτι ἐγρηγορόσιν ἐφαντάσθη. τρόπον γάρ τινα ἐγρήγορσίς ἐστι τὸ δύνασθαι ἐννοεῖν, ὅτι τὸ ὁρώμενον ἐνύπνιόν ἐστιν. ὅτι δὲ πολλάκις ἐννοοῦμεν ἄλλο τι, δῆλόν ἐστι τοῖς πειρωμένοις μνημονεύειν τὰ ἐνύπνια ἀναστᾶσιν. ὥσπερ γάρ τινες πειρώμενοι τὰ ἀποστομαισθέντα λόγια μνημονεύειν, μνημονεύουσι μᾶλλον τῶν ἀποστοματιζόντων μὴ πειρωμένων δὲ μνημονεύειν, οὕτω καὶ ἐπὶ τῶν ἐνυπνίων μᾶλλον μνημονεύουσιν ἀναστάντες ἃ εἶδον οἱ ἑαυτοὺς ἠσκηκότες μνημονεύειν τὰ ἐνύπνια. γίνεται δὲ τοῦτο, ὅταν τις ἅμα τῷ ἀναστῆναι τοῦ ὕπνου εὐθὺς ἀνανεῶται ἃ ἑωράκει καθ’ ὕπνους. Ἀλλ᾿ ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη, ἐν δὲ τῇ λέξει τῇ ἤδη γάρ τινες ἑωράκασιν ἐνύπνια τοιαῦτα τὸ λεγόμενόν ἐστιν· ἤδη γάρ τινες ἑωράκασι φαντάσματα τοιαῦτα ἐν ὕπνῳ, ἐν οἷς ἐνενόουν ἄλλο τι παρὰ τὰ φαντάσματα. ὥσπερ δέ, φησίν, οἱ δοκοῦντες κατὰ τὸ μνημονικὸν παράγγελμα τίθεσθαι τὰ προβαλλόμενα, οὕτω καὶ τοῖς ἑωρακόσιν ἐνύπνια τοιαῦτα συμβέβηκεν ἄλλο τι παρὰ τὸ ἐνύπνιον τίθεσθαι πρὸ ὀμμάτων εἰς τὸν τόπον, ἐν ὧ τὸ ἐνύπνιον γίνεται. οὕτω γάρ ἐστι τὸ τῆς λέξεως κατάλληλον· τὸ γὰρ συμβαίνει γὰρ αὐτοῖς ἄλλο τι παρὰ τὸ ἐνύπνιον δηλωτικόν ἐστι τοῦ τίνα εἰσὶ τὰ ἐνύπνια, ἅπερ εἶπε τοιαῦτα. 1 τοῦτο ὃ δοκεῖ CRP 2 prius τοῦτο om. a ὁρᾷ] ὁρῶν RP καὶ om. RP 3 ὁρῶ bis] ὁρᾷ RP bis 4 ὁρᾷ] ὁρῶ S 6 ὡς] ὅτι a 8 ἐγρηγορὼς— ὁρῶ (9) om. RP 1) γάρ om. SC 10 οὐκ ante ἐστιν add. P 11 τουτέστιν —ἐννοοῦμεν om. P ἀνανοοῦμεν R 12. 13 ἐστὶν ἐνύπνιον CRP 13 τι] τινὰ a ὁρᾷ] ὁρῶ S 14 δύνηται a: δύναται coteri 15 εἶναι ἐνύπνια CRP 16 τῶν ante ὑπὸ add. RP 17 τὴν .. καταφορὰν CRP Soph. 20 ἀναστᾶσιν] μετὰ τὴν ἀνάστασιν CRP 25 ἀνανεῶται Soph.: ἀνανεοῦται RP: ἀνανοεῖται SCa 29 ὥσπερ] ὅπερ RP μνημονικὸν Sa (Arist.): μνημονευτικὸν CRP 32 τὸν om. RP οὕτω—τοιαῦτα (34) om. a γάρ ἐστι—δηλωτικόν (34) om. S 33 alt. γὰρ] τὲ C τὸ δὲ πρὸ ὀμμάτων ἴσον ἐστὶ τῷ φανερῶς. τὸ δὲ οἷον οἱ δοκοῦντες 142r κατὰ τὸ μνημονικὸν παράγγελμα τίθεσθαι τὰ προβαλλόμενα δῆλον ἔσται ὧδε· εἴρηκεν αὐτὸς ἐν τοῖς τοπικοῖς, ὅτι δεῖ τοὺς συλλογισμούς, οὓς προβάλλονται οἱ προσδιαλεγόμενοι, τιθέναι ἐν τῷ μνημονικῷ, ὁμοίως δὲ κἄν προβλήματα προβάληται, καὶ τούτων μνημονεύειν, πῶς τε προβληθέντα καὶ πῶς συλλογισθέντα τὰ συλλελογισμένα διέλαθεν, ἵνα καὶ ἡμεῖς ὡς ἀπό τινος τούτων κανόνος ὁρμώμενοι ὅμοια ποιεῖν δυνώμεθα. ὡς οὖν τούτοις συμβαίνει ἀπό τινος συλλογισμοῦ ἢ προβλήματος ἄλλ’ ἄττα συλλογίζεσθαι καὶ προβάλλεσθαι, οὕτω καὶ τοῖς καθεύδουσιν ἄλλο τι παρὰ τὸ ἐνύπνιον τίθεσθαι πρὸ ὀμμάτων, τουτέστιν ἐννοεῖν φανερῶς. τούτων οὕτως εἰρημένων τὸ λεγόμενόν ἐστιν· ὥσπερ οἱ δοκοῦντες κατὰ τὸ παράγγελμα τὸ λέγον ‘δεῖ τιθέναι κατὰ τὸ μνημονικὸν τὰ προβαλλόμενα᾿ ἄλλα προβάλλεσθαι ὡς ἀπό τινος ἀρχῆς τοῦ ἐν τῷ μνημονικῷ τύπου, οὕτω καὶ τούτοις. τὸ δὲ καὶ ὅτι ἐννοοῦμεν ἃ τῇ δόξη ἐδοξάζομεν τοιοῦτόν ἐστι· δοξάζω περὶ τοῦ ἡλίου, ὅτι μείζων ἐστὶ τῆς γῆς· συμβαίνει δὲ ἐν τοῖς ὕπνοις μὴ μόνον ἥλιον ὁρᾶν, ἀλλὰ καὶ ἐννοεῖν, ὅτι μείζων ἐστὶ τῆς γῆς. p. 458b25 Δῆλον δὲ περὶ τούτων ἁπάντων τοσοῦτον, ὅτι τῷ αὐτῷ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα, ὅτι τοῦτ’ αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὸ πάθος. Πάθος λέγει τὴν ἀπάτην. ὥσπερ γὰρ ἐν ταῖς νόσοις τὸ ἀνιὸν παχὺ πνεῦμα τὰ γὰρ ἐν τῇ νόσῳ πνεύματα παχέα καὶ σωματωδέστατα) συνταράττει διὰ τὴν παχύτητα καὶ τὴν ἀπὸ τοῦ πυρετοῦ σφοδρὰν κίνησιν τὸ ὀπτικὸν πνεῦμα καὶ ποιεῖ ἡμᾶς ἀπατᾶσθαι καὶ δοκεῖν τὸ ἓν δύο, ὁμοίως δὲ καὶ τὰς ἐν τοῖς τοίχοις γραμμὰς ὅτι ζῷά εἰσι τὰ γὰρ εἴδη τῶν γραμμῶν χωρὶς ὕλης ἐν τῇ ὄψει ἐμπίπτοντα καὶ στνταραττόμενα καὶ ὡδί πὼς συντιθέμενα διὰ τὴν τοὺ ὀπτικοῦ πνεύματος κίνησιν, ἣ κινεῖται ὕπο του ἀνιόντος παχέος πνεύματος, ἔμφασιν ποιεῖ ζῴου), ὡς οὖν ἐν ταῖς νόσοις, οὕτω καὶ ἐν τοῖς ὕπνοις τὸ τοιοῦτον πνεῦμα αἴτιον ἡμῖν γίνεται ἀπάτης. τῶν γὰρ αἰσθητῶν ποιούντων εἰς τὰ αἰσθητήρια αἴσθησιν, καὶ τὸ γινόμενον ἀπ᾿ αὐτῶν εἰς τὰ αἰσθητήρια πάθος οὐ μόνον ἐνυπάρχει ἐν τοῖς αἰσθητηρίοις ἐνεργουσῶν τῶν αἰσθήσεων περὶ τὰ αἰσθητά, ἀλλὰ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔτι μένει τὰ ἐγκαταλείμματα καὶ οἱ τύποι εἰς τὰ αἰσθητήρια, ὡς προιὼν ἐρεῖ. τούτων τῶν ὑπολειμμάτων ὅσα σῴζεται καὶ μὴ τέλεον ἠφάνισται διὰ πλῆθος | ἀναθυμιάσεως, τῇ αἰσθητικῇ ἀρχῇ προσπίπτοντα 142v 2 μνημονευτικόν CRP 3 τοπικοῖς] Θ 14 p. 163b29 4 μνημονευτικῷ RP 5 προβάλληται CRP τε] γὰρ C 6 συλλελογισμένα a: σεσυλλογισμένα ceteri 8 ἄλλα τε S: ἀλλά τε a 12 λέγον] λεγόμενον RP δεῖ] δεῖν RP μνημονευτικὸν RP ἀλλὰ Sa 13 τύπω CRP 14 καὶ om. P ὅτι ὃ ἐννοοῦμεν τῆ Arist. EMY 15 δὲ om. CRP 17 τό γε τοσοῦτον EMY τῷ αὐτῷ Pa, e corr. R: τὸ αὐτὸ SC, prius R 21 post πνεῦμα add. συνταράττει a παχέα πνεύματα Sa σωματωδεστέρα CRP 21 καὶ] κατὰ S 30 ἐν om. S 30. 