Ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος, λέγω δὴ ὁ περὶ τῶν τῆς ψυχῆς ΙΙ4 μορίων, οὗτος οἰκειότατος καὶ περὶ ψυχῆς, δῆλον. ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ἐπικαιροτάτην ποιήσασθαι λαβεῖν ὁρισμῷ τί ἐστιν ἕκαστον αὐτῶν, εἶθ’ οὕτω περὶ τῶν ἐχομένων καὶ ἑπομένων συμβεβηκότων αὐτοῖς ἐπισκέψασθαι. ἐπεὶ δὲ ἐν τοῖς ἑξῆς ἀπὸ τῆς οὐσίας, δυνάμει, ἐνεργείᾳ καὶ τῷ πρὸς ὃ ἡ ἐνέργεια, τὸ πρότερον καὶ τὸ ὕστερον διττὸν ὁρᾶται καὶ ἔμπαλιν χρόνῳ μὲν γὰρ ἡ δύναμις τῆς ἐνεργείας πρεσβύτερον ἐπὶ τοῦ αὐτοῦ, αὕτη δὲ τοῦ ἀντικειμένου καὶ πρὸς ὃ λέγεται, τῇ φύσει δὲ καὶ τῷ λόγῳ τῷ πρὸς ἡμᾶς ὕστερα ὧν γὰρ ἐν τῷ ὁρισμῷ προσλαμβάομέν τινα, ταῦτα πρῶτα ἐκείνων· τὴν γοῦν ὄψιν ὁριζόμενοι συλλαμβάνομεν καὶ τὴν ὅρασιν, λέγοντες αὐτὴν δύναμιν τοῦ ὁρᾶν, καὶ ἐν τῷ λόγῳ δὲ τῆς ὁράσεως καὶ τοὐ ὁρατοῦ μνημονεύομεν φάσκοντες αὐτὴν ἀντίληψιν χρωμάτων· τὸ ἀνάπαλιν δ’ οὔ), εἰ οὖν οὕτω ταῦτα, καὶ χρὴ λέγειν, τί ἕκαστον αὐτῶν, οἷον τί τὸ νοητικὸν ἢ αἰσθητικὸν ἢ θρεπτικόν, τὰς δυνάμεις αὐτάς, πρότερον ἔτι λεκτέον τί τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι· πρότεραι γάρ εἰσιν, ὥς γε εἴρηται, τῶν δυνάμεων αἱ ἐνέργειαι καὶ αἱ πράξεις κατὰ φύσιν καὶ λόγον. ἀλλὰ καὶ τούτων ἔτι πρότερα τὰ ἀντικείμενα καὶ ἐν οἷς αἱ ἐνέργειαι· καὶ δεῖ τεθεωρηκέναι περὶ ἐκείνων πρότερον ἀνάγκῃ καὶ διὰ τὴν αὐτὴν αἰτίαν, οἷον περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ νοητοῦ · ὥστε πρῶτον περὶ τούτων λεκτέον. λέγομεν δὴ οὖν ἀρξάμενοι πρῶτον περὶ τροφῆς καὶ γεννήσεως · ἡ γὰρ θρεπτικὴ καὶ τοῖς ἄλλοις ὑπάρχει καὶ πρώτη καὶ κοινοτάτη δύναμίς ἐστι ψυχῆς, καθ’ ἣν ὑπάρχει τὸ ζῆν ἅπασιν. ἧς ἔργον γεννῆσαί τε καὶ τροφῇ χρήσασθαι· φυσικώτατον γὰρ καὶ σκοπιμώτατον τέλος τῶν ἔργων τοῖς ζῶσιν, ὅσα τέλεια καὶ μὴ πηρώματα, ὥσπερ τὰ νεογνὰ αἵ τε στεῖραί τε καὶ εὐνοῦχοι πήρωμα δέ τι καὶ ἀμφοτέρων τῶν φύσεων αἱ ἡμίονοι), ἢ τὴν γένεσιν αὐτόματον ἔχει καὶ ἀσυνδύαστον, ὡς μυῖαι καὶ ψύλλαι, τὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ζῶον μὲν ζῶον, φυτὸν δὲ φυτόν, 2 ἀριθμῷ] ποσῷ Α2 4 ἐκεῖ C 8 τῆς (post πάσης) om. AC 13 λόγον B 18 τῷ] τὸ BC 10 αὕτη] αὐτὸ Β 20 τὰ πρὸς B 21 πρῶτα] immo πρότερα 25 οὖν om. C 20 τὸ νοεῖν καὶ om. Β 30 ἀνάγκῃ καὶ] ἄν δίοι A 31 οὖν οm. C 34 ἧς] οἶς Β 36 τε (post στεῖραι) om. Α οἱ εὐνοῦχοι Α 37 αἰ] οἱ Α ἀσυνδοίαστον AC ἵνα δὴ τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχωσιν, ᾗ δύνανται· πάντα γὰρ ἐκείνου ὀρέγονται, κἀκείνου ἕνεκα πράττει, ὅσα κατὰ φύσιν. καὶ ἄγγελοι μὲν καὶ ψυχαὶ λογικαὶ καὶ τῷ ἀριθμῷ τοῦ ἀιδίου μετέχουσιν· τὰ δὲ παρὰ ταῦτα καὶ ἐν γενέσει καὶ φωρᾷ τῷ εἴδει, τοῦτο δὲ τῇ διαδοχῇ. ἀπορήσειεν ἄν τις, εἴπερ φυσικώτατόν ἐστι τὸ ποιῆσαι οἷον αὐτό, ἕκαστον δὲ τοῦ ὁμοίου γεννη- τικόν· συμβήσεται ἢ καὶ ἐν τῇ ἀλόγῳ ἐνεῖναι τὴν γεννητικὴν δύναμιν, καὶ τὴν αἴσθησιν γεννᾶν αἴσθησιν καὶ τὸν θυμὸν θυμόν, καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ἢ τὴν φυτικὴν γεννᾶν τὴν ἄλογον, ὡς εἶναι τὸ κρεῖττον παρὰ τοῦ χείρονος· τοῦτο δὲ ἄτοπον. μήποτ’ οὖν, ὥσπερ τῶν αὐτομάτων ζώων τε καὶ φυτῶν ἡ γένεσις οὐκ ἐκ προυποκειμένης ψυχῆς τῇ διαδοχῇ γίνεται, ἀλλὰ τῆς ὕλης ἐπι- τηδείου γενομένης ὑπὸ τῆς ὅλης δημιουργίας ἐνίενται ἐν αὐτῇ τῶν βοτανῶν καὶ τῶν ζώων τὰ εἴδη καὶ αἱ ἐν αὐτοῖς ψυχικαὶ δυνάμεις, οὕτω καὶ ἐπὶ τῆς ἀλόγου ψυχῆς ἐν τοῖς ζώοις γίνεται, ἐκ τῆς ὅλης δημιουργίας ὑφισταμένης αὐτῆς. ἡ γόνιμος οὖν δύναμις τῆς ἀλόγου ψυχῆς οὐκ ἐν τῇ μερικῇ, ἀλλ’ ἐν τῇ ὅλῃ φύσει, ἥτις γίνεται τῆς διαμονῆς τῶν ψυχικῶν εἰδῶν αἰτία. οὐδεμία δὲ περὶ τῆς λογικῆς ψυχῆς ἐν τούτῳ ἀπορία κατ’ ἀριθμὸν ἐχούσης ἀιδιότητα, οὐδὲ προσδεὴς γονιμότητος. ἀλλ’ εἰ πάντα τοῦ ἀεὶ ἐφίεται καὶ ἀγαθοῦ, καὶ διὰ τοῦτο τοῖς ἐμψύχοις ἡ γεννητικὴ ἐνέσπαρται δύναμις, πῶς ἐπὶ τῶν ἀψύ- χων ὁ λόγος εὐοδωθήσεται; οὐδὲ γὰρ τὴν γεννητικὴν ἔχει δύναμιν. λέγομεν οὖν ὅτι ἔνεστι κἀνταῦθα κατὰ τὰ μέτρα αὐτῶν τὴν τοιαύτην θεωρῆσαι ἐνέρ- γειαν. ὡς γὰρ ἐν τοῖς ἐμψύχοις οὐχ ὁμοία ἡ ἔφεσις τοῦ τοιούτου, ἀλλ’ ἐν μὲν τοῖς ζώοις τοῖς κινουμένοις κατὰ τόπον καὶ ὄρεξις ὑπὸ τῆς φύσεως ἐν- τέθειται παρορμῶσα καὶ διεγείρουσα πρὸς τὴν τοιαύτην ἐνέργειαν, καὶ ἐν αὐτοῖς δὲ τούτοις διαφορὰ πλείστη ὁ μὲν γὰρ ἄνθρωπος καὶ ἐφιστάνει τῷ γινομένῳ δι’ ὅ, αὐτομάτως δ’ ἐν τοῖς φυτοῖς ἐπιγίνεται), οὕτως οὐδὲν θαυμαστόν, εἰ καὶ ὑφειμένως πως καὶ τὰ ἄψυχα τῆς τοιαύτης μετέχειν φανῶσι δυνάμεως. τὰ γὰρ στοιχεῖα φθαρτὰ ὄντα καὶ παθητὰ καὶ ὑπ’ ἀλλήλων δρῶντα καὶ πάσχοντα, τό τε ἐπικρατοῦν ἕλκει τὸ ἕτερον καὶ πρὸς ἑαυτὸ μεταβάλλει, καὶ τοῦ ἐνταῦθα ὑπὸ θερμοῦ φθαρέντος ψυχροῦ ἀλλαχοῦ ἡ ἀνταπόδοσις γίνεται ἐπικρατοῦντος τοῦ ψυχροῦ διὰ τὸ παραμένειν τὰ εἴδη. καὶ τὰ μέταλλα δὲ φθειρόμενα πάλιν ἀνταποδίδοται εἰ γὰρ καὶ μὴ ὅδε ὁ λίθος γεννᾷ ἑαυτῷ ὅμοιον, ἀλλ’ ἥ γε τοῦ ὅλου μετάλλου ὁλότης γεννητικήν πως ἔχει τινὰ δύναμιν· καὶ ἔοικεν ὁ λίθος οὗτος τινὶ τῶν ἐν τοῖς ζώοις μορίων, αὐτὴ δὲ ἡ τοῦ μετάλλου ὁλότης ὅλῳ τῷ ζῴῳ. καὶ γὰρ τοῖς ζώοις ἐν τοῖς ὅλοις ἡ γεννητικὴ δύναμις, οὐκ ἐν τοῖς μορίοις, καὶ καθάπερ σαρκός τινος ἀφαιρεθείσης ἀντ’ αὐτῆς ἡ φύσις ἑτέραν ἐγέννησεν, οὕτω κἀν τοῖς μετάλλοις ἀντὶ τοῦ ἀφαιρεθέντος ἀποδίδοται ἕτερον. ἐπεὶ δ’ ἅπαξ τοῦ τελικοῦ αἰτίου μεμνήμεθα καὶ τοῦ οὗ ἕνεκα, βραχέα ἄττα 1 μετέχουσιν AC ἐκείνου om. Β 4 fort, ἀπορήσειε δ’ 9 τούτοις Β δὲ] δὴ BC 12 αἱ Α Philoponus: om. BC τῆς] τοῖς C 17 γονιμότατος Α 20 θεωρῆσαι] τεθεᾶσθαι Α 23 παρορμῶσα] παροιστρῶσα Α 26 φανῶ C 28 ἕλκοι C 32 γεννητικήν] κινητικόν Β κινητικὸν — μετάλλου