31 αἰσθητοῖς RP 33 τῶν om. RP ἐρεῖ] v. ad. p. 60,15 κατὰ τοὺς ὕπνους διὰ τὴν τότε εἰς τὸ κάτω τοῦ πνεύματος παλίρροιαν καὶ 142v κινήσαντα τὴν αἴσθησιν παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει ποιεῖ τὰ ἐνύπνια. ὅταν μὲν οὗν πολλὴ ᾖ ἡ ἀναθυμίασις ἡ κατελθοῦσα, ὥστε λανθάνειν ἡμᾶς καὶ μὴ δύνασθαι ἀντιλαβέσθαι, ὅτι ἐγρηγόραμεν, ἀπατώμεθα καὶ ὁρῶντες τὰ εἴδωλα καὶ ἐγκαταλείμματα τῶν αἰσθητῶν δοκοῦμεν αὐτὰ ἐκεῖνα τὰ ἀληθῆ αἰσθητὰ ὁρᾶν. ὅταν δὲ μὴ οὕτως ᾖ πολλὴ ἡ αἱματικὴ ἀναθυμίασις, ἀλλὰ σύμμετρος, ὥστε μὴ λανθάνειν, οὐκ ἀπατώμεθα, ἀλλὰ λέγομεν ὑπνώττοντες, ὅτι φαίνεται μὲν τὸ εἴδωλον τοῦτο ὅτι Κορίσκος ἐστίν, οὐκ ἔστι δὲ Κορίσκος, ἀλλὰ τὸ ἐγκατάλειμμα καὶ ὁ τύπος τοῦ Κορίσκου. πολλάκις γὰρ ἐγὼ εἶδον ὄναρ, καὶ ὁρῶν διενοούμην ὅτι τούθ’ ὅπερ ὁρῶ ὄναρ ἐστίν. καὶ ὁ ἐμὸς ἑταῖρος ἰδὼν ὅτι εὗρε βιβλίον, ἐδόκει λέγειν ὅτι ὄναρ ἐστίν, ἀλλ’ οὐκ ἀληθὲς τὸ ὁρώμενον. τούτων οὕτως ἐχόντων, δῆλον ὅτι τὸ κατιὸν πνεῦμά ἐστι τοῦ τε ἀπατᾶσθαι ἡμᾶς καὶ μὴ ἀπατᾶσθαι αἴτιον, ὅπερ ἄνω ὂν αἴτιον ἡμῖν ἐν ταῖς νόσοις ἀπάτης γίνεται. ἄν δὴ ὁρῶντες τὸν τύπον καὶ τὸ εἴδωλον ἐν τοῖς ὕπνοις οὕτω κατεχώμεθα ὑπὸ τοῦ πνεύματος, ὥστε μὴ δύνασθαι κρίνειν, ὅτι τύπος ἐστὶν ὅδε τοῦ Καλλίου, ἀλλὰ δοκεῖν ὅτι ἐκεῖνος αὐτὸς ὁ Καλλίας ἐστίν, ἀπατώμεθα. εἰ δὲ πρὸς τῷ ὁρᾶν ἔτι καὶ κρίνομεν, ὅτι οὐκ ἔστιν ὁ Καλλίας, ἀλλ’ ὁ τύπος, οὐκ ἀπατώμεθα. εἰπὼν δὲ τῷ αὐτῷ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα ἐπήγαγε· καὶ ὑγιαίνουσι δὲ καὶ εἰδόσιν ὁμοίως ὁ ἥλιος ποδιαῖος εἶναι δοκεῖ, δυνάμει λέγων, ὅτι καὶ ὑγιαίνοντες πολλάκις ἀπατώμεθα εἴτε διὰ τὴν πολλὴν ἀπόστασιν, καθ’ ἣν ἀφέστηκεν ἡμῶν τὸ ὁρώμενον, ἢ καὶ διὰ τὸ τὴν ὄψιν πάσχειν τι· δοκεῖ γὰρ ἡμῖν ἐν τῷ πλοίω οὖσι κινεῖσθαι ἡ γῆ. εἰ δὲ καὶ ὑγιαίνοντες ἀπατώμεθα, πολλῷ μᾶλλον ἐν ταῖς νόσοις ἀπατηθησόμεθα πολλῆς τῆς κινήσεως οὕσης, p. 458b29 Ἀλλ᾿ εἴτε δὴ ταὐτὸν εἴθ’ ἕτερον τὸ φανταστικὸν τῆς 20 ψυχῆς καὶ τὸ αἰσθητικόν. | Τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἴτε ταὐτόν ἐστιν αἴσθησις καὶ φαντασία 143r σία εἴθ’ ἕτερα εἴρηται δὲ περὶ αὐτῶν, πῶς ἕτεραι καὶ πῶς αἱ αὐταί), οὐδὲν ἧττον οὐ γίνεται ἄνευ τοῦ ὁρᾶν καὶ αἰσθάνεσθαί τι, τουτέστιν ὅλως γίνεται ἀπάτη ἐν τοῖς ὕπνοις χωρὶς τοῦ ὁρᾶν ἀληθές τι. ὥσπερ γὰρ ἡ παρόρασις γίνεται ἐκ τοῦ ὁρᾶν τι καὶ ἡ παράκουσις ἐκ τοῦ ἀκούειν τινός ὁρῶ γάρ τι ἀληθές· ὃ γὰρ ὁρῶ, οὐκ ἔστι μὴ ὄν, ἀλλ’ ὄν τι καὶ 3 πολλὴ ἡ ἀναθυμίασις ᾖ κατελθοῦσα a 4 ἐπιλαβέσθαι RP Soph. ἐγρηγοροῦμεν a ἐγρηγόραμεν etiam Soph.) 6 πολλὴ om. C 1 1 post ἐστίν ras. 18 litt. S 12 λέγων 13 τε] γε C 14 prius αἴτιον om. CRP (habet etiam Soph) 15 κατεχόμεθα CR 16 καὶ post ὥστε add. C 17 δοκεῖ RP (corr. in δοκῆ P) αὐτὸς ἐκεῖνος CRP 18 καὶ ante ὅτι add. RP 19 τῷ αὑτῷ] τὸ αὐτὸ R, e corr. S ταῖς] τοῖς CP 20 ὅμως Arist. 24 τὴν γῆν C 25 καὶ post μᾶλλον add. CR post οὔσης add. τότε CRP 28 ἐστι τοιοῦτον CRP 29 ἕτερον CRP εἴρηται] p. 2,21 ss. καὶ ante περὶ add. RP ἕτερα καὶ πῶς ταὐτὰ CRP 30 alt. οὐδὲν] οὐδὲ conicio 33 οὐκέτι P ἀληθές, οὐ μέντοι ἐκεῖνο, ὃ οἶμαι, ἐστίν, ἀλλ’ ἕτερόν τι· ὁρῶν γὰρ Πλάτωνα φαίνεταί μοι Σωκράτην ὁρᾶν, οὐ μέντοι ἐστὶ Σωκράτης, ὃν οἶμαι ὁρᾶν, ἀλλὰ Πλάτων’), οὕτω καὶ ἐν τοῖς ὕπνοις. ἔστι γὰρ ἡ ἐν τοῖς ὕπνοις ἀπάτη οἷον παρόρασις καὶ παράκουσις. τοῦτο εἰπών, ὥσπερ ἐνστὰς αὐτὸς πρὸς ἑαυτὸν ἐπήγαγεν· ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν μηδὲ ἀκούειν, δυνάμει λέγων· ἢ οὐ καλῶς λέγομεν, ὅτι ἡ ἐν τοῖς ὕπνοις ἀπάτη ὁμοία ἐστὶ παροράσει· ἡ μὲν γὰρ παρόρασις γίνεται ἐκ τοῦ ὁρᾶν τι, ἐν δὲ τοῖς ὕπνοις οὐδὲν ὁρῶμεν. καὶ ἐνστὰς λύει λίαν σαφέστατα. Ἐv δὲ τῇ λέξει τῇ ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότων τὸ τούτων περὶ τῶν ἐγκαταλειμμάτων εἴρηται τῶν προσπιπτόντων ἐπὶ τὴν αἰσθητικὴν ἀρχήν. λέγει δὲ ὅτι ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότων ἡμῶν προσβάλλει τῇ αἰσθήσει, οὐχ οὕτω δὲ προσβάλλει ὥσπερ ἐγρηγορότων. προσβάλλουσι γὰρ οἱ τύποι τῶν αἰσθητῶν τῇ αἰσθητικῇ ἀρχῇ ἐγρηγορότων ἡμῶν καὶ ἐνεργούντων περὶ τὰ αἰσθητά, ὁμοίως δὲ καὶ κοιμωμένων· οὐχ ὁμοίως δέ, ἀλλ’ ἑτέρως καὶ ἑτέρως. καὶ ὅτε μὲν οὐκ ἔστι πολλὴ ἡ κατιοῦσα ἀναθυμίασις, λέγει ἡ δόξα (κοινότερον δὲ δόξαν λέγει τὴν αἴσθησιν, ἡ οὐ κοινότερον τὴν αἴσθησιν λέγει, ἀλλ’ αὐτὴν τὴν διάνοιαν· καὶ γὰρ καὶ ἡ διάνοια, ἧς τὸ δοξάζειν, ἐν τοῖς ὕπνοις ἐνεργεῖ), λέγει οὖν ἡ δόξα, ὅτι ψεῦδος τὸ ὁρώμενον· οὐ γάρ ἐστι τοῦτο ὁ Καλλίας, ἀλλ’ ὁ τοῦ Καλλίου τύπος. ὅτε δέ ἐστι πολλή, κατέχεται ὑπ᾿ αὐτῆς ἡ δόξα καὶ ἀκολουθεῖ τῷ φαντάσματι. ἐπεὶ δὲ διὰ τοῦ πνεύματος, δι’ οὗ ὁ ὕπνος γίνεται, δι’ αὐτοῦ τούτου γίνονται καὶ τὰ ἐνύπνια, ὁ δὲ ὕπνος πάθος τοῦ αἰσθητικοῦ, δηλονότι καὶ τὰ ἐνύπνια πάθος τοῦ αἰσθητικοῦ εἰσι. φανερὸν ἄρα, ὅτι τοῦ αὐτοῦ καὶ ἑνός εἰσιν ὅ τε ὕπνος καὶ τὰ ἐνύπνια. τὸ δὲ εἴθ’ ἁπλῶς εἴτε τρόπον τινὰ γινόμενον ἐπῆκται διὰ τὸ πρότερον εἰρημένον· εἴρηται γάρ, ὅτι οὐ πάντα τὰ ἐν ὕπνῳ φαντάσματα ἐνύπνιά εἰσι. Σαφῆ δὲ τὰ ἑξῆς. ὅτι δὲ καὶ ἀπόντων τῶν αἰσθητῶν ὑπάρχει τι πάθος ἐν τοῖς αἰσθητηρίοις, κατασκευάζει λέγων· ἀπὸ γὰρ τοῦ ἡλίου εἰς τὸ σκότος μεταφέροντες τὴν αἴσθησιν λέγων σκότος τὸν μὴ ὑπὸ τοῦ ἡλίου καταλαμπόμενον τόπον), συμβαίνει μηδὲν ὁρᾶν· ἔτι γὰρ ἔστιν ἡ διάκρισις, ἣν ὑπέστη ὑπὸ τοῦ φωτός. ἀλλὰ κἂν πρὸς ἄλλο τι λαμπρὸν βλέψαντες εἶτα μύσωμεν, ἂν παρατηρήσωμεν κατέναντι τοῦ λαμπροῦ, κεκαλυμμένων τῶν βλεφάρων ὄντων φαίνεται κατ’ εὐθυωρίαν, ὅπου τὰ ὄμματα ἐσφαλισμένα ὄντα ἀφορᾷ, ἅτινα σαφῶς καταλέγει. οὐ μόνον δὲ ἀπό τινων λαμπρῶν μεταβάλλει καὶ κινεῖται τὰ ὄμματα, ἀλλὰ καὶ ἀπὸ τῶν κινουμένων πάσχει καὶ αὐτὰ καὶ κινεῖται, ὥστε φαίνεσθαι ἡμῖν τὰ ἠρεμοῦντα ὅτι κινεῖται. ἀλλὰ κἄν ὕδωρ σφοδρῶς κινῆται, συμπάσχει καὶ συγκινεῖται ἡ ὄψις. καὶ ἀπὸ τῶν ἰσχυρῶν δὲ ὀσμῶν γίνονται 1 οἴομαι RP ὁρῶντι HP 2 οἴομαι CRP 8 λίαν om. S 9 ἐγρηγορότος S Arist. (Arist. S ἐγρηγορότως) 10 τὸ om. RP 11. 