ὁλότης in margine add. Β 35 post καθάπερ add. ἐκεῖ Α αὐτοῦ AC ἑτέραν ἡ φύσις Α περὶ τούτου διαλαβεῖν ἀναγκαῖον. διττὸν γὰρ τοῦτο, τὸ μὲν οὐ, τὸ δὲ ᾦ, οἷον τέλος μὲν τῷ οἰκοδόμῳ κτὰ τὴν οἰκίαν τὸ σκέπασμα ποιῆσαι κωλυτικὸν ὄμβρων καὶ καυμάτων, ἀλλ’ ὡς οὗ ἐπεὶ δὲ ἡμῖν τοῦτο ποιεῖ τοῖς ἐπιτάξασιν καὶ μισθωσαμένοις, ἔχοι ἄν καὶ ἡμᾶς ἄλλο τέλος ὡς ᾧ. ὡς γοῦν ἐπὶ τῶν τεχνητῶν, οὕτω καὶ ἐπὶ τῶν φύσει συνεστώτων ἔχει. ἡ μὲν γὰρ ἔφεσις ἀπλῶς τοῦ θειου, δι’ ἣν ἕκαστον ποιεῖ τῶν ἐμψύχων ἄλλο οἷον αὐτό, τὸ οὗ· ἐπεὶ δὲ τῶν χρησομένων ψυχῶν τὰ σώματα ὄργανα, καὶ ταύταις ἡ φύσις ἐπλάσατο, ἔσονται καὶ αὗται τέλος ὡς ᾧ. ἀναλογείτω γοῦν ὁ μὲν οἰκοδόμος τῇ φύσει, ἡ δὲ τῶν ὄμβρων καὶ καυμάτων ἀπαλέξησις τῇ ἐφέσει τοῦ ἀγαθοῦ, ὁ δὲ τῆς οἰκίας κύριος τῇ ψυχῇ, τῷ σώματι δὲ ἡ οἰκία. ἔχοι δ’ ἄν οὕτω καὶ ἐπὶ τῶν φυτῶν · τό τε γὰρ σπέρμα ὄργανον ἐπ’ αὐτῶν καὶ τὰ σώματα τῶν ἐν αὐτοῖς ψυχῶν, ἥ τε τῆς ἀιδιότητος ἔφεσις καὶ ἐν ἐκείνοις. ἐπὶ δὲ τῶν ἀψύ- χων οὐκ ἄν εἴη οὕτω προχωρῶν ὁ λόγος, οἷον ἐν τοῖς μετάλλοις. ἓν γὰρ ἐπὶ τούτοις τὸ οὗ ἕνεκα ἡ τοῦ ἀγαθοῦ ἔφεσις καὶ ἀεί, τὸ δὲ ᾧ οὐκ ἔστιν, ὡς μή τινων ὀργανικοῖς χρωμένων τοῖς ἐν τούτοις σώμασιν, ἀλλὰ προσεχῶς μὲν ὑπὸ ψύξεως συνεστώτων καὶ θερμότητος ἐπὶ τῇ ὑγρότητι καὶ ξηρότητι, ἐξῃρημένως δὲ ὑπὸ τῆς ὅλης δημιουργίας· εἰ μήπου τις οὕτω διττὸν τὸ τέλος καὶ ἐπ’ αὐτῶν θεωρεῖ, τὸ μὲν οὗ διὰ τὴν κοσμοποιίαν, τὸ δὲ ᾧ ἐπὶ τῷ κοσμῆσαι τὴν ὕλην, καθὸ καὶ πᾶν εἶδος ἐγγίνεται. τοσαῦτα παρεκβατικώτερον εἰπόντες πάλιν τῆς ἀκολουθίας ἐχώμεθα. ἐπεὶ γάρ, ὡς εἴρηται, κοινωνεῖν ἁδὺ. νατεῖ τοῦ ἀεὶ καὶ τοῦ θείου τῇ συνεχείᾳ, διὰ τὸ μηδὲν ἐνδέχεσθαι τῶν φθαρτῶν τὸ αὐτὸ καὶ ἓν ἀριθμῷ διαμένειν, ᾗ μετέχειν ὡς ἕκαστον δύναται, ταύτῃ κοινωνεῖ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον· καὶ διαμένει οὐκ αὐτὸ ἀλλ’ οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἐν, εἴδει δὲ ἕν. Ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος ἀρχὴ καὶ αἰτία. τούτων δὲ πολλὰ. χῶς λεγομένων ὡς ποιητικόν, ὑλικόν, εἰδικὸν καὶ τελικόν, ἔξω τοῦ ὑλικοῦ κατὰ τοὺς ἄλλους τοὺς διωρισμένους τρεῖς τρόπους ἡ ψυχὴ αἴτιον σώματι· καὶ γὰρ ὅθεν ἡ κίνησις αὐτή, καὶ ὡς οὗ ἕνεκα, ἔτι δὲ καὶ ὡς οὐσία καὶ εἶδος τῶν ἐμψύχων σωμάτων. καὶ πρῶτον μὲν ὅτι οὐσία καὶ εἶδος, δῆλον ὃ γὰρ αἴτιον τοῦ εἶναί τισι, τοῦτο καὶ οὐσία καὶ εἶδος αὐτῶν, τὸ ζῆν δὲ τοῖς ζῶσι τὸ εἶναι ἐστί, τούτου δὲ αἰτία καὶ ἀρχὴ ψυχή. ἔτι παντὸς τοῦ δυνάμει ὄντος ἡ ἐντελέχεια εἶδος καὶ λόγος ἐστίν, ἡ δὲ ψυχὴ τοῦ δυνάμει ζωὴν ἔχοντος σώματος ἐντελέχεια ἡ ψυχὴ ἄρα οὐσία καὶ εἶδος τοῦ τοιούτου σώματος. φανερὸν δ’ ὡς καὶ οὗ ἕνεκα καὶ ὡς τέλος αἰτία ψυχὴ σώματι· ἱκανῶς γὰρ ἀνωτέρω διείληπται. ὥσπερ γὰρ ὁ νοῦς ὁ πρακτικὸς ἕνεκά του ποιεῖ ἃ ποιεῖ πάντα γὰρ αὐτῷ πρὸς τὸ τέλος νένευκεν, οἷον τῷ οἰκοδομοῦντι πρὸς τὴν οἰκίαν), τὸν αὐτὸν τρόπον καὶ ἡ φύσις, καὶ τοῦτ’ ἐστὶν αὐτῇ τέλος. τοιοῦτον δὲ ἐν τοῖς ζώοις ἡ ψυχὴ καὶ κατὰ φύσιν· πάντα γὰρ τὰ φυσικὰ καὶ ἔμψυχα σώματα τῆς ψυχῆς ὄργανα, καὶ καθάπερ ἐπὶ τῶν ζώων, οὕτω καὶ ἐπὶ τῶν 1 τούτου] αὐτοῦ AC 5 ἔχοι C 6 ἐπεὶ] ἐπὶ Β 8 ἀναλογεῖ τῷ B 12 αὑτοῖς scripsi: αὐταῖς libri ἐπὶ] ἐπεὶ Α1 16 θερμότητος] θερμότατον B 18 αὐτῶν] αὐτῷ AC 20 ἐχόμεθα AC 22 ὡς om. AC 23 κοινβωνεῖν Α 34 σώματι] σώματος Α φυτῶν πρὸς γὰρ τὰς ἑκάστης ψυχῆς ἰδιοτρόπους ἐνεργείας καὶ ἡ διοργάνωσις τῶν δεξομένων σωμάτων ἐπηκολούθησε. διχῶς δὲ τὸ οὗ ἕνεκα ὡς ἐλέγομεν, τό τε οὗ καὶ τὸ ᾦ τὸ δεύτερον δὲ τῇ ψυχῇ προσηρμόττομεν. ἀλλὰ καὶ ὡς ποιητικόν, οὐκ οὐσίας μέντοι, ὅθεν δὲ ἡ κατὰ τόπον κίνησις, αἰτία τοῖς ζῶσι ψυχή. οὐ·κ ἐν πᾶσι δὲ κατάρχει τοῖς ζῶσιν, ὡς πολλάκις εἴρηται, ἡ δύναμις αὕτη. ἔσται οὖν τὰ περὶ τὴν οὐσίαν τέσσαρα εἴδη τῶν κινήσεων, ἡ κατὰ τόπον, ἡ ἀλλοίωσις, ἡ αὔξησις καὶ ἡ φθίσις διὰ ψυχήν. καὶ ὡς μὲν ἡ κατὰ τόπον βουλήσει ψυχῆς τοῖς ζώοις προσγίνεται, οὐ δεῖται κατασκευῆς διὰ τὸ ἐναργές. ὅτι δὲ καὶ ἀλλοίωσις καὶ αὔξησις ἐν τοῖς ἐμψύχοις κατὰ ψυχήν, ἔνθεν· ἡ μὲν γὰρ αἴσθησις ἀλλοίωσίς τις εἶναι δοκεῖ· δυνάμει γὰρ οὖσα ἄγεται εἰς ἐνέργειαν· αἰσθάνεται δ’ οὐδὲν ὃ μὴ ·ψυχὴν ἔχει. ὁμοίως δὲ καὶ περὶ αὐξήσεως καὶ φθίσεως ἔχει· οὐδὲν γὰρ φθίνει οὐδ’ αὔξεται φυσι- κῶς μὴ τρεφόμενον, τρέφεται δ’ οὐδὲν ὃ μὴ κοινωνεῖ ζωῆς, οὐ κοινωνεῖ δὲ ζωῆς ὃ μηδὲ ψυχῆς. καὶ οὕτω μὲν αὐξήσεως ἐν τοῖς ἐμψύχοις ποιητικόν τι τὴν ψυχὴν ἡμεῖς ὁριζόμεθα· Ἐμπεδοκλῆς δὲ οὐ καλῶς ποιεῖ ἐν τούτοις αὐ- τοῖς τὰς ῥοπὰς τῶν στοιχείων ἐπαιnώμενος. εἴρηκε γὰρ τοῦτο προσθεὶς τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν ῥιζουμένοις διὰ τὸ τὴν γῆν οὕτω φέρεσθαι κατὰ φύσιν, ἄνω δὲ διὰ τὸ πῦρ ὡσαύτως. πρῶιον μὲν τὸ ἄνω καὶ τὸ κάτω οὐ καλῶς λαμβάνει· οὐ γὰρ ταὐτὸ τοῖς ἄλλοις τὸ ἄνω καὶ κάτω καὶ τῷ παντί, εἴπερ οὕτω δεῖ λέγειν ἐπὶ τοῦ κόσμου τὸ δέ ἐστί πέριξ καὶ μέσον), ἀλλ’ ὡς ἡ κεφαλὴ τῶν ζώων, οὕτως αἱ ῥίζαι τῶν φυτῶν, εἰ χρὴ τὰ ὄργανα λέγειν ἕτερα καὶ ταὐτὰ τοῖς ἔργοις. ἄνω δὲ ἡ κεφαλὴ τοῖς ζώοις, ἐπείπερ ἐκεῖθεν διὰ τοῦ στόματος ἡ τῆς τροφῆς εἴσοδος. ὡς γὰρ ἔμπροσθεν λέγομεν, ἐφ’ ὃ ἡ αἴσθησις, καὶ δεξιόν, ὅθεν ἡ κίνησις, οὕτω καὶ ἄνω, ὅθεν ἡ τροφή, εἴτε καὶ ταὐτίζεται τὸ τοῦ παντὸς ἄνω ὡς ἄν ἐπ’ ἀνθρώπου, ἢ καὶ ἔστι διάφορον ὡς ἐπὶ τῶν ἀλόγων καὶ τῶν φυτῶν. πρὸς δὲ τούτοις τί τὸ συνέχον εἰς τἀναντία φερόμενον τὸ πῦρ καὶ τὴν γῆν; διασπασθήσεται γὰρ τὸ φυτόν, εἰ μή τι ἔσται τὸ κωλῦσον καὶ καθέξον· εἰ δὲ ἔστι , τοῦτο δὲ ἡ ψυχή, αὕτη καὶ αἰτία αὐτῷ τοῦ αὔξεσθαι καὶ τοῦ τρέφεσθαι. καὶ τί δεῖ ἐγκαλεῖν Ἐμπεδοκλεῖ, ὃς μόνοις φυτοῖς καὶ μόνης αὐξήσεως καὶ ἐν μέρει τὸ πῦρ ᾐτιάσατο; ἀλλ’ εἰσί τινες, οἷς καὶ δοκεῖ τὴν πυρὸς φύσιν ἀπλῶς καὶ μόνον αἰτίαν εἶναι πάσης τροφῆς καὶ αὐξήσεως. ὑπήχθησαν δὲ τῷ μόνον φαίνεσθαι τῶν σωμάτων καὶ τῶν στοιχείων τρεφόμενον καὶ αὐξόμενον διὸ καὶ ἐν τοῖς ζώοις ὑπέλαβον τοῦτο εἶναι τὸ ἐργαζόμενον. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἐναργῶς ὁ πλεονασμὸς πρόσθεσίς ἐστι· γῆ γὰρ γῇ καὶ ὕδωρ ὕδατι προστιθέμενον ὁμοίῳ ὅμοιον μᾶλλόν τι τὸ ὅλον γίνεται· ὧδε δὲ ἀνομοιοειδῶν προστιθεμένων, ξύλων ἢ τῶν τοιούτων, ὥσπερ ἐπὶ τῶν κυρίως τρεφομένων συμβαίνει τὰ τῆς τροφῆς καὶ αὐξήσεως. οὐχ οὕτω δὲ ἔχει, ἀλλὰ γένεσις μὲν πυρὸς τοῦτο κυρίως λέγοιτ’ ἄν, τροφὴ δὲ ἢ αὔξησις οὐ πάνυ τοι· οὔτε γὰρ 4 μέντοι] μέντι BC 5 κατάρχει] incertum Β 6 περὶ] πρὸς Α1: παρὰ Α2 9 καὶ αὔξησις — 10 ἀλλοίωσις οm. C 14 μὴ δὲ libri ποιητικόν τι om. Β 15 ἐν τούτοις ποιεῖ Β 10 τὸ κάτω Α 24 ἄνω ὅθεν] ἄνωθεν Α1 32 μό- νην Α 36 ἀνομοειδῶν Α1 39 πάνυ τι AC: fort, rectc ὀργανικόν, οὔτε παραμένει τὸ εἶδος τῷ ἀριθμῷ ταὐτὸν κἄν ἐπὶ βραχύ ἔτι εἰ δεῖ συνεισάγειν τὸ πῦρ πρὸς τὴν ἐν τοῖς ζώοις τροφὴν τε καὶ αὔξησιν, συναίτιον μέν πως ἔσται καὶ ὄργανον συνεισφέρει γὰρ πέττον τὴν τροφήν ὑφ᾿ ἦς ἡ αὔξησις), οὐ μὴν ἁπλῶς γε αἴτιον. τί γὰρ μᾶλλον ἄν τις τῇ ψυχῇ ἀποδοίη; τοσοῦτον γὰρ δέοι τὸ πῦρ τοῦ κυρίως αἴτιον εἷναι τροφῆς ἢ αὐξήσεως, ὅτι καὶ χεῖρον ἢ κατὰ τὰ ὀργανικά. λόγω μὲν γὰρ τῷ τεχνικῳ τοι οργανον ῥυθμιζόμενον οὐκ ἄν ἁμάρτοι τοῦ τέλους, παρεθὲν δὲ τῳ τεχνίτῃ βλάβης οὐδ ἄν τινι γένοιτο αἴτιον· τί γὰρ ποιήσει μηδενὸς κινοῦντος; τὸ δὲ πῦρ αὐτενέργητον ὂν βλάψει μᾶλλον ἢ ὠφελήσειεν ἑψομένου γὰρ τοῦ σιτίου ἢ του φαρμάκου εἴπερ μὴ ὑπὸ τοῦ μαγειρικοῦ ἢ ἰατρικοῦ κυβερνοῖτο, φθείροιτο ἄν τῳ ἕψοντι πυρὶ καὶ τοῦ εἴδους ἐκσταίη. ἔτι ἡ μὲν τοῦ πυρὸς αὔξησις εἰς ἄπειρον, ἕως ἂν ᾖ τὸ καυστὸν καὶ ἀφθονία χορηγουμένης ὕλης· τῶν δὲ φύσει συνεστώτων πέρας ἐστὶ μεγέθους καὶ αὐξήσεως, καὶ μέτρῳ τοσῷδε ἑκάστῳ προσήκοντι τὰ τῶν ἐμψύχων ὥρισται σώματα· ταῦτα δὲ ψυχῆς, ἀλλ’ οὐ πυρός, καὶ λόγου μᾶλλον ἢ ὕλης. Ἐπεὶ δὲ τὰ μὲν προσδιορθούμενοι τὰ δὲ ἀποπεμπόμενοι ἐν τῳ μέσῳ ἱκανῶς ἠσχολήμεθα, πάλιν τῆς ἀρχῆς ἁψόμεθα. ἦν δὲ ὁ λόγος περὶ τῆς θρεπτικῆς δυνάμεως. οὐ δεῖ δὲ λανθάνειν, ὡς ἐπὶ μὲν τῶν ἄλλων ταῦτα κε- χώρισται ἕτερον γὰρ τῷ εἴδει τροφὴ καὶ τρεφόμενον καὶ ὁρῶν καὶ ὁρώμενον καὶ τὰ λοιπά), ἐπὶ δὲ τοῦ γεννῶντος καὶ γεννωμένου ταὐτόν· ὅμοιον γάρ. οὕτω δέ πως ἔχει καὶ ἐπὶ τοῦ αὐξομένου καὶ αὔξοντος· ἔνδον γάρ. ὃ δὲ περὶ αὐξήσεως καὶ γεννήσεως εἰρηκέναι φθάνομεν, ὡς κἀν τῷ παρόντι μετρίως ἔχοντι ἐξαρκούμενοι, τὸ πάλιν λέγειν ὑπερτιθέμεθα ἄλλως τε, ἐπείπερ ταῦτα ἔργα καὶ τέλη τοῦ θρεπτικοῦ γεννῆσαι καὶ αὐξῆσαι, ὅσα ἄν περὶ τροφῆς εἴποιμεν, ταῦτα καὶ ὑπὲρ αὐτῶν λέγομεν. δεῖ γὰρ ἑκάστῳ τοῦ ἀεὶ εἶναι, τοῦτο δὲ ἐν τοῖς ζώοις διὰ γεννήσεως, γέννησις δὲ προσδεὴς αὐξήσεως· ἔστι γάρ τι μέτρον τοῖς σώμασιν, ὃ φθάσαντα ἐντελῶς ἔχει πρὸς γέννησιν· τροφῇ δὲ τὰ ἔμψυχα καὶ αὔξονται καὶ συνίστανται τελειούμενα. ἐπεὶ οὖν ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτικὴ καὶ γεννητικὴ καὶ αὐξητική, περὶ τροφῆς ἀναγκαῖον διορίσαι μόνης εἴη ἄν ἐν τούτῳ καὶ τὰ περὶ ἐκείνων διωρισμένα), καὶ πρῶτον· τῶν γὰρ ἄλλων ψυχικῶν δυνάμεων προτεθήσεται. ἀφορίζεται δ’ αὕτη πρὸς τὰς ἄλλας δυνάμεις τῷ ἔργῳ τούτῳ τῷ τρέφειν. δύο δὲ περὶ τροφῆς δόξαι τοῖς παλαιο- τέροις εἰσήγηνται, ἡ μὲν τῷ ὁμοίῳ τρέφεσθαι λέγουσα, ἡ δὲ τῷ ἐναντίῳ. ἄμφω δ’ ὣς μὲν ἀληθῆ, ὣς δὲ ψευδῆ· καὶ κατά τι ταὐτὸν καὶ διάφορον οἱ τῶν ἑκατέρων δοξῶν προἱστάμενοι λέγουσι. θεωρητέον τοῦτο δὴ τοῖς ἑξῆς. δοκεῖ γὰρ εἶναι ἡ τροφὴ τὸ ἐναντίον, ὡς ἀπαθοῦς ὄντος τοῦ ὁμοίου. πάσχει δὲ τὸ τρέφον ὑπὸ τοῦ τρεφομένου πεττόμενον καὶ μεταβάλλει κινούμενον· πᾶσα δὲ μεταβολὴ ἢ εἰς τὸ ἐναντίον ἢ εἰς τὸ μεταξύ. πάσχει δὲ ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου, ἀλλ’ οὐ τοῦτο ὑπὸ τῆς τροφῆς, ὅτιπερ οὐδ’ ὁ τέκτων 4 οὐ μὴ Α1 ἀποδῴη Α 8 αὐτενέργητον scripsi: ἀντενέργητον libri 10 ἰατροῦ C 17 ἁψώμεθα Α 21 κἀπὶ AC ὃ δὲ] ὅδε Β 23 ἔχοντος Α 27 φθάσασιν ἐντελεχῶς 15 30 πρῶτον] ὡς πρῶτον Α2 γὰρ expunxit A2 31 προτεθήσονται 15 38 εἰς (ante τὸ μεταξύ) οm. Α ὑπὸ τῆς ὕλης, ἀλλ’ ὑπ’ ἐκείνου αὕτη ὁ δὲ τέκτων μεταβάλλει μόνον εἰς ἐνέργειαν ἐξ ἀργίας. ποιητικὸν γάρ τι καὶ ἀπαθὲς τὸ τρεφόμενον, ἐπεὶ τὸ μὲν τὸ αὐτὸ κατ’ εἶδος μένει, τὸ δὲ μεταβάλλει καὶ ὥσπερ ὁ τεχνίτης μὴ μετα- βαλὼν κατὰ πάθος κινεῖται πρὸς ἐνέργειν, τὴν τῆς ἐν αὐτῷ δυνάμεως τελειότητα, οὕτω κἀνταῦθα οὐ τὸ τρέφεσθαι πάσχειν, ἀλλὰ τῆς θρεπτικῆς τελειότης δυνάμεως· τοῦτο δὲ τῆς μεταβολῆς οὐδὲ κίνησις ἂν καλοῖτο κυρίως ἀλλ’ ἢ γένεσις τελειότητος. οὐ πᾶν δὲ παντὶ τῷ ἐναντίῳ, ὥσπερ καὶ γίνεται, οὕτω καὶ τρέφεται, ἀλλ’ ὅσα μὴ μόνον γένεσιν ἐξ ἀλλήλων ἔχει, ἀλλὰ καὶ αὔξησιν. γίνεται γὰρ πολλὰ ἐξ ἀλλήλων, ἀλλ’ οὐ πάντως καὶ τρέφει, οἷον ὑγιὲς ἐκ κάμ. νοντος καὶ μέλαν ἐκ λευκοῦ, ὧν οὐδὲν οὐδενὸς τροφή. ὕδωρ δὲ εἰς πῦρ μεταβαλὸν καὶ θρέψαι λέγεται, ὅτι καὶ ηὔξησεν· ἔλαιον γὰρ καὶ κηρός, οἷς τὸ πῦρ τρέφεται, ὕδωρ ἐστὶ πεπονθός τι· καὶ ξύλα δὲ καὶ εἴ τι ἄλλο τῷ ὁπωσοῦν μετέχειν ὑγρότητος καίεται. τὰ γὰρ πάντη κατεξηραμμένα οἷα τὰ σεσηπότα οὐδὲν ὑπὸ πυρὸς πάσχειν δύναται. οὐχ ὥσπερ δὲ τῷ ὑγρῷ τρέφεσθαι τὸ πῦρ λέγομεν, ἤδη καὶ ἀντιστρέψαντες τροφὴν ὕδατος τὴν εἰς αὐτὸ μεταβολὴν τοῦ πυρὸς εἴποιμεν. λόγος δὲ ὅτι τὸ μὲν ὑλικώτερον, τὸ δὲ εἰδι- κώτερον, καὶ τὸ μὲν δραστικώτατον καὶ λεπτομερέστατον, τὸ δὲ οὐχ οὕτω. τὸ δὲ αὐξόμενον τὸ εἶδος ἐστίν, οὐχ ἡ ὕλη, ὥσπερ ἐν ἄλλοις εἴρηται. τὸ γὰρ αὐξόμενον ἓν εἶναι τῷ ἀριθμῷ πρότερον δεῖ· ἡ δὲ ὕλη ἀπόρρυτος ἀεὶ καὶ ἐπίρρυτος οὖσα καὶ διὰ τοῦτο μὴ ὑπομένουσα ὡς τὸ διὰ σωλῆνος ἰὸν ὕδωρ πῶς ἔσται αὐξόμενον; ἔν τε ταῖς μεταβολαῖς καὶ ταῖς κράσεσι τὴν ἐπὶ τὸ κρεῖττον γένεσιν μὲν ἀπλῶς, φθορὰν δέ τινα ὀνομάζομεν· ἐπικρατούντων δὲ τῶν χειρόνων τὸ ἔμπαλιν. διὰ ταῦτα οὐ τὸν αὐτὸν τρόπον φαίνεται εἶναι ἀλλήλων τροφή, ἀλλὰ τῷ πυρὶ μὲν τὸ ὕδωρ τροφή, τὸ δὲ πῦρ οὐ τρέφει τὸ ὕδωρ. ἐν μὲν οὖν τοῖς ἁπλοῖς σώμασι ταῦτ’ εἶναι δοκεῖ μάλιστα τὸ μὲν τροφή, τὸ δὲ τρεφόμενον. καὶ τοιαῦτα μὲν οὖν οἱ τῷ ἐναντίῳ τρέφεσθαι ἰσχυριζόμενοι λέγουσιν · οἱ δὲ τοσοῦτον δέουσι λέγειν τρέφειν τὸ ἐναντίον, ὅτι μηδὲ τὸ οἰκεῖον, εἰ· μὴ ἀκριβςέστατον οὔτε γὰρ ἡ ἐν τῇ γαστρὶ χιλοποίησις οὔτε ἡ ἐν ἥπατι ἐξαιμάτωσις, οὐδ’ ἡ ἀνάδοσις οὐδ’ ἡ πρόσθεσις αὔξησις ἢ τροφή, εἰ μὴ παρ’ ὅσον ἡ πρόσφυσις καὶ ὁμοίωσις· σαρκὶ γὰρ ἡ σὰρξ τρέγεται καὶ ὀστοῦν ὀστῳ καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν οὕτως. ἐπεὶ δ’ ἑκατέρως τῷ λόγῳ τὸ ἄπορον, ἣν ἄν διαφορὰν ἐπὶ τῆς τροφῆς εὕρωμεν, αὕτη καὶ λύσις ἔσται, καὶ πρὸς ταύτην οἱ λόγοι διαιτηθήσονται. ἡμῖν δὲ ὡς ἔθος διαπορεῖν καὶ περὶ τῶν ἐναργῶν, οὕτω τὸν λόγον προάγομεν. πότερον δέ ἐστιν ἡ τροφὴ τὸ τελευταῖον προσγινόμενον ἢ τὸ πρῶτον, ἔχει διαφοράν, καὶ αὕτη λύσις· ἐπεὶ γὰρ ἄμφω τροφαὶ ὁ ἄρτος καὶ τὸ αἷμα, ἡ μὲν πρώτη, ἡ δὲ τελευταία, καὶ ἡ μὲν ἄπεπτος, ἡ δὲ πεπεμμένη, ἀμφοτέρως ἄν ἐνδέχοιτο τὴν τροφὴν λέ- γειν καὶ ἐναντίαν τῷ τρεφομένῳ καὶ ὁμοίαν ᾗ μὲν ἄπεπτος, τὸ ἐναντίον τῷ ἐναντίῳ τρέφεται, ᾗ δὲ πεπεμμένη, τῷ ὁμοίῳ τὸ ὅμοιον. ὥστε φανερὸν 5 τῷ τρέφεσθαι AC 6. 7 ἡ γένεσις Α 7 οὕτω om. Β 9 ἐκκάμονοτες B 11 μεταβαλὼν AC 13 κατεξηραμένα Β 16 εἰδικώτατον Β 18 ὥσπερ] ὡσ κἀν Α ἐν ἄλλοις de Gener. et corr. A, 5 p. 321 sq. 29 ὕπατι Α 32 εὕρομεν AC 38 ὅμοιον Α ὅτι λέγουσι τινὰ τρόπον ἀμφότεροι καὶ ὀρθῶς καὶ οὐκ ὀρθῶς. ἐπεὶ δὲ οὐδὲν τρέφεται μὴ μετέχον ζωῆς (ἐλάθομεν γὰρ ἡμεῖς καταρώμενοι τῷ τοῖς πολλοῖς φύρεσθαι τροφὴν καὶ αὕζησιν ἀνωτέρω κατηγοροῦντες τοῦ πυρός), τὸ ἔμψυχον, ἀλλ’ ὅτι ἔμψυχον τρέφεται· ὥστε καὶ ἡ τροφὴ πρὸς ἔμψυχον ἔσται καὶ οὐ κατὰ συμβεβηκός ἔστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι· ᾗ μὲν γὰρ ποσόν τι τὸ προσφερόμενον, αὐξητικόν, ᾗ δὲ τόδε τι καὶ οὐσία, τροφή· σώζει γὰρ τὴν οὐσίαν, καὶ μέχρι τούτου τὸ πρᾶγμά ἐστιν, ἕως ἄν τρέφηται· ἐπεὶ γὰρ τὸ τρεφόμενον καὶ εἶδός ἐστι καὶ πεπόσωται ζῶον γὰρ τυχὸν ἢ φυτόν, καὶ τοσόνδε), κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τροφή, ἄρτος τυχὸν ἢ οἶνος, καὶ το- σοῦτος, ᾗ μὲν εἶδος, σώζει τὸ εἶδος προστιθεμένη ᾧ προστίθεται, ᾗ δὲ ποσόν, τὴν κατὰ μέγεθος τοῦ τρεφομένου ποιεῖται ἐπίδοσιν · καὶ ὅταν μὲν εἴη τὸ εἰσαγόμενον πλέον τοῦ ἀπορρέοντος, πρὸς οἷς τρέφεται καὶ αὔξεται, ὅταν δὲ ἔλαττον, φθίνει· στάσις δὲ τοὐ ὄγκου καὶ σωτηρία μόνη τοῦ εἴδους, ὅταν ἴσον. ἔστι δ’ ὅτε καὶ πλείονος τῆς τροφῆς οὔσης οὐκ αὔξεται τὸ σῶμα ὡς ἤδη ἀποκαμόντων τῷ χρόνῳ τῶν μορίων καὶ σκληροτέρων ἢ ὅσον τροφῇ ἐπεκτεί- νεσθαι γεγονότων· ὅθεν παισὶ μὲν ὑγροτέροις οὖσιν εὐεκτότερα τὰ ὀστᾶ καὶ τάχιστα αὔξεται, πρεσβυτέροις δὲ τοὐναντίον. ὥσπερ δὲ ἡ θρεπτικὴ δύναμις καὶ τρέφει καὶ αὔξει κατ’ ἄλλο καὶ ἄλλο, οὕτω καὶ γεννήσεως ἡ αὐτὴ ποιητικὴ τικὴ οὐ τοῦ τρεφομένου καὶ παρόντος ἤδη γάρ ἐστιν αὐτοῦ ἡ οὐσία), ἀλλ’ οἷον τὸ τρεφόμενον· γεννᾷ δ’ οὐθὲν αὐτὸ ἑαυτό, ἀλλὰ σώζει μόνον. πρός τε δὲ τῆς τροφῆς τὴν ποσότητα καὶ ποιότητα καὶ τὸ σπέρμα περίττωμα τροφῆς ὂν ἢ μειοῦται ἢ αὔξεται· ὥστε ἡ μὲν τοιαύτη τῆς ψυχῆς ἀρχή, τὴν θρεπτικὴν λέγω, δύναμίς ἐστιν οἵα σώζειν τὸ ἔχον αὐτὴν ᾗ τοιοῦτον, ἡ δὲ τροφὴ παρασκευάζειν ταύτῃ ἐνεργεῖν τὰ οἰκεῖα. διὸ τὸ στερηθὲν τροφῆς οὐ δύναται εἶναι. ἀλλὰ θρεπτικὸν τοῦτο τἄλλα δέ, εἴπερ δεῖ καὶ ταῦτα ὁρίσασθαι, ἔστιν αὐξητικὸν δύναμις ψυχῆς ἄγουσα εἰς τελείωσιν εἴδους τοῦ ἔχοντος αὐτήν, εἰς ὃ γεγονὸς δύναται ἐκτελεῖν πάσας τὰς ἐνεργείας τὰς φυσικάς γεννητικὸν δὲ δύναμις καὶ αὐτὸ ψυχῆς οἵα τε οὖσα παρασκευάζειν τὸ ἔχον αὐτὴν ποιεῖν ἕτερον οἷον αὐτὸ κατ’ ἔφεσιν τῆς ἐν τῷ πρώτῳ ἀιδιότητος. ἐπεὶ δ’ ἐστὶ τρία τὸ τρεφόμενον καὶ ῳ τρέφεται καὶ τὸ τρέφον, τὸ μὲν τρέφον ἐστὶν ἡ ψυχή, τὸ δὲ τρεφόμενον τὸ ἔχον αὐτὴν σῶμα, ᾧ δὲ τρέφεται, ἡ τροφή. ἐπεὶ δὲ ἀπὸ τοῦ τέλους καὶ τοῦ ἔργου ἅπαντα προσαγορεύειν δίκαιον, τέλος δὲ τῆς θρεπτικῆς τὸ γεννῆσαι οἷον αὐτό, εἴη ἄν ἁπλῶς ἡ πρώτη ψυχὴ καὶ φυτικὴ γεννητικὴ οἷον αὐτό· καὶ οὗτος δεύτερος ὁρισμὸς αὐτῇ. ἔτι ἔστιν ᾧ τρέφεται διττόν, τὸ μὲν ὡς ὕλη οἷον ἡ τροφή, ὥσπερ εἴρηται, τὸ δὲ ὡς ὄργανον· καὶ τοῦτο αὖ διττόν, ὥσπερ καὶ ᾧ κυβερνᾷ ὁ πλωτήρ, ἡ χεὶρ καὶ τὸ πηδάλιον, τὸ μὲν κινοῦν καὶ κινούμενον, τὸ δὲ κινούμενον μόνως. τῷ μὲν οὖν ἐμφύτῳ θερμῷ καὶ ᾧ τροφὴ πέττεται ἀναλογείτω ἡ χείρ, κινουμένῳ μὲν ὑπὸ ψυχῆς, κινοῦντι δὲ τὰ ὀργανικὰ τῆς τροφῆς μέλη, στόμα, ὀδόντας, κοιλίαν, ἧπαρ καὶ 6 τροφή AC 11 σώζειν Α 16 ἡ] ἦ Α τροφὴ Α 24 λέγω] λόγω Α1 25 παρασκευάζει Α: fort, recte 28 τὰς φυσικὰς ἐνεργείας AC γεννητικὴ Β 40 καὶ ἧπαρ Α τἄλλα ἃ κινεῖται μόνως, οὐ κινεῖ δέ, ὥσπερ καὶ τὸ πηδάλιον. εἰ δέ τις δοίη κινεῖν τὴν ναῦν, ἔσται τι ἴσως καὶ αὐτὰ κινοῦντα, τὴν τροφήν. φανερὸν οὖν ὅτι πᾶν ἔμψυχον ἀνάγκη ἔχειν θερμότητα· ἔργον γὰρ πέψις θερμοῦ. τύπῳ μὲν οὖν τί ἐστι τροφὴ εἴρηται διασαφητέον δὲ ὕστερον περὶ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις· ἐν γὰρ τοῖς Περὶ ζώων γενέσεως, ὅταν τὸ σπέρμα περίττωμα τροφῆς λέγωμεν καὶ περὶ τῆς ἁπλῶς τροφῆς διαληψόμεθα. Διωρισμένων δὲ τούτων λέγομεν κοινῇ περὶ πάσης