12 ἐγρηγορότος Arist. 18 καὶ (post γὰρ) om. RP 22 οἱ ὕπνοι γίνονται a γίνονται SC: γίνεται RPa 24 πάθη P: anceps R εἰσι om. CRP 24. 25 εἰσὶ καὶ ὁ ὕπνος CRP 25. 26 γενόμενον a (Arist. U) 32 ὑπέστην C 34 ὄντων τῶν βλεφάρων a (τῶν βλ. ὄντων etiam Soph.) 39 συγκλείεται RP1 Comment. in Arist. XXll 1. Mich. in Parva Nat. 5 δύσοδμοι, καὶ ὅλως ἐπὶ πάντων ὁμοίων ταῦτα τὰ λεγόμενα (ἦσαν δὲ ὅτι καὶ ἀπόντων τῶν αἰσθητῶν ἐμμένουσιν ἐγκαταλείμματά τινα) καὶ τοῦτον συμβαίνει τὸν τρόπον. Ἡ μὲν οὖν διάνοια αὕτη, ἐν δὲ τῇ λέξει τῇ καὶ γὰρ ἡ ὄψις τῶν λαμπρῶν καὶ ἐχόντων χρῶμα ὄψιν τὸν ὅλον ὀφθαλμὸν εἴρηκε. λέγει δὲ καὶ ὅτι εὐλόγως ἐν τῷ τῶν καταμηνίων καιρῷ τὰ ὄμματα μεταβάλλει· τοῦ γὰρ σώματος ὅλου τότε μεταβάλλοντος ἀνάγκη συμμεταβάλλειν καὶ τὰ ὄμματα. εἰπὼν δὲ τὰ ὄμματα, τρέψας εἶπε τὴν λέξιν ἀρρενικῶς εἰπών· καὶ γὰρ φύσει τυγχάνουσι φλεβώδεις ὄντες· οἱ γὰρ ὀφθαλμοὶ φλεβώδεις. λέγει δὲ καὶ ὅτι, ὥσπερ ἐπὶ τῶν γυναικῶν γινομένων τῶν καταμηνίων γίνεταί τι πάθος περὶ τὰ ὄμματα αἱματικόν, οὕτω γίνεται καὶ ἠμὶ ἐν τῇ τοῦ σπέρματος προέσει. οὐ φαίνεται δὲ ἐνορῶσιν εἰς τὸ κάτοπι ἰὰ τὸ τὸ σπέρμα φύσει λευκὸν εἶναι. | p. 460a14 Ὁ δὲ χαλκὸς διὰ τὸ λεῖος εἶναι ὁποιασοῦν ἁφῆς 143v αἰσθάνεται μάλιστα. Τὸ αἰσθάνεται μάλιστα ἴσον ἐστὶ τῷ ‘αἰσθητὰς μάλιστα καὶ διαδήλους ἡμῖν ποιεῖ τὰς ἐν αὐτῷ κηλῖδας᾿. ὥσπερ γὰρ ἐν τοῖς λείοις σώμασι μάλιστα γίνεται ὁ ψόφος διὰ τὸ μὴ θραύεσθαι ἐν αὐτοῖς τὸν ἀέρα μηδ’ ὅλως εἰς λεπτότατα κατακερματίζεσθαι, οὕτω καὶ ἐν τοῖς λείοις κατόπτροις αἱ κηλῖδες διάσηλοι γίνονται διὰ τὸ μένειν συνεχεῖς καὶ ὡς εἰπεῖν μία διὰ τὴν τοῦ κατόπτρου λειότητα ἐν δὲ τοῖς μὴ λείοις οὐχ ὁρῶνται, ὅτι κατακερματίζονται εἰς λεπτότατα διὰ τὴν τοῦ ἐνόπτρου ἀνωμαλίαν· τὸ δὲ λεπτότατον οὐκ εὐαίσθητον. τὸ μὲν οὗν λεῖόν ἐστιν αἴτιον τῆς συνεχείας, τὸ δὲ καθαρὸν τοῦ διαδήλους γίνεσθαι. κἂν γὰρ ᾖ καθαρὸν μὴ λεῖον δέ, εἰς μικρὰ κατακερματισθὲν διὰ τὴν ἀνωμαλίαν οὐ ποιήσει αἴσθησιν. ὅτι δὲ ἐν τοῖς καθαροῖς ἐνόπτροις εἰς βάθος ἐμφαίνονται αἱ ἐν αὐτοῖς κηλῖδες, δῆλον. ὅτι δὲ καὶ ἡ αἴσθησις ταχεῖα καὶ ταχέως ἀντιλαμβάνεται τῶν ἀπὸ τῶν αἰσθητῶν εἰδώλων, οὐδὲ τοῦτο ἄδηλον. p. 46026 Μαρτυρεῖ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τοὺς οἴνους καὶ τὴν μυρεψίαν συμβαίνονοτα. Εἰπὼν ὅτι μὲν οὖν καὶ ὑπὸ τῶν μικρῶν διαφορῶν γίνεται κίνησις, πίστιν τούτου παράγει τὰ περὶ τὴν μυρεψίαν γινόμενα. τὸ γὰρ παρασκευασθὲν ἔλαιον ταχέως λαμβάνει τὰς τῶν πλησίον ὀσμάς· 1 δύσοσμοι CRP (Arist. praeter SU) ταὐτά Sa 2 alt. καὶ a: om. ceteri 10 δὲ ὅτι CRP 13 alt. τὸ om. RP 14 μὲν post διὰ add. a (Arist.) λεῖος] καθαρὸς Arist. EMY 15 μάλ. αἰσθ. Arist. MSU 16 αἰσθάνεσθαι μᾶλλον RP 17 τὰς—κηλῖδας ἡμῖν ποιεῖν CRP ποιεῖ S: ποιεῖν ceteri 18 cf. De an. Β 8 p. 419b15 20 συνεχῆ a εἶπον RP μία διὰ SCRP Soph.: μίαν a 21 ὁρῶντες RP 24 διαδήλους a: διάδηλον S: διάδηλα C: διάδή RP 26 βάθος (Arist.)] βάθη a 32 ἡ κίνησις τὰ οm. S ἡ γὰρ ὀσμὴ τοῦ πλησίον κινήσασα τὸ ἔλαιον μετέδωκεν αὐτῷ τῆς οἰκείας 143v ὀσμῆς. ταῦτα εἰπὼν λαμ·βάνει καὶ ὑποτίθεταί τινα λίαν σαφῶς. τὸ γὰρ τὸν δειλὸν ἀπὸ μικρᾶς ὁμοιότητος δοκεῖν τοὺς πολεμίους ὁρᾶν ὑποτίθεται καὶ λαμβάνει ὡς ἐναργές. τὸ δὲ ὥστε ἄν μὴ σφόδρα κάμνωσι, μὴ λανθάνειν ὅτι ψεῦδος τοιοῦτόν ἐστιν· ἐὰν οὐ σφόδρα κάμνωσιν, ἀλλὰ μέτριος ᾗ ὁ πυρετός, οὐ λανθάνει τὸν πυρέττοντα, ὅτι ὅπερ φαίνεται ἐν τοῖς τοίχοις ζῷον, οὐκ ἔστι ζῷον. οὐ λανθάνει οὗν αὐτόν, ἀλλὰ νοεῖ ὅτι εἰ καὶ ζῷον δοκεῖ, ὅμως οὐκ ἔστι ζῷον ἀλλὰ γραμμαί. εἰ μὲν οὖν μέτριος ᾖ, οὐ λανθάνει· εἰ δὲ πολύς, λανθάνει καὶ κινοῦνται πρὸς αὐτά. p. 460b16 ἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν δύναμιν κρίνειν τό τε κύριον καὶ ᾧ τὰ φαντάσματα γίνεται. Κύριον λέγει τὴν διάνοιαν, ἐν ᾧ δὲ τὰ φαντάσματα κρίνεται τὴν αἴσθησιν. εἰπὼν δὲ ὅτι, ἄν ᾖ μέτριος ὁ πυρετός, δοκοῦσιν αἱ γραμμαὶ τῷ πυρέττοντι ζῷα, ὅμως οὐ λανθάνει οὐδ’ ἀπατᾶται, τὴν αἰτίαν | τοῦ 144r φαίνεσθαι τὰς γραμμὰς ζῷα, μὴ λανθάνειν δὲ μηδὲ ἀπατᾶσθαι τὸν νοσοῦντα διὰ τούτων τίθησι καί φησιν· αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα, τουτέστι τοῦ φαίνεσθαι μὲν μὴ ἀπατᾶσθαι δὲ ἢ καὶ φαίνεσθαι καὶ ἀπατᾶσθαι (ἁρμόζει γὰρ ἐν ἀμφοτέροις ὁ λόγος), ὅτι οὐκ ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνει ὁ νοῦς καὶ ἡ αἴσθησις· οὐ γὰρ ἡ αὐτὴ δύναμις νοῦ καὶ αἰσθήσεως. ἀλλ᾿ ὅταν μὲν ἡ ὄψις κινῆται ἢ ἡ φαντασία νοσῇ, ὁ δὲ νοῦς ὑγιαίνῃ (καὶ εἴρηται περὶ τούτων πολλὰ καὶ καλὰ τῷ Γαληνῷ· ἐν τούτοις γὰρ κατακολουθεῖ τῷ Ἀριστοτέλει), ὅταν οὖν ἡ φαντασία νοσῇ, ὁ δὲ νοῦς ὑγιαίνῃ, φαίνοντι μὲν αἱ γραμμαὶ ζῷα, ὁ δὲ νοῦς ἀντιφάσκει λέγων μὴ εἶναι ζῷα. ὅταν δὲ σὺν τῇ ὄψει καὶ ὁ νοῦς πάθῃ, τότε ἀπατᾶται περὶ τὰ φαινόμενα, καὶ δοκεῖ τὸ μὴ ὂν ὡς ὄν. εἰπὼν δὲ ὡς οὐκ ἀπὸ τῆς αὐτῆς δυνάμεως ὁ νοῦς καὶ ἡ ὄψις κρίνει, ἐπήγαγε· τούτου δὲ σημεῖον, ὅτι φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος. ἔστι δὲ τὸ λεγόμενον· σημεῖον δὲ τοῦ μὴ ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνειν τὸ φαίνεσθαι τῇ ὄψει τὸν ἥλιον ποδιαῖον, ἀντιφάσκειν δὲ τὴν διάνοιαν καὶ λέγειν, ὅτι οὐκ ἔστι ποδιαῖος ἀλλὰ μείζων τῆς γῆς. εἰ δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἔκρινον, ὅπερ ἄν ἐφαίνετο τῇ ὄψει, τοῦτο ἄν ἐδόκει καὶ τῇ διανοίᾳ. καὶ τί φαμεν ὅτι οὐκ ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνουσιν ἥ τε διάνοια καὶ ὁ νοῦς, ὅπου γε οὐδὲ πᾶσαι 2 ὀδμῆς S 3 μικρᾶς] μιᾶς RP πολέμους CR 4 ὥστ’ ἐὰν Arist. MSU μὴ] μὲν μὴ Arist. EYL 5 οὐ] οὖν s. s. S 7 τῷ τοίχῳ Sa, sed v. Arist. 