αἰσθήσεως. ὥσπερ ΙΙ5 δὲ ἀπλῶς περὶ πάσης ψυχῆς ἐν τοῖς κατ’ ἀρχὰς ἐζητήσαμεν καὶ κοινόν τινα λόγον ὁλοσχερώτερον ἐπὶ κεφαλαίου. ἀποδεδώκαμεν, εἶτα πρὸς τὰς κατ’ εἶδος τὴν σκέψιν πεποιήμεθα, οὕτω κἀνταῦθα πρὸ τῶν κατὰ μέρος αἰσθητῶν καὶ αἰσθήσεων περὶ τῆς ὅλης αἰσθήσεως καὶ τοῦ ἀπλῶς αἰσθητοῦ εἰπεῖν ἐπιβάλ- λομεν, εἴ πως ἁμωσγέπως, ὥσπερ ἐκεῖ, ἀποδοῦναι κοινόν τινα λόγον ἰσχύσαιμεν. συλλαμβάνομεν δὲ κατὰ τὸ εἰωθὸς καὶ ὅσα συντείνει πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ, ὅθεν καὶ ἀναγκαίως ὁ λόγος παρεκταθήσεται διὰ τὰς ἐν μέσῳ ἀσχολίας. καὶ πρῶτον ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαι καὶ πάσχειν συμβαίνει, καθάπερ εἴρηται. δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι τῇ τε γὰρ τῶν αἰσθητῶν ἀντιλήψει τοίως ἢ τοίως διατιθεμένη ἀλλοιοῦσθαι δόξειεν ἄν· τοῦτο δὲ κίνησις. ἐπεὶ δ’ ἅπαξ τὸ πάσχειν καὶ κινεῖσθαι τὴν αἴσθησιν ἐνεδώκαμεν, κοινῶς περὶ τοῦ ποιεῖν καὶ πάσχειν ἐπαπορήσωμεν, ἵν’ ἔχοιμεν καὶ ἰδίως τι λέγειν περὶ αἰσθήσεως. πότερον τῷ ἐναντίῳ πάσχει τὸ ἐναντίον καὶ ποιεῖ, ἢ ὑφ’ ὁμοίου τὸ ὅμοιον, ὡς φασί τινες; ἢ καὶ ἄμφω πῶς μὲν πῶς δ’ οὐ τῷ δυνάμει καὶ ἐνεργείᾳ, ὡς μικρῷ πρόσθεν διεστειλάμεθα. καὶ ἐν τοῖς καθόλου λόγοις ἱκανῶς ἐπεστήσαμεν, πῶς τοῦτο δυνατὸν καὶ ὅπως ἀδύνατον οὐδὲν δὲ κωλύει καὶ νῦν ἐπὶ βραχὺ διελθεῖν. οὔτ’ οὖν τὰ πάντη ταὐτὰ οὔτε τὰ ἕτερα πάντη πάθοι ἢ δράσοι πρὸς ἄλληλα, ἀλλὰ τὰ ἐνεργείᾳ μὲν ἕτερα δυνάμει δὲ ταὐτὰ πάσχει ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ κινούμενα· τί γὰρ πάθοι φωνὴ ὑπὸ χρώματος ἢ ὄψις ὑπὸ ὀδμῆς; τί δὲ ὕδωρ ὑφ’ ὕδατος ἢ πῦρ ὑπὸ πυρός; ὕδωρ δὲ πυρὶ καὶ πῦρ ὕδατι δρῶσι καὶ πάσχουσι δυνάμει ὄντα ταὐτά· δυνάμει δὲ ταὐτὸν καὶ τῷ αἰσθητῷ αἴσθησις, ἐνεργείᾳ δ’ οὔ. ἔτι καὶ τοῦτο ζητήσωμεν ἔχει καὶ] γὰρ ἀπορίαν ἀρκοῦσαν, ἣν κάλλιον ἦν εἰ μετὰ πολλὰ προτεθείκαμεν, ἀλλὰ μὴ νῦν ὑπὸ προθυμίας ὀλιγωρήσαντες· τί δήποτε καὶ τῶν αἰσθήσεων αὐτῶν οὐ γίνεται αἴσθησις, καὶ διὰ τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, ἐνόντος πυρὸς καὶ τῶν ἄλλων στοιχείων, ὧν ἐστιν αἴσθησις καὶ τῶν καθ’ αὑτὸ προσόντων καὶ οὐσιωδῶς αὐτοῖς, ὡς ἁφὴ θερμότητος καὶ ψυχρότητος καὶ τῶν ἐναντίων, κ·αὶ τῶν κατὰ συμβεβηκός, ὡς ἕτεραι. ἔδει γάρ, εἴπερ ἀντιληπτικὴ τῶν αἰσθητῶν αἴσθησις, αἰσθητὰ δὲ καὶ τὰ αἰσθητήρια, δι’ ὧν αἰσθανόμεθα, καὶ τούτων ἀντιλαμβάνεσθαι, καὶ τὸν ὀφθαλμὸν αὐτὸν ὁρᾶν ἔδει καὶ μηδενὸς ἔξωθεν παρόντος. λύεται δέ, ὅτι τὸ αἰσθητικὸν οὐκ ἔστιν 1 κινεῖτ' ὥσπερ Α1 3 γὰρ om. C 4 τί scripsi: τίς libri 5 Περὶ ζώων γενέσεως] De Au. gener. Α, 18 p. 724a 14 sqq. 8 ἐξητήσαμεν Β: ἐξαιτήσαμεν Α 9 ἀπεδώκαμεν C εἴδη AC 10 ἐπεποιήμεθα Α 14 παρεκτανθήσεται libri 22 ἐν τοῖς καθόλου λόγοις de Gener. et corr. Α, 7 p. 323 b 26 ἀπὸ τοῦ] ἀποῦ C 28 καὶ δρῶσι AC 29 αἴσθησιν B 30 καὶ delevi 37 ὁρᾶν αὐτὸν Α ἐνεργείᾳ, ἀλλὰ δυνάμει μόνον, πᾶν δὲ τὸ δυνάμει προάγεται ὕπο τι,νος ενεργείᾳ ὄντος. καὶ καθάπερ τὸ καυστὸν δυνάμει οἷον ξύλον ἡ ἔλαιον οὐ καίεται αὐτὸ καθ’ αὑτὸ ἄνευ τοῦ καυστικοῦ ἔκαιε γὰρ ἄν αὑτό, καὶ οὐδὲν ἐδεῖτο του ἐντελεχείᾳ πυρὸς ὄντος), οὕτω τοι κἀνταῦθα. ἀναλογεῖ γὰρ τῷ μὲν καυστῷ ἡ αἴσθησις, τῷ δὲ πυρὶ τὸ αἰσθητόν. ὅτι δὲ δυνάμει μόνον ἡ αἴσθησις ἀπουσία τῶν αἰσθητῶν, δῆλον ἐκεῖθεν ἐπεὶ γὰρ τὸ αἰσθανόμενον λέγε διπῶς τό τε γὰρ δυνάμει ἀκοῦον καὶ ὁρῶν ἀκούειν καὶ ὁρᾶν λέγομεν, κἄν τύχοι καθεῦδον, καὶ τὸ ἤδη ἐνεργοῦν), διχῶς ἄν καὶ ἡ αἴσθησις λέγοιτο, ἡ μὲν ὡς δύναμις, ἡ δὲ ὡς ἐνέργεια. πάσχει δὲ πᾶν δυνάμει καὶ κινεῖται ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος. διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου πάσχει ἡ αἴσθησις τοῦ αἰσθητοῦ, ἔστι δ’ ὡς ὑπὸ τοῦ ἀνομοίου, καθάπερ εἴπομεν πάσχει γὰρ τὸ ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιον γίνεται. ἀλλὰ τί ταῦτα πρὸς τὸ ζητούμενον; ἐοίκαμεν γὰρ πόρρω βάλλειν ἢ καθ’ ἑαυτῶν· εἰ γὰρ ἡ αἴσθη- σις δύναμις, τελειοῦται δὲ τῇ θίξει τοῦ αἰσθητοῦ, αἰσθητὸν δὲ τὸ ἐν. τῷ ὀφθαλμῷ ὑγρὸν τά τε χρώματα καὶ οἱ διάφοροι χιτῶνες, πῶς ἔγγιον ὄντα οὐ μᾶλλον τελειοῦσι τὴν ὅρασιν, ἵν’ ὁρατὰ χρηματίσωσιν; ἡ μὴ μόνης εἶναι τὴν αἰσθητικὴν ἐνέργ.ειαν αὐτῆς τῆς αἰσθητικῆς δυνάμεως, ἀλλὰ τοῦ συνάμφω, τοῦ αἰσθητηρίου καὶ τῆς δυνάμεως· δεῖσθαι δὲ καὶ τοῦ μεταξὺ πᾶσαν αἴσθησιν· μέσον δὲ ὁρῶντος καὶ ὁρωμένου τὸ διαφανές, ὅτε πεφωτισμένον ᾖ. πῶς οὖν ἡ ὄψις αὐτὴ γυμνὴ περί τι ἐνεργήσει μὴ ἔχουσα ὄργανον καὶ ἀμέσως; εἰ οὖν δεήσει τὴν ὄψιν τὸν ὀφθαλμὸν ἰδεῖν, δεήσει καὶ ὀργάνου. τί δὲ οἰκειότερον ὀφθαλμοῦ τῇ ὄψει ὄργανον; ὀφθαλμὸς δὲ τὸ ὑγρὸν καὶ λευκὸν καὶ τἄλλα· ὥστε εἰ τὸν ὀφθαλμὸν ὀφθῆναι δεῖ, ἑτέρου ὀφθαλμοῦ ἀοράτου χρεία, καὶ εἰ κἀκεῖνον, ἄλλου· καὶ τοῦτο εἰς ἄπειρον. καὶ ὁ τοιοῦτος ἐπὶ πάσης αἰσθήσεως προχωρήσει λόγος· οὐ γάρ ἐστιν ἡ αἴσθησις ὁ πολύτιμος νοῦς αὐτὸς καθ’ ἑαυτὸν ἐνεργῶν, μηδενὸς τῶν σωματικῶν προσδεόμενος πρὸς τὴν τῶν νοουμένων ἀντίληψιν, καὶ ἐντὸς καὶ ὅτε καὶ ὅπως βούλεται πρὸς ἑαυτὸν ἐπιστρέφων αὐτὸς αὑτῷ ταμίας καὶ τῆς ἠρεμίας καὶ τῆς κινήσεως· ἀλλ’ ἐκτὸς ἐνεργεῖ καὶ μεθ’ ἑτέρου τοῦ σώματος, καὶ ὅτε τὰ αἰσθητὰ πάρεισι, πρὸς ἑαυτὴν ἀνεπίστροφος. ἔνθεν καὶ τῇ τῶν αἰσθητῶν ὑπερβολῇ φθείρεται. σώματι γὰρ προσχρῆται συγγενεῖ τοῦ πάθους καὶ κάμνει πονοῦσα καὶ ὕπνου δεῖται· οὗτος γὰρ ἀργία αἰσθήσεως. ὧν οὐδὲν περὶ τὴν ἄυπνον καὶ ἄυλον καὶ νοερὰν ὁρᾶται φύσιν. οὔπω δὲ τέλος ἱκόμεθα μύθων, ἀλλ’ ὅσῳ καρτε- ρώτερον ἀπηντήσαμεν, τοσούτῳ δυσχερεστέρως ἀπαλλαττόμεθα. πῶς γὰρ διωσόμεθα, σόμεθα, εἴ τις εἰς πυρετοὺς ἡμᾶς ἐμβάλῃ ἢ ἐπιρρεύσει τοῖς