8 alt. εἰ] ἄν e corr. P 10 μὴ ante συμβαίνειν SRP (Arist. EY), seel del. S2P 11 ὧ SRP (Arist.): ἐν ὧ Ca κρίνεται CRP 14 ἀπατᾶ RP 15 δὲ om. P νοσοῦντα] νοοῦντα RP 17 τοῦ] τὸ CRP καὶ (post ἢ) om. RP 18 ἐν om. P 19 οὐ—αἰσθήσεως om. a 20 ἡ μὲν a ante νοσῇ add. καὶ a, ὅταν οὖν ἡ φαντασία S 21 περὶ τούτων om. CRP καλὰ] θαυμαστὰ CRP Γαληνῷ] fort, respicit librum Περὶ ἀποδείξεως, de quo v. Αbh. d. bayr. Akad. vol. XX γὰρ om. RP 21. 22 κατακολουθοῦντι P: κατακολουθοῦντα R 24 πάσχῃ CRP 27 μὲν a: om. ceteri 27. 28 ἀπ’ αὐτῆς RP 29 ἀντιφάσκει C λέγει C 30 καὶ post δὲ add. Sa 32 τε] γε CRP αἱ αἰσθήσεις ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνουσ.ι. τῶν γὰρ κυριωτέρων 144r αἰσθήσεων καὶ αἱ δυνάμεις κυριώτεραι ἐν γὰρ τῇ ἐπαλλάξει τῶν δακτύλων (ἐπαλλάττειν δὲ δάκτυλοι λέγονται, ὅταν εἰς τὸν αὐτὸν καὶ ἕνα δάκτυλον, φέρε γὰρ οὕτως εἰπεῖν, πρῶτον μὲν ἐμβιβάσῃ τὸν μέγαν δάκτυλον, εἶτ εὐθὺς ἐκβαλὼν τὸν μέγαν ἐπεμβιβάσῃ τὸν μικρόν), ἐν δὴ τῇ τοιαύτῃ ἐπαλλάξει τῇ μὲν ἀφῇ δοκεῖ ὁ εἷς δάκτυλος δύο διὰ τὸ εἰς τοὺς δύο δακτύλους παρὰ μέρος ἐμβιβασθῆναι, ἡ δὲ ὄψις οὔ φησιν αὐτὸν δύο, ἀλλ᾿ ἕνα. ὥστε εἰ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἔκρινον, ἐπειδὴ δοκεῖ τῇ ἀφῇ δύο ὁ εἷς, δύο ἂν ἐδόκει τῇ ὄψει. ἐν δὲ τῇ λέξει τῇ ἐκ δὴ τούτων φανερὸν ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις λείπει τὸ εἰσίν, ἵν ᾖ τὸ πλῆρες· οὐ μόνον ἐγρηγορότων εἰσὶν αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν τῶν τε θύραθεν καὶ τῶν ἐκ τοῦ σώματος ὑπαρχουσῶν χουσῶν (ὑπάρχουσι γάρ τινες κινήσεις ἡμῖν ἐκ τοῦ σώματος, οἷον φόβοι, ἡδοναὶ καὶ ἕτερα τοιαῦτα), ἀλλὰ καὶ ὅταν ὑπνώττωμεν. ἀλλὰ διὰ τί τῶν ἀπὸ τῶν αἰσθητῶν ἐν τῇ καρδίᾳ τύπων ὄντων οὐκ αἰσθανόμεθα τούτων καὶ ἐν τῇ ἡμέρᾳ.; ἢ φησί· μεθ’ ἡμέραν γάρ, τουτέστιν ἐν τῇ ἡμέρα, ἐκκρούονται οἱ τοιοῦτοι τύποι ὑπὸ τῶν ἐνεργειῶν τῶν αἰσθήσεων, σφοδρῶν οὐσῶν καὶ πληκτικωτάτων. ὥσπερ γὰρ τὸ τοῦ πυρὸς φῶς ἀφανίζεται ὑπὸ τοῦ ἡλιακοῦ φωτὸς καὶ ὅλως τὸ ὑποπολλαπλάσιον ὑπὸ τοῦ πολλαπλασίου, οὕτω καὶ αἱ ἐν τῇ ἡμέρᾳ τῶν αἰσθήσεων ἐνέργειαι ἀφανίζουσι τοὺς ἐν τῇ καρδίᾳ τύπους. p. 461a7 Δεῖ δὲ ὑπολαβεῖν ὥσπερ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς φερομένας. Τὸ μὲν τῆς λέξεως συνεχὲς τοιοῦτον· δεῖ δὲ ὑπολαβεῖν ὥσπερ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς φερομένας πολλάκις μὲν ὁμοίας, πολλάκις δὲ διαλυμένας εἰς ἄλλα σχήματα διὰ τὴν ἀντίκρουσιν, οὕτω καὶ τὴν κίνησιν ἑκάστην γίνεσθαι συνεχῶς. κίνησιν δὲ λέγει τὴν τοῦ εἰδώλου καὶ τύπου τοῦ ἐν τῇ καρδίᾳ, καθ’ ἣν κινεῖται ἡ ἐν τῇ καρδίᾳ αἰσθητικὴ ψυχή. τὸ δὲ λεγόμενον τοιοῦτον· ὥσπερ, φησίν, ἡ δίνη ὁτὲ μὲν μένει καὶ σῴζει τὸ κυκλικὸν ἢ κυλινδρικὸν σχῆμα, ὁτὲ δὲ ἀντικρούσασα πέτρᾳ ἢ κύματι διαλύεται καὶ μεταβάλλει εἰς ἄλλο σχῆμα ἐτερόμηκες ἤ τι ἄλλο, οὕτω καὶ ἑκάστου εἰδώλου κίνησις, ἐν ὑποκειμένῳ 3 δάκτυλος λέγεται RP δακτύλιον Sa 4 πρῶτον μὲν ante φέρε CP: om. R 4 ante τὸν add. τίς SO 4. 5 μέγαν ἐπεμβιβάσῃ τὸν om. RP 5 ἐμβιβάσῃ C δὴ] δὲ S 6 δακτύλιος Sa 8 αὐτῆς] τοιαύτης RP 8. 9 τῆ ἀφῇ ὁ εῖς δύο δοκεῖ RP 9 καὶ post ἄν add. RP τῇ ὄψει ἐδόκει CRP 10 αἱ—ἐγρηγορότων (11) om. P 11. 12 αἰσθημάτων Arist. (sed αἰσθήσεων L Soph.) 12. 13 ἐνυπαρχουσῶν Arist. 14 ὅταν ὑπνώττωμεν a: ὅτε ὑπνώττομεν ceteri καὶ ante διὰ add. C 16 καὶ 0111. CRP 17 αἰσθήσεων] αἰσθητῶν Ca 18 οὐσῶν] ὄντων CRP τὸ τοῦ πυρὸς φῶς Sa, e corr. P: τὸ τοῦ πυρὸς C: τὸ τοῦ φωτὸς R, prius P 20 αἱ ante ἐνέργειαι τῶν αἰσθητῶν RP 22 δίνας] ῥανίδας S, item 25 23 γινομένας Arist. EMY 27 καὶ a (κἀνταῦθα Soph.): om. ceteri 30 δίνησις S 31 κύματα a ὂν τὸ εἴδωλον τῷ αἵματι ἢ πνεύματι, τοῖς ἐν τῇ καρδίᾳ, ὁτὲ μὲν μένει ἡ 144r αὐτή, ὁτὲ δὲ μεταβάλλει εἰς ἄλλο. καὶ ἐπεὶ οὐκ ἀμέσως ἐκ τοῦδε εἰς τόδε τὸ σχῆμα μεταβάλλει, ἀλλὰ διὰ μέσων τινῶν, εἰκός, μᾶλλον δ’ ἀναγκαῖόν ἐστι τὴν πρώτην αἴσθησιν μὴ ὑπὸ μόνων τοῦ τε ἐξ οὗ καὶ εἰς ὃ κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ τῶν μεταξύ. ὥσπερ γὰρ τόδε τὸ νέφος ἐοικὸς ἔχον σχῆμα λέοντι καὶ ἐκ τούτου μεταβαλὸν διά τινων μεταξὺ εἰς ἀνθρώ που σχῆμα, οὐ μόνον τὸ τοῦ λέοντος καὶ ἀνθρώπου εἶδεν ἡ ὄψις, ἀλλὰ καὶ τὰ μεταξύ, εἴτε ἡδέα ἦσαν αὐτῇ καὶ κεχαρισμένα εἴτε ἄλλως λυπηρὰ καὶ ἀχρεῖα, οὕτω καὶ | ἡ πρώτη αἴσθησις οὐ μόνον τῶν ἄκρων ἐν τοῖς 144v ὕπνοις αἰσθάνεται, ἀλλὰ καὶ τῶν μεταξύ. ταῦτα δὲ τὰ μεταξὺ ἢ τερατώδη πάντως εἰσίν, ἢ ἡδέα καὶ χαρίεντα. σαφηνίσας δὲ τὸν λόγον διὰ παραδείγματος τῆς δίνης, ἐπάγει καὶ ἕτερον λέγων· ὥσπερ τὸ ὕδωρ, ἐν ᾧ φαίνεται τὸ τοῦ ὁρῶντος εἰς αὐτὸ πρόσωπον, εἴ τις σφόδρα κινοίη, ὁτὲ μὲν οὐδ’ ὅλως φαίνεται τὸ τοῦ προσώπου εἴδωλον, ὁτὲ δὲ φαίνεται μὲν ἀλλὰ διεστραμμένον, οὕτω καὶ τὰ ἐν τῷ καθεύδειν