ὀφθαλμοῖς ἴκτερον ἢ ἐπίχυμα, εἶτ’ ἄγχων καὶ μηδ’ ἀναπνεῖν ἐῶν ἐριστικώτερον ἐρωτᾷ, εἰ αὑτῶν συνῃσθήμεθα, οὕτω τε φύσιν ἔχοντες, ἢ μή. εἰ μὲν οὖν ἀπαλλαγῆναι σπεύ- δοντες μηδὲ συναισθέσθαι ἰσχυριούμεθα τὴν ἀρχήν, οὐκ ἄν τούτῳ μόνῳ ἀρκέδιχῶς 7 ΑC 19 ᾖ] εἰ C 20 εἶ οὖν—21 ὀργάνου in marg. add. B 23 τὸ Β: τ C εἰς οm. C βούληται Α αὐτῷ C 29 ante πρὸς add. καὶ AC 30 ἡ ὑπερβολή C 35 ἡμᾶς εἰς πυρετοὺς ΑC ἐμβάλοι Α 36 αὑτῶν scripsi: αὐτῶν libri 37 τε] περὶ C Α1: παρὰ Α2 38 τούτῳ] οὕτω Β σαιμεν γέλωτος, ἀλλ’ οὐδὲ τοὺς ἄλλους λάθοιμεν οὕτως ἀναισθήτως ἔχοντες· εἰ δ’ ὁμολογήσαιμεν, τί δ’ ἂν ἔτι μεμφοίμεθα εὐκαίρως ἡμᾶς ὀνειδίζοντι αὐτοὺς ἑαυτοῖς ἀντιλέγοντας καὶ οὕτω παρὰ πόδας ἄνω βαλλομένους κάτω ; εἰ γὰρ τούτῳ μὴ αἰσθάνεσθαι τῶν οἰκείων ὀργάνων τὴν αἴσθησιν ᾐτιώμεθα τῷ μὴ χωριστῶς ἐνεργεῖν, δεῖσθαι δὲ καὶ τοῦ μεταξύ, πῶς ἁφῇ μὲν τῆς ἐντὸς τοῦ πυρετοῦ θερμότητος αἰσθανόμεθα, ὠχρὰ δὲ τοῖς ἰκτεριῶσι τὰ ἔξω φαίνεται, αὐτὸ τοῦτο τοῦ αἰσθητηρίου πάσχοντος, καὶ κωνώπια ὡς πρὸ τῶν ὀφθαλμῶν ὁρῶμεν τὰ ἐντὸς συνεστῶτα τῶν ἐπιχύσεων, ἢ διχοτομουμένην τὴν κόρην, ὅταν τινὶ νεφέλῃ διείργηται; ταῦτά τε εἴποιεν καὶ ἕτερ’ ἄττα· ἔτι δὲ προσφέροιεν ἄν καὶ τὰ τῆς γλώττης παθήματα, ὡς παρὰ φύσιν ἐχούσης τῆς ἐνούσης ὑγρότητος ἐπαισθάνεται, οἷον πικρότητος ἐν πυρετοῖς, κατὰ φύσιν δ’ οὔ. τίς οὖν εἰς ταῦτα θεραπεία, καὶ πῶς ἀπαλλαγῶμεν; ἆρ’ οὖν, εἰ πρὸς ἰατροὺς οὕτως ἔχοντες ἔλθοιμεν, ἕξομέν τινα τοῖς παροῦσι βοήθειαν; ἐκεῖνοι γὰρ λέ- γουσιν ἀκριβῶς τὴν φύσιν ἐπισκεψάμενοι, ὡς πυρέττοντες ἑαυτῶν αἰσθανόμεθα οὐ τῶν νεύρων ἢ τῶν σαρκῶν τεθερμασμένων, ἐν οἷς πρώτοις ἡ ἁπτικὴ σύνεστιν αἴσθησις, ὠὰ τῶν ὑγρῶν, αἵματος, φλέγματος καὶ τῶν ὑπολοίπων. τί γοῦν ἄτοπον, εἰ κατὰ φύσιν μὲν ἐχόντων διὰ τὸ ὁμαλὸν καὶ οἰκεῖον τῆς ἐν ὅλῳ τῷ σώματι κράσεως μηδενὸς τῶν τοιούτων αἰσθάνεσθαι, ὥσπερ οὐδ’ οἱ τὴν κρᾶσιν θερμότεροι ἑαυτῶν ὡς θερμοτέρων αἰσθάνονται, ἐν ταῖς ὑπερβολαῖς δέ, ὥσπερ ἐκτὸς ἑστώτων τῶν τοιούτων τῆς φύσεως, ὡς ἀλλοτρίων ἐντὸς τὴν φύσιν ἐν τοῖς οἰκείοις μένουσαν ἐπαισθάνεσθαι. εἰ γὰρ αὐτὰ τὰ νεῦρα καὶ τὴν σάρκα τεθερμάνθαι ἐλέγομεν, εἶτα ἑαυτῶν ἐπαισθάνεσθαι, ἦν ἴσως ἄλογον ἄλλων δὲ πασχόντων γνωρίζειν τὴν αἴσθησιν οὐδὲν κωλύει. καὶ σημεῖον ὡς εἰ καθάπαξ τὸ ζῶον θερμαίνοιτο καὶ ὁμαλῶς τὸ δύσκρατον ἔχοι, μηδενὸς τῶν μερῶν ὑγιαίνοντος, ἵν’ εἴη τῶν πασχόντων κριτήριον, φθορὰ τοῦτο καὶ τοῦ ζώου διάλυσις γίνεται. ἀλλ’ ἐπὶ μὲν ἁφῆς οὕτως ὁ λόγος εὐώδωται, ἄλλου φανέντος τοῦ πάσχοντος καὶ ἄλλου τοῦ κρίνοντος· ἐπὶ δὲ γλώσσης καὶ ὀφθαλ- μοῦ, αὐτῶν πασχόντων καὶ αὐτῶν γνωριζόντων, καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων οὐκ ἀποχρήσει ταῦτα. ἢ κοινότερον τὸν λόγον ποιήσαντες ἴσως ἂν ἀρκέσαι μὲν. οὐδὲν οὖν ἕτερόν ἐστιν αἴσθησις, ὡς καὶ μετὰ μικρὸν δηλωθήσεται, ἢ κρίσις ὑπὸ τῆς αἰσθητικῆς δυνάμεως τοῦ ἐν τῷ αἰσθητηρίῳ ἐγγινομένου πάθους ὑπὸ τῶν αἰσθητῶν οὐδὲν δὲ ὑφ’ αὑτοῦ πάσχει. ἀλλ’ ὑφ’ ἑτέρου καὶ ἀνομοίου. ταῦτ’ ἄρα κατὰ φύσιν μὲν ἐχόντων τῶν αἰσθητηρίων οὐκ αἰσθανόμεθα αὐτῶν, ἅτε μηδενὸς ἐν αὐτοῖς ἐγγινομένου πάθους· ὅταν δέ τινι παρὰ φύσιν χυμῷ ἐνσκήψαντι παραχθείη τὸ αἰσθητήριον, εἰκότως τοῦ πάθους ἡ αἴσθησις ἀντιλήψαιτο οὐδὲν γὰρ μᾶλλον τὸ ἔξωθεν αἰσθητὸν τοίως ἢ τοίως τὸ αἰσθητήριον διατίθησιν ἢ ἐν τοῖς τοιούτοις τὸ πάθος ἔνδον ὅθεν καὶ οὐ μᾶλλον τοῦ ἐκτὸς ἡ τοῦ ἐντὸς ἡ κριτικὴ δύναμις αἰσθανθήσεται. οὐχ ὁρῶμεν δὲ καὶ μύοντες ταῦτα, καίπερ ἐντὸς ἔχοντες, διὰ τὸ δεῖσθαι τοῦ μεταξὺ καὶ 1 λάθοιμεν scripsi: λάθωμεν B: λάθομεν AC 4 τῷ] τοῦ Β 6 θερμότητα Α1 9 προφέροιεν C 12 ἀρ’ οὖν] ἄρ’ οὖν ΑC: ambigue Β 17 ὁμαλὲς AC 18 αἰσθάνε- σθαι] συνέσθεσθαι Α 24 ἔχοιε Α 26 εὐόδωται ΑC 31 κρίσησ C 32 πάσχει ὑφ’ αὑτοῦ AC 36 ἀντιλήψαιτο sic libri: fort. ἀντιλήψεται 38 ἡ κριτικὴ] ἡ κριτικὸς B τῷ τὴν ὄψιν μὴ ἄνευ φωτὸς ἐνεργεῖν οὐδὲ γὰρ ἐν σκότῳ τὰ ἐκτὸς παρακείμενα ὄψεται. ἔξωθεν γοῦν ἐνεργοῦσα μετὰ φωτὸς τὸ μὴ καλῶς ἔχειν τὸ αἰσθητήριον τῇ τῆς ἐνεργείας γινώσκει διαφορότητι· ὅθεν καὶ τοῖς ἔξω τὸ οἰκεῖον περιάπτει πάθος, ὥσπερ ἡ γεῦσις τοῖς σιτίοις τὴν ἰδίαν πικρότητα, οἵ τε σκοτοδινιῶντες οἴονται κύκλῳ τὰ ἔξω φέρεσθαι αὐτοὶ στρεφόμενοι. ὡς γὰρ τὰ κεχρωσμένα τῶν σπέκλων ἐρυθρῷ ἢ κυανῷ βάμματι πάντα τὰ δι’ αὐτῶν ὁρώμενα ὁμόχροα ἑαυτοῖς δείκνυσιν, οὕτω δὴ καὶ ὅταν φθάσῃ τῶν αἰσθητηρίων ἕκαστον ὑπό τινος νόσου προκαταληφθῆναι, πᾶσι τοῖς ἄλλοις αἰσθητοῖς, ὧν ἐστι κριτικόν, τὴν ἰδίαν ποιότητα περιτίθησιν. ἢ καὶ δυσχεράνειεν ἄν τις· τί ὅ ἄν ἔτι καὶ τοῖς πολλοῖς ἐγκαλέσομεν αὐτοὶ τὰ πράγματα φύροντες· χωρὶς γὰρ ὄντων κινήσεως πάθους καὶ ἐνεργείας, ἡμεῖς ὡς καθ’ ἑνὸς τούτοις χρώμεθα καὶ ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ κινεῖσθαι καὶ ἐνεργεῖν λέγομεν, ὡς ἂν καὶ τὸ περὶ τὴν αἴσθησιν ποτὲ μὲν κίνησιν, ποτὲ δὲ πάθος, ἐστιν οἷς καὶ ἐνέργειαι ὀνομάζοιμεν. ἀλλὰ πᾶσα μὲν κίνησις καὶ ἐνέργεια, οὐκ ἔμπαλιν δέ· καὶ πᾶν πάθος κίνησις, οὐκ ἀντιστρέφει δέ. δεῖ γὰρ διαιρεῖν καὶ ἡ μὲν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀτελὴς ἐλέγετο πρόοδος, ἐνέργει δὲ πρὸς ταύτῃ καὶ ἡ τελεία προβολὴ τῆς ἕξεως, ἥ τε ἀθρόα ὁμοῦ καὶ μὴ συμπροϊοῦσα τῇ κινήσει μηδὲ τῷ χρόνῳ συρρέουσα, ὥσπερ ἡ τοῦ φωτὸς ἐν τῷ παντὶ προβολὴ καὶ διάδοσις ἄχρονος ἅμα γὰρ τῷ φανῆναι φωτιστικόν, καὶ ἀθρόως ᾧ ὅ] ἄν προσβάλοι, ἀστράπτεται) καὶ ἐν παντὶ μέρει χρόνου ταῖς ἐνεργείαις ὁμοίως ἔχει ἑστῶσα καθ’ ἕν, ὡς ἂν καὶ ἐπὶ τῶν αἰσθήσεων εἴποιμεν καὶ κατὰ ταὐτὸ γὰρ τό τε ὄμμα διήραμεν καὶ τῶν ὁρατῶν ἀντελάβομεν) ἥ τε μεριστὴ καὶ τῷ χρόνῳ συμπαροδεύουσα, οἷα