ὁρώμενα εἴδωλα, μείζονος οὕσης τῆς κινήσεως, ἣν κινεῖται ἡ ἀπὸ τῆς τροφῆς ἀναθυμίασις, ὁτὲ μὲν οὐ φαίνονται, ὁτὲ δὲ τεταραγμένα καὶ τερατώδη καὶ ὅλως χείρονα τὰ ἐνύπνια. βλέπουσι δὲ τερατώδη τὰ ἐνύπνια οἵ τε μελαγχολῶντες οἵ τε πυρέττοντες καὶ οἱ μεθύοντες. καὶ γὰρ καὶ ἡ μελαγχολία καὶ ἡ μέθη πολλοῦ καὶ σφοδρῶς κινουμένου πνεύματός ἐστι κίνησις. p. 461b1 Διὰ τὸ τὴν ὄψιν ἐνίοτε κινεῖσθαι δοκεῖν οὐ κινουμένην, ὥς φαμεν, τῷ τὴν ἁφὴν δύο κινήσεις εἰσαγγέλλειν καὶ τὸ ἓν δύο δοκεῖν. Τὸ κινεῖσθαι ἀντὶ τοῦ πλανᾶσθαι, ὥσπερ τὸ οὐ κινουμένην ἀντὶ τοῦ οὐ πλανωμένην εἴληπται νῦν· εἴρηται δὲ ὅτι ἐν τῇ τῶν δακτύλων ἐπαλλάξει ὁ εἷς δάκτυλος τῇ ἁφῇ δύο δοκεῖ. ἐγρηγόρως δὲ δοκεῖ ἀκούειν καὶ αἰσθάνεσθαι, ὅταν οὐ παντελῶς κατέχηται ἡ αἴσθησις ὑπὸ τῆς ἀναθυμιάσεως. κατέχεται δὲ τέλεον, ὅταν τὸν τοῦ Καλλίου τύπον ὡς αὐτὸν τὸν Καλλίαν ὁρᾷ. ὅταν δὲ τὸν τύπον ὁρῶσα λέγῃ, ὅτι ὅδε ὁ τύπος οὐκ ἔστιν ὁ ἀληθινὸς Καλλίας, ἀλλ’ εἴδωλον Καλλίου, ὅταν οὖν ὁρῶσα τὸν τύπον οὕτω δύνηται κρίνειν, οὐ κατέχεται. καὶ τοῦτό ἐστι τὸ ἐγρηγόρως αἰσθάνεσθαι, 1 γὰρ ante ὃν add. RP τῶ πνεύματι ἡ τῶ αἵματι CRP Soph. τοῖς ἐν Sa: τῶ ἐν C: ἡ RP Soph. 4 μόνον a μόνων etiam Soph.) 6 ἔχειν RP: ἔχει C λέοντος RP 7 ἶδεν R: variant Soph, libri σχῆμα post ὄψις add. CRP 9 ἀχάρη P: ἄχαρι CR μόνων C 12 ἕτερα RP 13, 14 ὁτὲ μὲν a: om. ceteri 14 οὐδὲν CP φαίνονται μέν S μὲν om. CRP 16 ἱν] ἧ RP 17 χείρονα] οὐκ ἐρρωμένα Arist. M(EY) 18 δὲ] γὰρ C τὰ om. CRP μελαγχολοῦντες RP 19 καὶ (post γὰρ) οm. a 21 καὶ ante διὰ add. a (Arist. EMY) δοκεῖν κινεῖσθαι a (Arist. L) cf. ad p. 70,3 κινουμένης C 22 ὡς] ὁρᾶν Arist. EY καὶ post φαμεν add. Ca (Arist. praeter S) καὶ SRP (Arist. SU): om. Ca (Arist. EMYL) 24. 25 τοῦ οὐ] τοῦ μὴ Sa 25 πλανωμένη RP1 26 ἐγρηγορὼς Arist. LSP 29. 30 ὁ ἀληθινὸς a: ἀληθινὸς ceteri 31 δύναται CRP τουτέστι τὸ δίχα ἀπάτης ὁρᾶν τὰ ἐν τῆ καρδίᾳ εἴδωλα καὶ τοὺς τύπους. 144v καὶ ταῦτα μὲν προειλήφθω. θὼ. εἰπὼν δὲ ὅτι καὶ ἐγρηγόρως δοκεῖ ἀκούειν καὶ ὁρᾶν καὶ αἰσθάνεσθαι, ἐπήγαγε διὰ τὸ τὴν ὄψιν ἐνίοτε δοκεῖν κινεῖσθαι οὐ κινουμένην, ὥς φαμεν. ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον· ὅταν γὰρ ἡ ὄψις οὐκ ἀπατηθῇ ἐν τῇ τῶν δακτύλων ἐπαλλάξει ἐπίσης τῇ ἁφῇ, ἀλλ’ ἀνεξαπάτητος μείνῃ, οὐδὲ ἐν τοῖς ὕπνοις ἀπατᾶται ἡ αἰσθητικὴ ψυχή· ἀλλ’ ἡ μὲν ἁπτικὴ δύναμις αὐτῆς τὸ ἓν δύο λέγει, ἡ δὲ ὁρατικὴ ἐγρηγόρως ἀντέχεται καὶ ἀντίφησιν, ὅτι τὰ δοκοῦντα δύο οὗκ εἰσι δύο, ἀλλ’ ἕν. κρίνομεν γὰρ πολλάκις καὶ ἐν τοῖς ὕπνοις λέγοντες, ὅτι δύο μὲν δοκεῖ, οὐκ εἰσὶ δέ, ἀλλ’ ἕν δοκεῖ οὖν ἐν τοῖς ὕπνοις τὸ ἓν δύο ἐν τῷ τὴν ἁφὴν δύο εἰσαγγέλλειν· ὅμως τὸ κρῖνον, τοῦτο δ’ ἐστὶν ἡ διάνοια, οὐκ ἀπατᾶται διὰ τὸ μηδὲ τὴν ὄψιν ἀπατηθῆναι. λογικώτεραι δὲ τῶν αἰσθήσεων ὄψις καὶ ἀκοή. διὰ οὖν τὸ μηδὲ τὴν ὄψιν ἀπατηθῆναι, κἄν δοκῇ ἠπατῆσθαι ἡ διάνοια διὰ τὴν ἁφήν, ἀλλ’ οὖν διὰ τὴν ὄψιν οὐκ ἀπατᾶται. τὸ δὲ ἐνίοτε ἀσφαλῶς ἐπῆκται. οὔτε γὰρ ἀεὶ ἀπατᾶται, οὕτε μὴν ἀεὶ ἀνεξαπάτητός ἐστιν, ἀλλ’ ἐνίοτε ἀπατᾶται, ἐνίοτε δὲ οὐκ ἀπατᾶται. εἰπὼν δέ, ὅτι τὸ ἓν δύο δοκεῖ διὰ τὸ τὴν ἁφὴν δύο κινήσεις εἰσαγγέλλειν, ἐπήγαγεν· ὅλως γὰρ τὸ ἀφ’ ἑκάστης αἰσθήσεως φησιν ἡ ἀρχή. ἔστι δὲ τὸ λεγόμενον· ἁπλῶς γὰρ ὁποῖον ἄν διαπορθμεύσῃ ἡ ἁφὴ ἢ ἡ ὄψις ἢ ἄλλη τις τῶν αἰσθήσεων, τοιοῦτον λέγει αὐτὸ εἶναι ἡ πρώτη αἴσθησις· ταύτην γὰρ εἶπεν ἀρχήν. ὥστε καὶ τὸ ἓν ἂν ὡς δύο διακομίσῃ, τὸ ἓν δύο φησὶν ἡ ἀρχή, ἄν μὴ ἑτέρα κυριωτέρα ἀντιφήσῃ. εὐθὺς γὰρ ἡ ὄψις κρείττων καὶ κυριωτέρα οὖσα τῆς ἁφῆς ἀντίφησι λέγουσα· εἷς ἐστιν ὁ δάκτυλος, μᾶλλον δὲ τὸ τοῦ δακτύλου εἴδωλον ἕν ἐστιν, ἀλλ’ οὐ δύο. ἀλλὰ καὶ ἡ ὄψις τὸ τοῦ ἡλίου μέγεθος ὡς ποδιαῖον διαπορθμεύσασα, ὡς ποδιαῖον αὐτό φησιν ἡ ἀρχὴ ἐν τοῖς ὕπνοις (ὁρῶμεν γὰρ καὶ τοιαῦτα ἐν τοῖς ὕπνοις), ἀλλ’ ἡ διάνοια ὡς κυριωτέρα τῆς ὄψεως ἀντίφησι καὶ λέγει· οὐκ ἔστι ποδιαῖος, ἀλλὰ μείζων τῆς γῆς. Ταῦτά εἰπὼν πάλιν ἐπαναλαμβάνει τὸν λόγον καὶ φησι· φαίνεται μὲν οὖν πάντως, δοκεῖ δ’ οὐ πάντως τὸ φαινόμενον. φαίνεται μὲν γὰρ ἐν τοῖς ὕπνοις καὶ τὸ ἓν δύο καὶ ὁ ἥλιος ποδιαῖος, οὐ δοκοῦσι δὲ τοιαῦτα, ἂν μὴ κατέχηται ὑπὸ τῆς ἀναθυμιάσεως τὸ ἐπικρῖνον. εἰ μὲν οὖν μὴ κατέχεται ἡ διάνοια, φαίνεται μέν, οὐ δοκεῖ δέ· εἰ δὲ κατέχεται, 1 τουτέστι τὸ scripsi: τουτέστι τὸ ἐγρηγόρως καὶ Sa: τὸ ORP 3 καὶ ὁρᾶν οm. P 3. 4 κινεῖσθαι δοκεῖν CRP 5 ἀπατηθεῖσα RP: ἀπατηθείη C ἐπαλλάξει om. C 6 μένη RP 7 αὐτῆς om. CRP 8 ἀντιφάσκει CRP Soph. 9 κρίνομεν— ἒν (10) om. CRP 13 δὲ] γὰρ CRP ἡ ὄψις καὶ ἡ ἀκοή CRP cf. Alex. De sensu p. 10,27 ss. Wendl. γοῦν P 14. 15 ἡ διάνοια—ἀπατᾶται a: om. ceteri 15 ἐπῆκται ἀσφαλῶς CRP 19 διαπορθμεύσῃ Pa: διαπορθμέύσοι SCR: variant Soph, iibri 19. 