τὰ τοῦ διανοητικοῦ ἐνεργήματα καὶ κινήματα τὰ ἀπὸ προτάσεως ἐπὶ τὰ συμπεράσματα τέλεια μὲν τῇ ἕξει, οὐκ ἀθρόα δὲ τῇ ἐνεργείᾳ, ἀλλὰ τὸ μὲν πρῶτον, τὸ δὲ μετ’ αὐτό, καὶ ἔσχατον τὸ συμπέρασμα. διττὸν δὲ καὶ τὸ πάσχειν, ὡς προιόντες ἐροῦμεν. πρότερον δὲ διαιρετέον περὶ δυνάμεως καὶ ἐντελεχείας νῦν γὰρ ἀπλῶς λέγομεν περὶ αὐτῶν), ἵν’ ἐπιόντες τοὺς τρόπους, ὅπη περ ἡ αἴσθησις δύναμις, εὕρωμεν καὶ εἰ τὴν ἀπὸ τῆς δυνάμεως αὐτῆς εἰς τὴν ἐνέργειαν ἔγερσιν ἀλλοιοῦσθαι κυρίως ἢ πάσχειν καλεῖν δεῖ, ἀλλὰ μή τι ἕτερον. λέγεται μὲν οὖν δυνάμει καὶ τὸ κατ' ἐπιτηδειότητα μόνην φυσικήν· ἔστι γάρ πως οὕτως ἐπιστῆμόν τι, ὡς ἄν εἴποιμεν ἄνθρωπον ἐπιστήμονα δυνάμει καὶ τὸ παιδίον φύσει ἐπιστήμης δεκτικόν ἕτερον δὲ ὡς ἤδη λέγομεν ἐπιστήμονα τὸν ἔχοντα τελείαν τὴν ἐπι- στήμην, οἷον εἰπεῖν τὴν γραμματικήν, ἀργοῦντα δὲ ἢ καθεύδοντα. φανερὸν οὖν ὡς οὐ τὸν αὐτὸν τρόπον ἑκάτερος τούτων δυνατός ἐστιν, ἀλλ’ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ ὕλη, ὁ δὲ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν καὶ ἐνεργεῖν, ἄν μή τι κωλύσοι τῶν ἔξωθεν. τρίτος δὲ παρὰ τούτους ὁ καθ’ ἐνέργειαν καὶ ἤδη θεωρῶν ἐντελεχείᾳ ὢν καὶ κυρίως ἐπιστάμενος τόδε τὸ Α. ἀμφότεροι 6 σπλέκλων B 9 ἡ καὶ AC 10 ἐγκαλέσαιμεν AC 11 γὰρ τῶν ὄντων C 16 εἰς] πρὸς ΑC 20 δ’ delevi 21 καὶ (ante κατὰ) om. Α 23 ἐνεργήματος καὶ κινήματος B 24 προτάσεων Α 28 εὕρομεν AC 31 ἔστι μὲν γὰρ Α 34 φανερὸν οὖν κτλ. v. Torstrikii ed. p. 141 35 τὸν αὑτὸν] ταὐτὸν τὸν Α: ταὐτὸν C μὲν οὖν οἱ πρῶτοι κατὰ δύναμιν ἐπιστήμονες, ἀλλ’ ὁ μὲν πρώτως, ὁ δὲ δευ- τέρως, καὶ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μετα- βαλὼν ἕξεως, ὁ δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν τελείαν ἢ τὴν γραμματικὴν μὴ ἐνεργεῖν δέ· καθ’ ὃ μόνον καὶ τὸ αἰσθητικὸν δυνάμει λέγομεν καὶ τὴν αἴσθησιν δύναμιν. καὶ ἔτι ἄλλον τρόπον δυνάμει ὁ ἤδη ἐνεργῶν ὁ διδάσκων γραμματικὸς καὶ ὁ ὁρῶν τόδε τὸ λευκόν. οὐκ ἔστι δὲ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, ὡς τὸ ξύλον πάσχει καιόμενον ὑπὸ τοῦ πυρός, καὶ τὸ μέλαν ὅτε λευκαίνεται, τὸ δὲ σωτηρία μᾶλλον τοῦ δυνάμει ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ οὕτως ὁμοίου ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, ὡς τό τε παιδίον πάσχει μανθάνον καὶ τελειούμενον εἰς γραμματικὴν ὑπὸ τοῦ ἐνερ- γείᾳ γραμματικοῦ, ὅ τε καθ’ ἕξιν ἐπιστήμων γινόμενος· ἐνεργείᾳ θεωρῶν, ὃ πρότερον ἐλέγομεν ἄνω δυνάμει καὶ δεύτερον · ὅπερ οὐδὲ κυρίως πάσχειν ἂν ἢ ἠλλοιῶσθαι λέγοιτο. πῶς γὰρ πάθος ἢ ἀλλοίωσις ἡ τοῦ εἴδους πλήρωσις καὶ τελείωσις; εἰς ἑαυτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν. ἢ τῷ πτωχεύειν ὀνομάτων κοινωνήσει μὲν τοῦ ὀνόματος, διοίσει δὲ τῇ φύσει, καὶ ἕτερον τοῦτο γένος πάθους ἔσται καὶ ἀλλοιώσεως. οὔκουν καλῶς ἔχει λέγειν τὸ καθ’ ἕξιν φρονοῦν ἢ ἐπιστάμενον, οἷον τὸν καθεύδοντα γεωμέτρην, ὅταν ἐγείρηται καὶ ἐνεργείᾳ φρονῇ καὶ ἐπίστηται, παθεῖν τι ἡ ἠλλοιῶσθαι, ὥσπερ οὐδὲ τὸν οἰκο- δόμον ὅταν οἰκοδομῇ. ἀλλ’ οὐδὲ διδασκαλίαν τοῦτο λεκτέον, ἀλλ’ ἑτέραν ἐπωνυμίαν νυμίαν ἔχειν δίκαιον. οὕτως οὐδὲ τὸ δυνάμει αἰσθητικόν, ὅταν ἐνεργείᾳ αἰσθάνηται, πάσχειν κυρίως ἢ ἠλλοιῶσθαι λέγειν δεῖ. τὸ δὲ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ, τὸ πρῶτον λέγω δυνάμει, τὸ κατ’ ἐπιτηδειότητα μόνην καὶ ἀτελές, ἤτοι οὐδὲ πάσχειν φατέον οὐδ’ αὐτό, ὥσπερ εἴρηται ἢ ὁμώνυμόν τι καὶ δύο τρόπους εἶναι πάθους καὶ ἀλλοιώσεως, τήν τε ἐπὶ τὰς στερητικὰς διαθέσεις μεταβολὴν καὶ τὴν ἐπὶ τὰς ἕξεις καὶ τὴν φύσιν. τούτων οὖν οὕτως ἐχόντων οὐκ ἄν εἴη κυρίως ἡ τῆς δυνάμει αἰσθήσεως διέγερσις καὶ μεταβολὴ εἰς ἐνέργειαν πάθος ἢ ἀλλοίωσις, ὥσπερ ἐλέγετο· εἰ γοῦν καὶ ἔτι λέγοιμεν, καταχρηστικῶς ἂν λέγοιμεν καὶ οὐ κυρίως. Ἀλλ’ ἐπειδὴ μηδενὸς τῶν καλλίστων καὶ τοῖς τοιούτοις προσηκόντων λόγοις ἐλλελεῖφθαι φιλοτιμούμεθα τῷ πονήματι, ἄνωθεν καὶ τὴν τοῦ δυνατοῦ διαίρεσιν προθέντες ἐντελέστερον ἐπεξέλθωμεν καὶ ὡς ἑτέροις ἐκδέδοται, κἄν τινος διὰ τὴν παλιλλογίαν ὑπαίτιοι μέμψεως, καὶ τοῦτο δεχόμεθα. τοῦ δυνατοῦ μὲν ἤδη ὂν κατ’ ἐνέργειαν, ὡς ὅταν τὸν βαδίζοντα λέγωμεν δύνασθαι βαδίζειν καὶ τὸν ἥλιον δύνασθαι κινεῖσθαι ἢ φωτίζειν, τὸ δὲ κατὰ δύναμιν καὶ ἐπιτηδειότητα μόνην, ὡς ὅταν λέγωμεν τὸν καθήμενον δύνασθαι βαδίζειν καὶ τὸν βαδίζοντα μὴ βαδίζειν. πάλιν τοῦ κατ’ ἐνέργειαν τὸ μὲν εἶναι συμ- φυὲς τῷ πράγματι τῷ δύνασθαι αὐτὸ λεγομένῳ καὶ εἰδοποιὸν αὐτοῦ, τὸ δὲ ἐπίκτητον καὶ οὐκ ἀεὶ παρὸν τῷ ὑποκειμένῳ. καὶ τοῦ μὲν συμφυοῦς καὶ 1 ἐπιστήμονες] ἐπιστήμη Β 4 ἐνεργεῖ Α 6 ὁ om. C 7 ἐναντίον Β 12 ὅπερ] ὃ Α οὐδὲ scripsi: οὔτε libri 16 γένους πάθος BC 18 ἐπίσταται Α 21 λέγειν δεῖ om. Α 27 δυνάμεως αἴσθησις C διέγερσις om. C 30 ἐπεὶ Α 32 ἐπεξέλθομεν AC 33 παλιλογίαν B 37 καὶ τὸν—βαδίζειν οm. C εἰδοποιοῦ, ὡς εἴρηται, τῶν ὑποκειμένων τὸ μὲν εἶναι ἀίδιον καὶ ἐν ἀιδίοις πράγμασιν ὑφιστάμενον, ὡς τὸ κινεῖσθαι κύκλῳ τὸν οὐρανὸν ἢ τὴν γῆν ἐν τῷ μέσῳ τετάχθαι τοῦ παντὸς ἢ τὸν θεὸν ἀγαθὸν εἶναι, τὸ δὲ οὐκ ἀίδιον μὲν οὐδ’ ἐπ’ ἀιδίων θεωρούμενον ὑποκειμένων, ἕως μέντοι ἄν ὦσι τὰ ὑποκείμενα, κείμενα, συνυπάρχον αὐτοῖς, ὡς ὅταν λέγωμεν τόδε τὸ πῦρ δύνασθαι θερμαίνειν καὶ τήνδε τὴν χιόνα ψύχειν, τοῦ λοιποῦ δηλαδὴ σημαινομένου τοῦ κατ’ ἐνέργειαν, τοῦ μὴ συμφυοῦς τοῖς ὑποκειμένοις, θεωρουμένου ἐπὶ τῶν ἐκ δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβεβηκότων, ὡς ἐλέγομεν ἐπὶ τοῦ τὸν καθήμενον δύνα- σθαι βαδίζειν. τοῦ δ’ αὖ ἐπ’ ἀιδίων πραγμάτων λεγομένου τὸ μὲν θεωρεῖσθαι ἐν ταῖς παντάπασιν ἐξῃρημέναις τῆς ὕλης οὐσίαις, ὡς ἀγαθότητα τοῦ θεοῦ καὶ τὴν νόησιν, τὸ δὲ ἐκείνου προσεχῶς ἐξηρτημένον καὶ ὑφεστηκὸς ἐν σώμασι μέν, ἀλλ’ ἁπλοῖς καὶ μηδὲν ἔχουσιν ἐναντίον καὶ κατὰ μόνην τὴν κύκλῳ κίνησιν ἀεὶ κινουμένοις πάσης τε θνητῆς δυσχερείας ἀπηλλαγμένοις. πάλιν δὲ τοῦ κατὰ δύναμιν τὸ μὲν εἶναι οἷον μεταβάλλειν εἰς τὴν ἐνέργειαν, ὡς ὅταν λέγωμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, * * ἄν μή τι τῶν ἔξωθεν ἐμποδὼν γένηται, τὸ δὲ εἰς ἐνέργειαν μὲν οὐδέποτε ἀχθησόμενον, κατ’ αὐτὸ δὲ μόνον τὸ δυνάμει τὸ εἶναι ἔχον, ὡς ἐπὶ τῆς εἰς ἄπειρον τομῆς τῶν μεγε- θῶν καὶ πάντων ἀπλῶς τῶν συνεχῶν καὶ τῆς ἐπὶ πλέον προόδου τῶν ἀριθμῶν. καὶ περὶ μὲν τοῦ δυνατοῦ τ.