20 ἡ ὄψις CRP 21 διακομίσαι RP: διακομίσοι S 22 ἕτερον κυριώτερον CP 23 κυριωτέρα] τιμιωτέρα RP ἀντιφάσκει CRP 24 δάκτυλος corr. in δακτύλιος SC δακτυλίου C 25 ὡς om. CRP 26 τἄ τοιαῦτα CRP, item 32 27 ἀντιφάσκει CRP 30 οὖν—φαίνεται μὲν om. RP 31 prius καὶ om. C καὶ φαίνεται καὶ δοκεῖ. εἰπὼν δὲ ἄν τὸ ἐπικρῖνον μὴ κατέχῃ τᾶι, ἐκ 144v παραλλήλου ἐπήγαγε τὸ ἡ εἰ μὴ κινεῖται τὴν οἰκείαν κίνησιν, λέγων οἰκείαν κίνησιν τὴν οἰκείαν ἐνέργειαν· τὸ γὰρ ἐνεργοῦν κατὰ τὴν οἰκείαν ἐνέργειαν οὐ κατέχεται, καὶ τὸ μὴ κατεχόμενον ἡ ἐμποδιζόμενον ἐνεργεῖ τὴν οἰκείαν ἐνέργειαν. οὕτως δὲ ταῦτα ἐπήγαγεν, ὡς εἰ ἔλεγε· κἄν τε ἂν μὴ κατέχηται᾿ βούληταί τις λέγειν, κἄν τε ἀντὶ τοῦ ‘ἄν μὴ κατέχηται τὸ ‘ἐὰν κινῆται τὴν οἰκείαν ἐνέργειαν᾿, οὐδὲν διαφέρει. τὴν δ’ ἐφεξῆς λέξιν οὕτως ἀναγνωστέον· ὥσπερ δὲ εἴπομεν ὅτι ἄλλοι δι’ ἄλλο δι᾿ ἄλλο πάθος εὐαπάτητοι, καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια καὶ τὰ ἄλλα τὰ εὐαπάτητοι, περὶ τὴν αἴσθησιν, οὕτως ὁ καθεύδων διὰ τὸν ὕπνον· ἀπατώμεθα γὰρ οὐ μόνον διὰ τὴν τῶν αἰσθητηρίων κίνησιν, ἀλλὰ καὶ διὰ φόβον ἢ ἔρωτα ἢ ἄλλο τι τοιοῦτον. οὕτω δὲ ἀπατώμεθα ἐν τοῖς ὕπνοις, ὥστε, ἂν ἔχῃ καὶ μικρὰν ὁμοιότητα τὸ τοῦ Καλλίου εἴδωλον πρὸς τὸ τοῦ Σωκράτους ἢ τὸ τοῦ λύκου πρὸς τὸ τοῦ κυνός, ὁρῶντες τὸ τοῦ Καλλίου ἢ τὸ τοὐ λύκου 1 δοκοῦμεν Σωκράτην ἢ κύνα ὁρᾶν, ἢ πάλιν ὁρῶντες τὸ 145r τοῦ Καλλίου εἴδωλον δοκοῦμεν αὐτὸν τὸν Καλλίαν ὁρᾶν διὰ τὴν ὁμοιότητα. ἐνεργείᾳ δὲ κινήσεις εἰσί, καθ’ ἃς ἐνεργεῖ ἐν τοῖς ὕπνοις ἡ ψυχή, δυνάμει δέ, καθ’ ἃς δύναται ἐνεργῆσαι ἐνούσας. p. 461b13 Οὕτω δ’ ἔχουσιν, ὥστε ἐν τῇ κινήσει τῃδὶ ἥδε ἐπιπολάσει ἐξ αὐτοῦ ἡ κίνησις. Ἐξ αὐτοῦ ἀντὶ τοῦ ἐκ τῆς κατιούσης ἀναθυμιάσεως ἐπὶ τὴν ἀρχήν· ἐν αὐτῇ γὰρ ὡς ἐν ὑποκειμένῳ τὰ ἀπὸ τῶν αἰσθητῶν εἴδωλα τυγχάνουσιν ὄντα. εἰπὼν δὲ ὅτι αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις γινόμεναι καὶ συγκατελθοῦσαι τῇ ἀναθυμιάσει, ἥτις σχεδὸν αἷμά ἐστιν, αἱ μέν εἰσι δυνάμει, αἱ δὲ ἐνεργείᾳ, διὰ τῶν προκειμένων διαρθροῖ, πῶς ἔχουσι πρὸς ἀλλήλας. ἴσμεν δὲ πάντως, ὅτι κινήσεις αὐτὰ τὰ εἴδωλα καὶ τοὺς τύπους τοὺς ἀπὸ τῶν αἰσθητῶν λέγει. ἀλλ’ αὐτὸς μὲν οὕτως λέγει, ἡμῖν δὲ λοιπόν ἐστιν ὑποδείγματι σαφηνίσαι τὸν λόγον. ἔστι τις ἐπιστήμων ὁ ἤδη ἐνεργῶν κατὰ τὴν ἐπιστήμην, ἕτερος ὁ ἔχων τὴν ἕξιν καὶ μὴ ἐνεργῶν, ἄλλος ὁ μανθάνων ἕνα φέρε εἰπεῖν ἐνιαυτόν, καὶ ἕτερος ὁ ἤδη ἀρξάμενος, καὶ ἔτι ὁ παῖς. καὶ εἰσὶν οὗτοι πάντες πλὴν τοῦ ἐνεργοῦντος δυνάμει ἐπιστήμονες· ὁ μέν, ὁ ἐν ἕξει, ἐγγύτερος τοὐ ἐνεργοῦντος· ὁ 1 ἐὰν Arist. MYSU μὴ τὸ ἐπικρῖνον κατέχηται RP: μὴ κατ’. τὸ ἐπ’. S μὴ om. Arist. praeter SU) 2 εἰ μὴ a (Arist. L): καὶ ceteri (Arist. SU, ἢ μὴ Arist. EMY) κινῆται S (Arist. MSU) 3 τὴν οἰκείαν ἐνέργειαν οἰκείαν κίνησιν a 4 καὶ om. S μὴ post ἡ add. a 5 ἂν CRP: om. Sa 6 ἀν’ om. C 7 ἒν] κἄν CUP ἑξῆς RP 8 δι’ ἄλλο πάθος ἄλλοι S 9 εὐαπατητότεροι Arist. EMY καὶ τὸ—αἴσθησιν (10) post ὕπνον Arist. Soph. 11 καὶ om. RP 13 κάλλους S 14 ἢ] καὶ CRP primum τὸ om. C 15 δοκοῦσι RP 19 ἔχουσιν] ἔχει a ὥστε, ἐάν τι κινήση τὸ αἷμα, ἥδε Arist. EMY ἥδε] ἡδὶ a (Arist. L) 19. 20 ἐπιπολάζει P: aaceps R 20 αὐτῆς C (Arist. L) ἡ om. a 21 ἐξ αὐτῆς CRP 22 αὐτῶ RP ἀπὸ] ἔπι RP 26 ἴσμεν cf. p. 3,2. 63,32 ss. 27. 28 λέγει οὐτῶ CRP 29 cf. De an. Β 5 p. 417a22 ss. 32 ὁ μέν ὁ SCRP: ὁ μὲν P2a ἐγγυτέρω CRP, item p. 72,1.2 δὲ μανθάνων ἐνιαυτὸν ἐγγύτερος μὲν τοῦ ἐν ἕξει, πορρώτερος δὲ τοῦ ἐνεργοῦντος· 145r ὁ δὲ ἤδη αὐξανόμενος ἐγγύτερος μὲν τούτου, πορρώτερος δὲ τοῦ ἐν ἕξει καὶ ἔτι πορρώτερος τοῦ ἐνεργοῦντος· ὁμοίως καὶ ὁ παῖς. ὡς οὖν ἐπὶ τούτων, οὕτως ἔχουσι τῇ δυνάμει καὶ αἱ συγκατελθοῦσαι κινήσεις τῇ ἀναθυμιάσει, καὶ αἱ μέν εἰσιν ἐγγύτερον τῇ κινήσει τῇ κινούσῃ τὴν ψυχήν αἱ δὲ πορρώτερον. εἰ δὲ τοῦτο, δηλονότι τῇ κατ’ ἐνέργειαν κινήσει τοδὶ ἐπιπολάσει, καὶ εὐθὺς μετ’ αὐτὴν κινήσει τὴν ψυχὴν ἥδε ἡ ἔγγιστα αὐτῆς, καὶ ταύτης φθαρείσης ἡ ἐφεξῆς αὐτῆς. σαφηνίζει δὲ καὶ αὐτὸς ταῦτα ἐπὶ ὑποδείγματι τοῖς πεπλασμένοις βατράχοις καὶ ἀνιοῦσιν ἐν τῷ ὕδατι τηκομένου τοῦ ἁλός. εἴ τις γὰρ ξυλίνους πλάσει βατράχους πέντε φέρε εἰπεῖν τὸν ἀριθμόν, εἶτα θήσει εἰς βαθέος ἀγγείου πυθμένα τὸν ἕνα καὶ ἐπικαλύψει αὐτὸν ἁλὶ πολλῷ, εἶτα ἐν τῇ ἐπιφανείᾳ τοῦ ἁλὸς ἕτερον καὶ ὁμοίως ἐπικαλύψει ἐν ἁλί, καὶ τοὺς λοιποὺς ἐφεξῆς οὕτως, εἶθ᾿ ὕστερον ἐπιθήσει τὸν πέμπτον ἐάσας αὐτὸν ἀκάλυπτον, ἀναλογήσει ὁ μὴ καλυφθεὶς βάτραχος, ἀλλὰ ἀκάλυπτος ὢν καὶ ὁρώμενος τῇ κατ’ ἐνέργειαν κινήσει, περὶ ἣν ἤδη ἡ ψυχὴ ἐνεργεῖ, οἱ δὲ κεκαλυμμένοι ταῖς δυνάμει οὔσαις κινήσεσιν. εἴ τις δὴ τούτους οὕτω συνθείη, εἶτα συμβαίη τήκεσθαι κατὰ βραχὺ τὸν ἄγα, πρῶτον μὲν ἀναβήσεται ὁ τέταρτος καὶ γενήσεται ἐνεργείᾳ αἰσθητός, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ δεύτερος, ἔσχατον δὲ ὁ ἐν τῷ πυθμένι. ὡς οὖν ἐπὶ τούτων τηκομένου τοῦ ἁλὸς γίνονται ἐνεργείᾳ αἰσθητοὶ οἱ βάτραχοι, οὕτω καὶ ἐπὶ τῶν κινήσεων ἀνιεμένου τοῦ κωλύοντος αἵματος καὶ λυομένου καὶ ἐκ παχέος λεπτοτέρου καὶ ἐξ ἀδιακρίτου κεκριμένου καὶ καθαρωτέρου γινομένου, ἐνεργοῦσιν ἐν τῷ καταλειφθέντι λοιπῷ αἵματι, ἐλάττονι ὄντι καὶ καθαρωτέρῳ τοῦ γὰρ πλείονος προσκριθέντος τῷ σώματι τὸ καταλειπόμενον ἀναγκαῖον ἔλασσον εἶναι), ἐνεργοῦσιν οὖν ἐν τῷ λοιπῷ αἵματι, τῶν ἐν τοῖς αἰσθητηρίοις κινούντων ἔχουσαι ὁμοιώματα, τουτέστιν οὖσαι ὁμοιώματα τῶν αἰσθητῶν τῶν ποιούντων κίνησιν ἐν τοῖς αἰσθητηρίοις. μεταβάλλουσι δὲ ταῦτα τὰ ὁμοιώματατα ταχέως, ὥσπερ τὰ ἐν τοῖς νέφεσιν, ἃ παρεικάζουσι Κενταύροις καὶ ἀνθρώποις. καὶ ὥσπερ ταῦτα ἀπ’ ἄλλων σχημάτων εἰς ἄλλα μεταβάλλει, τί κωλύει καὶ τὰς τοιαύτας κινήσεις ἀπὸ ἄλλων εἰς ἄλλα μεταβάλλειν; ταῦτα εἰπὼν ἐπιφέρει· τούτων δέ, τῶν εἰδώλων τῶν ἐν τοῖς ὕπνοις φαινομένων, ἕκαστόν ἐστιν ὑπόλειμμα τοῦ ἐνεργείᾳ αἰσθήματος, καὶ ἀπελθόντος τοῦ ἀληθῶς αἰσθητοῦ, ὅταν μὴ κατέχηται τὸ ἐπικρῖνον, ἀληθὲς εἰπεῖν, ὅτι τοῦτο οὐ Κορίσκος, ἀλλ’ οἷον Κορίσκος. 1—3 πορρωτέρω ter CRP 2 αὐξανόμενος] ἀρξάμενος RP 4 prius τῇ] τὸ 5 ἐγγυτέρω CRP κινήσει τῇ om. Sa 6 πορρωτέρω CRP τηδὶ CRP 8 ἐφεξῆς] δὲ ἡ ἔγγιστα C αὐτῆς] αὐτὴ RP ἔτι couicio, cf. p. 71,28 11 θήσει a: θήσειεν ceteri πυθμένα om. R(P1) 11. 12 ἐπικαλύψειεν CRP 13 ἐνικαλύψειεν ἁλί CRP ἐν fort. del. ἐπιθήσει a: ἐπιθήσειε ceteri 17 οὕτω συνθείη a: οὕτως συνθήσειεν S: συνθήσειεν οὕτως CRP 19 ἔσχατος P: anceps SR 22. 23 γενομένου RP 23 ἐλάττονι—λοιπῷ αἵματι (25) om. SPa 25 ἀνάγκη R ἐν τοῖς om. C, s. s. R 26 αἰσθητηρίων C ὁμοιότητα Arist. YL 32 ὑπόλειμμά ἐστι CRP post τοῦ add. ἐν τῆ Arist. 33 ἀληθοῦς CRP p. 461b24 Ὅτε δὲ ᾐσθάνετο, οὐκ ἔλεγε Κορίσκον τὸ κύριον. 145r Τουτέστιν ὅτε γὰρ ᾐσθάνετο (ὁ γὰρ δὲ σύνδεσμος ἀντὶ τοῦ γὰρ κεῖται), ὅτε γὰρ ᾐσθάνετο, ἤτοι ὅτε γὰρ ἐν τῷ ὕπνῳ οὐ κατείχετο ὑπὸ τοῦ κατελθόντος αἵματος τὸ κύριον καὶ ἐπικρῖνον, οὐκ ἔλεγε Κορίσκον τὸ εἴδωλον, ἀλλὰ διὰ τούτου ἐκεῖνον Κορίσκον τὸν ἀληθινόν, τουτέστιν ἀλλὰ διὰ τοῦ εἰδῶ λοῦ ἑώρα καὶ διενοεῖτο τὸν ἀληθινὸν Κορίσκον. 145v οὗ δὴ εἰδώλου καὶ αἰσθανόμενόν φησιν, ὅτι τοῦτο οὐκ ἔστι Κορίσκος, ἀλλ᾿ εἴδωλον Κορίσκου. τὸ δὲ ἂν μὴ παντελῶς κατέχηται ὑπὸ τοῦ αἵματος ὡς δηλωτικὸν ἐπῆκται τοῦ ὅτε δὲ ᾐσθάνετο, οὐκ ἔλεγε Κορίσκον τὸ κύριον. ἔστι δὲ τὸ μὲν ἑξῆς τῆς λέξεως τοιοῦτον· ἂν μὴ παντελῶς κατέχηται ὑπὸ τοῦ αἵματος καὶ δοκῇ τὸ ὅμοιον αὐτὸ εἶναι τὸ ἀληθές, ὥσπερ αἰσθανόμενον τοῦτο κινεῖται ὑπὸ τῶν κινήσεων τῶν ἐν τοῖς αἰσθητηρίοις. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· τοῦτο τὸ κύριον καὶ ἐπικρῖνον ἄν μὴ παντελῶς ὑπὸ τοῦ αἵματος ἐν τοῖς ὕπνοις κατέχηται, ὑπὸ τῶν κινήσεων τῶν ἐν τοῖς αἰσθητηρίοις οὕτω κινεῖται ὥσπερ αἰσθανόμενον, καὶ ὥσπερ τὸ κυρίως αἰσθανόμενον, εἰ μή τι συμβαίη, οὐκ ἀπατᾶται, οὕτως οὐδὲ τοῦτο. ἐὰν δὲ οὕτω κατέχηται, ὥστε τὸ ὅμοιον καὶ τὸ εἴδωλον δοκεῖν ὅτι αὐτό ἐστι τὸ ἀληθινόν, οὐ κινεῖται ὑπὸ τῶν εἰδώλων ὡς αἰσθανόμενον καὶ τρόπον τινὰ ἐγρηγορός, ἀλλ’ ὡς ἀναίσθητον. ὅταν γάρ, ὡς ἐρεῖ μετ᾿ ὀλίγον, μὴ κατέχηται, οὔτε οὕτως ἐστὶν ἐγρηγορὸς ὡς τὰ ἁπλῶς καὶ κυρίως ἐγρηγορότα, οὔτ’ αὗ πάλιν καθεῦδον ὡς τὰ ἀπλῶς καθεύδοντα, ἀλλὰ μεταξὺ ἐγρηγορότος καὶ καθεύδοντος. τὸ δὲ λεγόμενον περὶ τῆς ὑποβολῆς τοῦ δακτύλου ἐν τῷ ὀφθαλμῷ οὐχ ὡς ἀληθὲς εἴληπται (ποῦ γὰρ εἰκὸς ἢ ἐμὲ ἢ ἄλλον ὁντιναοῦν ὑποβαλόντα τὸν δάκτυλον εἰς τὸν ὀφθαλμὸν λανθάνειν, ὅτι ὑπέβαλον ἢ ὑπέβαλεν;), ἀλλ᾿ οὕτως εἴληπται ἕνεκεν λόγου, δυνάμει λέγων· κείσθω ὅτι ὑπέβαλέ τις τὸν δάκτυλον αὐτοῦ, λέληθε δὲ αὐτόν, ὅτι ὑποβέβληται. ὡς οὖν ἐπὶ τῇ τοῦ δακτύλου ὑποβολῇ, οὕτω φησὶ καὶ ἐν τοῖς ὕπνοις, ἂν μὲν αἰσθάνηται τὸ κύριον καὶ ἐπικρῖνον (τοῦτο δ’ ἐστίν, εἴρηται, ἡ διάνοια· ἱκανὴ δὲ ἡ διάνοια καὶ ἐγρηγορότων καὶ κοιμωμένων ἐπιβάλλειν τοῖς προσήκουσιν ἔργοις), ἂν μὲν δὴ αἰσθάνηται ὅτι καθεύδει καὶ πρὸς τούτῳ αἴσθησιν ἔχῃ τοῦ πάθους (τουτέστι τοῦ ἐνυπνίου, ἐν ᾧ πάθει ἐστὶν ἡ αἴσθησις τοῦ αἰσθητικοῦ· τῆς γὰρ αἰσθητικῆς 1 κορίσκος RP 4 καταλειφθέντος a κορίσκου τὸ C 5 τούτου cum Arist. SU (τοῦτο ceteri) 8 ἄν cum Arist. LU (ἐὰν EMY) 11 δοκεῖ S (Arist. praeter U) alt. τὸ om. EYL 12 ὥσπερ cum Arist. EMSUY (ὥσπερ μὴ L) τούτου a (τοῦτο etiam Arist.) αἰσθήσεων RP 13 τὸ δὲ—αἰσθητηρίοις (15) om. Sa 13. 14 τὸ ἐπικρῖνον Arist. praeter EM, cf. v. 28 et ad p. 75,14 15 οὕτω SC: οὔπω RP: οὕτω καὶ τότε a 16 συμβαίη a: συμβῇ ceteri 17 ἐὰν Sa: ἄν CRP 20 ὀλίγα S 21 ἐγρηγοροῦντα CR 23 δακτυλίου e corr. C 24 ὁντιναοῦν Sa: τινὰ CRP δακτύλιον C 25 ὑπέβαλον] (??) P: ὑπέβαλα C ἢ ὑπέβαλον P 27 τῆς et ὑποβολῆς conicio 28 αἰσθάνεται C καὶ Ca (Arist.): om. SRP 29 καὶ post ’δε add. C 32 ἡ om. Arist. EMS αἰσθητικοῦ] cf. ad p. 74,6 ψυχῆς ἡ αἴσθησις καὶ ἡ ἐνέργεια ἐν τούτῳ τῷ πάθει τότε γίνεται· περὶ 145v αὐτὸ γὰρ ἐνεργεῖ), φαίνεται μέν λέγει δὲ ὅτι οὐκ ἔστι τὸ φαινόμενον Κορίσκος. ὅτι δὲ πολλάκις ὁρῶντες ἐνύπνια λέγομεν ἔτι ὑπνώττοντες, ὅτι τοῦθ’ ὅπερ ὁρῶ οὐκ ἔστιν ἐνύπνιον, δῆλον τοῖς προσέχουσιν. ἰστέον δὲ ὅτι τινὰ μὲν τῶν ἀντιγράφων ἔχουσι καὶ τοῦ ἐν ᾧ ἡ αἴσθησις τοῦ αἰσθητικοῦ, τινὰ δὲ καὶ τοῦ πάθους ἐν ᾧ ἡ αἴσθησις τοῦ ὑπνωτικοῦ. καὶ τῆς μὲν προτέρας γραφῆς ἡ διάνοια ἤδη εἴρηται, διὰ ταύτης δὲ εἴη ἂν λέγων πάθος ὑπνωτικὸν τὸ ἐνύπνιον, ἐν ᾧ ἡ αἴσθησις· τούτου γὰρ τοῦ ἐνυπνίου ἐν τοῖς ὕπνοις αἰσθανόμεθα. ἔστι δὲ τὸ λεγόμενον καὶ ὑπὸ ταύτης καὶ ὑπ’ ἐκείνης τὸ αὐτό. p. 462a8 Ὅτι δὲ ἀληθῆ λέγομεν καί εἰσι κινήσεις φανταστικαὶ ἐν τοῖς αἰσθητηρίοις, δῆλον. Κινήσεις φανταστικὰς αὐτοὺς λέγει τοὺς τύπους τοὺς ἀπὸ τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις καὶ δι’ αὐτῶν εἰς τὸ πρῶτον αἰσθητήριον, τὴν καρδίαν, ἐγγινομένους. εἰπὼν δὲ ὅτι γίνεται τὰ ἐνύπνια ἀπὸ τῶν εἰδώλων καὶ τῶν τύπων τῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἔδει δὲ ζητεῖν εἰ ὅλως εἰσὶ τύποι τῶν αἰσθητῶν ἐν τῇ καρδίᾳ, πιστοῦται τοῦτο, λέγω δὴ τὸ εἶναι τύπους καὶ εἴδωλα ἐν τῇ καρδίᾳ, ἀπὸ τῶν συμβαινόντων τοῖς ἄλλοις αἰσθητηρίοις. εἰ γάρ εἰσιν ἐν τοῖς ἄλλοις αἰσθητηρίοις εἴδωλα, πολλῷ μᾶλλον ἐν τῷ πρώτῳ, ἀφ’ οὗ καὶ τοῖς ἄλλοις τὸ εἶναι τάδε τινά ἐστι. δῆλον οὖν, φησίν, ὅτι εἰσίν, ἐάν τις προσέχων πειρᾶται μνημονεύειν, ἃ πάσχομεν καταφερόμενοί ἑνοῖ τε καὶ ἐγειρόμενοι. καὶ οὐ λέγει, ὅτι καὶ ἅμα τῷ καταφέρεσθαι | καὶ εἰς ὕπνον τρέπεσθαι πάσχομέν τι, ἀλλ’ ἔστι τὸ λεγόμενον, 146r ὅτι ἃ πάσχομεν ἐγειρόμενοι, ὅταν ἡ ἔγερσις γένηται πλησίον τῆς καταφορᾶς· οἷον εἰ ἐν τῇ ἀρχῇ τῆς πρώτης ὥρας γένοιτο ἡ καταφορά, ἵνα ἡ ἔγερσις γένηται ἐν τῷ ἡμίσει τῆς ὥρας ἢ ἐν τῷ τέλει ἢ ὅλως σύντομος. ἄν γὰρ ἡνίκα ὑπνώσας τις ἄρξηται ὁρᾶν ἐνύπνιον, εἶτα ἐγερεῖ αὐτόν τις, ὥσπερ εἴρηται, συντόμως, ὁρᾷ τὰ εἴδωλα πρὸ ὀμμάτων. ἃ γὰρ βλέπει ἐν τῶ ὕπνῳ, ἐγερθεὶς καὶ προσέχων ὁρᾷ αὐτά, ὥσπερ νῦν ἐγὼ τόνδε τὸν χάρτην. εἰ γὰρ καὶ κατῆλθον ἐν τῇ καρδίᾳ, ὅμως αἱ κινήσεις αὐτῶν ἔτι ἐμμένουσιν ἐν τοῖς ὀφθαλμοῖς. ὥστε εἰ μὴ ἦσαν κινήσεις καὶ εἴδωλα τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις, οὐκ ἄν συνέβαινεν ἡμᾶς 1. 2 περὶ—ἐνεργεῖ om. a 5 post τοῦ add. πάθους CRP, fort, recte ἐν ᾧ ἡ αἴσθησις om. CRP τοῦ—πάθους (6) om. P 5. 6 τῆς αἰσθητικῆς CR 6 nostri Arist. libri omnes alteram lectionem habent ἐν ὦ om. P 8 ὑπνωτικὸν πάθος CRP 9 αἰσθανόμεθα ἐν τοῖς ὕπνοις CRP 11 τὰ ante ἀληθῆ add. RP 12 ἐν τοῖς—δῆλον om. RP 13 κινήσεις φανταστικὰς om. RP 15 γίνονται a 20 ἐστι] εἰσί RP 21 πειρῷτο RP Soph. 24 ἡ om. RP (habet etiam Soph.) 25 τῇ om. Ca γένηται SRP ἡ] ὡς RP 27 an ἡνίκα γάρ, ἂν ? γὰρ ὑπνώττων τις ὁρᾶν ἄρξηται Soph. 28 ἐγερεῖ αὐτόν τις Sa: ἐγερεῖ τις αὐτὸν RP: ἐγερθῇ C (Soph.) 30 χόρτον CRP καὶ om. RP κατῆλθεν CP: anceps R 31 αὐτοῦ C ὁρᾶν Σωκράτην, εἰ οὗτος ἦ ὁ ὁρώμενος ἐν ὕπνῳ, μὴ παρόντος Σωκράτους. 146r ἀλλὰ καὶ ἔνιοι τῶν νέων ὑπό τινος ἐγερθέντες καὶ πάμπαν ἀκριβῶς διαβλέψαντες εἴδωλα εἶδον ἐνώπιον αὐτῶν ἱστάμενα· ταῦτα δὲ ἦσαν αἱ ἐν τοῖς ὀφθαλμοῖς ἀπὸ τῶν αἰσθητῶν κινήσας. Ταῦτα εἰπών, συμπεραίνεται λέγων· ἔστι τὸ ἐνύπνιον φάντασμα ἐν ὕπνῳ. τὸ δὲ ἐν ὕπνῳ ἐπήγαγε διὰ τὸ καὶ τὰ εἴδωλα, ἅπερ ὁρῶσιν οἱ πάμπαν ἐν σκότει διαβλέποντες, εἶναι μὲν φαντάσματα, οὐκ ἐνύπνια δέ· τὸ γὰρ ἐν ἐγρηγόρσει φάντασμα οὐκ ἐνύπνιον, ἀλλὰ τὸ ἐν ὕπνῳ φαινόμενον φάντασμα. τοῦτό ἐστιν ἐνύπνιον. οὔτε οὖν τὰ εἰρημένα εἴδωλα καὶ φαντάσματά εἰσιν ἐνύπνια, οὔτε ἄλλο τι φαινόμενον λελυμένων, τουτέστιν ἐνεργουσῶν, τῶν αἰσθήσεων. ὁρῶμεν γὰρ φαντάσματά τινα διὰ νόσον ἐνεργουσῶν τῶν αἰσθήσεων, ἅπερ οὔ φαμεν ἐνύπνια. ἀλλὰ μὴν οὐδὲ πᾶν τὸ ἐν ὕπνῳ φάντασμα ἐνύπνιόν ἐστι· τὰ γὰρ φαινόμενα ἐν τῷ ὕπνῳ, ὅταν μὴ κατέχηται τὸ κύριον καὶ τὸ ἐπικρῖνον, φαντάσματα μέν εἰσιν, ἐνύπνια δ᾿ οὔ. εἰπὼν δὲ ὅτι οὐδὲ πάντα τὰ ἐν ὕπνῳ φαινόμενα φαντάσματα ἐνύπνιά εἰσι, τίνα ταῦτά ἐστι λέγει, ὅτι οἱ ψόφοι, ὧν αἰσθάνεταί τις καθεύδων, καὶ τὸ φῶς καὶ οἱ χυμοί, ταῦτα οὔκ εἰσιν ἐνύπνια. οἱ γὰρ ὑπνώττοντες καὶ μεταξὺ ὄντες τοῦ ἁπλῶς γρηγοροῦντος καὶ ἁπλῶς κοιμωμένου, ἐάν τις ψοφῇ ἢ φῶς κρατῶν διέρχηται, αἰσθάνονται καὶ τοῦ φωτὸς καὶ τῶν ψόφων, δοκοῦσι δ’ ἐν ὀνείρῳ τούτων αἰσθάνεσθαι· ὥστε καὶ πολλοὶ ἐγερθέντες λέγουσι πρὸς αὐτούς· σὺ ψοφεῖς· σὺ τὸ φῶς κατέχεις· μὰ τὸν ἥλιον ἐδόκουν ὅτι ὄναρ ταῦτα ὁρῶ, τάχα δὲ οὐκ ὄναρ ἦν αὐτά, ἀλλ’ ἀληθῆ. αἰσθάνονται δὲ τούτων ἀσθενικῶς καὶ οἷον πόρρω· πῇ γὰρ αἰσθάνονται. ὡς γὰρ ἔχει ὁ ἁπλῶς ἐγρηγορὼς πρὸς τὸν πῇ ἐγρηγορότα, οὕτω καὶ ἡ ἁπλῶς αἴσθησις πρὸς τὴν τῆ αἴσθησιν. ἀλλὰ καὶ πολλοὶ καθεύδοντές πῃ, μὴ ἔχοντες δὲ παντελῶς κεκλεισμένα τὰ βλέφαρα, ἀλλ’ ἠρέμα καὶ ὀλίγον ἀνεῳγμένα, καὶ ὁρῶντες τὸ τοῦ παρακειμένου λύχνου φῶς, ἐγερθέντες εὐθὺς ἐγνώρισαν τὸ τοῦ λύχνου ὄν, ὅπερ οὐχ ὡς λύχνου ἐνόμιζον ὁρᾶν, ἀλλ᾿ ὡς ἐνύπνιον, μὴ καθεύδοντες γάρ· οὐ γὰρ ἀπλῶς καθεύδουσιν, ἀλλὰ πῇ. νομίζοντες δὲ καθεύδειν δοκοῦσιν, ὅτι ἅπερ ὁρῶσι καὶ ὅλως ἅπερ φαντάζονται ἐνύπνιά εἰσιν, μὴ ὄντα ἐνύπνια. καὶ ἀλεκτρυόνων φωνῆς ἀκούοντες καὶ νομίζοντες, ὅτι ἐνύπνιόν ἐστιν, ἐγερθέντες εἶδον τὸν ἀλεκτρυόνα καὶ εὐθὺς ἐγνώρισαν ὅτι οὐκ ἐνύπνιον τὸ φαινόμενον, ἀλλὰ φάντασμα. ταῦτα δὲ ὅτι οὕτως ἔχει, ἴσμεν οἱ πειρώμενοι μνημονεύειν τῶν τοιούτων. οἱ δ’ ἀποκρινόμενοι ἐν τῷ ἐρωτᾶσθαι, ὅτε ὑπνώττουσι, πολλάκις οὐ μνημονεύουσιν 1 ὁ om. CRP, s. s. S 2 post πάμπαν add. καὶ Sa (om. etiam Soph.) 8 βλέψαντες C 5 συμπεραίνει CRP 11 ὁρῶμεν a: ὀρῶ S: ὁρῶσι CRP νόσον] μέσων CRP 13. 14 ὅταν μὴ κατέχηται a: ὅτε μὴ κατέχεται ceteri 14 τό om. S, prius P; fort, recte cf. ad p. 73,13 1.3. 16 εἰσὶν ἐνύπνια CRP 18 ἐγρηγοροῦντος R: ἐγρηγορότος P Soph. 21 post ψοφεῖς add. ἡ CRP Soph. 22 ὅτι οm. CRP ὁρᾶν CRP 23 τούτοις RP πόρρωθεν Arist. 24 ἐγρηγοροῦντα CR 26 ἐγκεκλεισμένα CRP Soph. 27 ἠνεωγμένα CR 31 εἰσιν] εἶναι CRP 32 δὲ ante εἶδον add. C 35 ἐν οm. RP μονεύουσιν ἐγερθέντες, ὅτι ἀπεκρίθησαν, ἀλλ’ ἀγνοοῦσιν. ὥστε δῆλον ὅτι, 146r ἐπεὶ ἀποκρινόμενοι οὐ μνημονεύουσιν, οὔτε ἀπλῶς γρηγοροῦσιν (ἐμνημόνευον γὰρ ἄν), οὔθ’ ἀπλῶς ὑπνώττουσιν (οὐ γὰρ ἂν ἀπεκρίθησαν), ἀλλὰ πῇ ὑπνώττουσι καὶ πῇ γρηγοροῦσιν. ἀληθεῖς δὲ ἐννοίας παρὰ τὰ φαντάσματα λέγει τὰς κρίσεις, δι’ ὧν ἐν ὕπνῳ κρίνομεν, ὅτι τοῦθ’ ὅπερ ὁρῶ οὐκ ἔστιν ἐνύπνιον. Σαφῆ δὲ τὰ ἑξῆς. ἐναντίωσιν δὲ ταύτην λέγει τὸ ὁρᾶν ἐνύπνιον καὶ μὴ ὁρᾶν· τὸ γὰρ μὴ ὁρᾶν ἐναντίον τῷ ὁρᾶν. | 2 οὔτι RP ἐγρηγοροῦσιν CRP 3 ἀπεκρίνοντο OR: ἀπεκρίθησαν vel ἀπεκρίναντο Soph, libri 4 post ὑπνώττουσι add. οὐ γὰρ ἂν ἀπεκρίνοντο R ἐγρηγοροῦσιν CRP 7 ἐνύπνια CRP add. τέλος τῶν σχολίων εἰς τὸ περὶ ἐνυπνίων ἀριστοτέλους a