οσαῦτα. ἔστι δέ πως ἄλλως τὸ αἰσθάνεσθαι, ὥσπερ καὶ τὸ νοεῖν· ἄμφω γὰρ κατὰ λῆψιν τῶν εἰδῶν τὸ μὲν νοητῶν τὸ δὲ αἰσθητῶν, καὶ ὥσπερ ἐκεῖ ταὐτὸν ὁ νοῦς τῷ νοητῷ ὁ κατὰ δύναμιν καὶ ἐνέρ- γειαν τῷ δυνάμει καὶ ἐνεργείᾳ, οὕτως ὧδε ἡ αἴσθησις τῷ αἰσθητῷ. ὡς γὰρ ὁ κηρὸς δυνάμει λέγεται ὅπερ τὸ σφραγιστήριον, γίνεται δέ πως καὶ ἐνεργείᾳ ὅπερ ἐκεῖνος τῷ ἐκτυποῦσθαι, οὐχ ὅλον δὲ τοῦτο γέγονεν ὁ κηρὸς ὅπερ ἡ σφραγὶς κατὰ τὴν ὕλην, ἀλλ’ ὅσον τὸ ἐκτύπωμα δέξασθαι αὐτοῦ κατὰ τὴν ἐπιφάνειαν, οὕτω δεῖ καὶ ἐπὶ τοῦ νοῦ νοεῖν καὶ αἰσθήσεως, ὅταν λέγωμεν τὸν μὲν ὅπερ τὰ νοητά, τὴν δὲ ὅπερ τὰ αἰσθητὰ γίνεσθαι. οὔτε γὰρ ἄγγελος ὁ νοῦς ἢ λίθος αὐτὰ νοῶν, οὔτε λευκὴ ἡ ὄψις ἢ μέλαινα τὰ τοιάδε ὁρῶσα χρώματα, ἀλλὰ μόνα τὰ εἴδη ὁ μὲν τῶν νοητῶν ἡ δὲ τῶν αἰσθητῶν ἀύλως καὶ γνωστικῶς ἐν αὐτοῖς ὑπεδέξαντο. ὥστε ἔσται αἴσθησις ψυχῆς δύναμις μερικὴ γνωστική, διά τινος ἀλλοιώσεως καὶ μεταβολῆς ὁμοιουμένη τοῖς αἰσθητοῖς αἰσθητὸν δὲ τὸ τοῖς στοιχείοις ἐνὸν καὶ τοῖς κατὰ μέρος σώμασιν οὐσιω- δῶς ἡ καὶ κατὰ συμβεβηκὸς μερικὸν ὄν, δι’ οὗ καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις ὑπ’ αὐτοῦ πάσχουσα ὁμοιοῦται, πρότερον δυνάμει οὖσα ὁμοία αὐτῷ. καὶ τοῦτο τῷ μακρῷ λόγῳ μόλις συνεπεράναμεν· οὗ δὲ σκώμματος διὰ τὸ παράδειγμα δεῖ δεικνύουσιν ἀδηλοτέρῳ τὸ ἄδηλον, καὶ τοῖς ἄλλοις κοινούμεθα, οἷς ἧττον εὐπορία τῶν ἐμφανῶν, πρὸς τὰ ἀφανῆ καὶ ἀκριβέστερα καταφεύγουσι καὶ μαθηματικῶς ἐν ὑλικοῖς χρωμένοις ταῖς ἀποδείξεσιν. 2 ὑφισταμένου Β 5 συνυπάρχοντα Β 6 ψῦχον Β 8 τοῦ τὸν] τοῦτον Β 9 αὖ οm. A λεγούμενου Α 1 1 ὑφεστηκὼς Α 15 lacunam indicavi 20 νοητὸν B 21 αἰσθητὸν Β 22 τὸ δυνάμει C2 27 τὰ δὲ Α 29 αἰσθητῶν αἰσθητῶς 31 γνωστικὴ μερικὴ AC 36 κινούεθα Α1 37 ἐμφανῶς Α1 38 μαθηματικαῖς Α Ἐπεὶ οὖν περὶ αἰσθήσεως ἁπλῶς ζητοῦντες τὰ πρὸς τοῦτο συμπαρελάβομεν, πῶς τε τὸ ποιεῖν καὶ πάσχειν λέγεται καὶ ποσαχῶς τὸ δυνάμει καὶ ἐνεργείᾳ, καὶ εντι πρὸ τούτων τινὰ τῶν φερομένων περὶ αἰσθήσεως διῃτήσαμεν καὶ κοινόν τινα λόγον ἐκ τούτων αἰσθητοῦ καὶ αἰσθήσεως συνηγάγομεν, ἤδη πάλιν ἐχόμεθα τῶν ἑξῆς καὶ περὶ τῶν κατ’ εἴδη αἰσθητῶν καὶ αἰσθήσεων τὸν λόγον ποιούμεθα. μικρὰ δ’ ἄττα πρότερον περὶ τὴν τῆς αἰσθήσεως γέ- νεσιν καὶ ὅπως τὸ ζῶον αἰσθητικὸν τὴν ἀρχὴν ὑπῆρξε, διαλαβεῖν ἀναγκαῖον. ἔπει οὖν τρίπον πως τὸ δυνατὸν ὥρισται πρότερον, τὸ μὲν κατὰ μόνην ἐπι- τηδειότητα, τὸ δὲ κατὰ τελείαν ἕξιν, τὸ δὲ κατὰ τὴν ἐνέργειαν, καὶ τούτοις ἡ τῶν ἐν γενέσει καὶ φθορᾷ φύσις ἐξάγεται, ὅπως καὶ ἐπ’ αἰσθήσεως ταῦτα συμβαίνει, σκεπτέον. τοῦ μὲν οὖν αἰσθητικοῦ ἡ πρώτη μεταβολὴ γίνεται ὑπὸ τοῦ γεννῶντος· τὸ γὰρ σπέρμα καὶ τὰ καταμήνια καὶ ὅλως ἡ τοῦ ζώου ὕλη ἔνδον ἐν τῷ γεννῶντι, αἰσθητικὸν οὕτω δυνάμει, ὡς κἄν τὸ ἀρτιγενὲς παιδίον γραμματικόν ἄμφω γὰρ κατὰ τὸ πρῶτον καὶ ἀτελὲς δυνάμει λέγεται. ἄγεται δὲ τὸ μὲν ὑπὸ τοῦ διδασκάλου εἰς ἕξιν ἐπιστημονικήν, τὸ δὲ ὑπὸ τῆς ἐν τῇ μητρὶ φύσεως εἰς τὴν καθ’ ἕξιν αἴσθησιν. ὅταν γὰρ ἀποκυηθῇ, ἤδη τὴν ἕξιν ἔχει· ἡ γὰρ κύησις ἀλλοίωσίς τίς ἐστι καὶ μεταβολὴ μεταβολὴ τοῦ πεφυκότος αἰσθάνεσθαι ἐπὶ τὴν καθ’ ἕξιν αἴσθησιν, καὶ ἔστιν οὕτω τότε τὸ αἰσθάνεσθαι, ὥσπερ καὶ τὸ ἐπίστασθαι τῷ καθεύδοντι γεωμέτρῃ. ἀλλ’ ἡ μὲν ἐκ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν μεταβολὴ ἐν τῇ κυήσει ὑπὸ τῆς ἐν τῷ γεννῶντι φύσεως, ὥσπερ εἴρηται, γίνεται, ἡ δὲ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν ὑπὸ τῶν αἰσθητῶν. διὸ ἅμα τῷ γεννηθῆναι, ἂν παρῇ τὸ αἰσθητόν, ἀντιλαμβάνεται τὸ τεχθέν· ὅθεν εὐθὺς κλαυθμυρίζεται εἰς ἀσυνήθη καὶ ψυχρὸν ἀέρα ἐμπίπτον, καὶ ἀνιώμενον οὐ μόνον τῇ ἁφῇ τῷ περιέχοντι, ἀλλὰ καὶ τῇ ὄψει ὑπὸ τοῦ φωτός. τοῦτο δ’ ἂν πάθοι καὶ ἐν ταῖς ἄλλαις αἰσθήσεσιν, εἴ γε πάρεισιν αὐτῷ καὶ τὰ τούτων αἰσθητά. ἔστιν οὖν τὸ καθ’ ἕξιν αἰσθάνεσθαι ὥσπερ τὸ ἀπλῶς ἐπίστασθαι· τὸ δὲ κατ’ ἐνέργειαν ὁμοίως λέγεται τῷ θεωρεῖν. δια- φέρει δέ, ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς ἐνεργείας ἔξωθεν, τὸ ὁρατὸν τὸ ἀκου- στόν, ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν αἰσθητῶν. αἴτιον δὲ ὅτι τῶν καθ’ ἕκαστον ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἡ δ’ ἐπιστήμη τῶν καθόλου· ταῦτα δὲ ἐν αὐτῇ πως ἔσται τῇ ψυχὴ. διανοηθῆναι μὲν γὰρ ἐπ’ αὐτῷ, ὅταν βούληται, αἰσθά- νεσθαι δὲ οὐκ ἐπ’ αὐτῷ ἀναγκαῖον γὰρ παρεῖναι τὸ αἰσθητόν. ὁμοίως δὲ τοῦτ’ ἔχει κἀν ταῖς ἐπιστήμαις ταῖς τῶν αἰσθητῶν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, ὅτι τὰ αἰσθητὰ τῶν καθ’ ἕκαστα καὶ μερικὰ καὶ ἔξωθεν, ὥσπερ ὁ πολιτικὸς καὶ ὁ μηχανικὸς καὶ οἱ κατὰ μέρος τεχνῖται. τούτοις γὰρ ἡ μὲν καθόλου περὶ τὰς τέχνας θεωρία ἐπ’ αὐτοῖς, ἡ δὲ ἀπὸ τῶν τεχνῶν ἐπὶ τὰ καθ’ ἕκαστα οὐκ ἐπ’ αὐτοῖς· δεῖ γὰρ τῆς ὕλης καὶ τῶν ὀργάνων. ἀλλὰ περὶ μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτ’ ἂν καὶ εἰσαῦθις· ὲν τῷ τρίτῳ γὰρ περὶ τοῦ πρακτικοῦ νοῦ καὶ ὅπως ἐκεῖνος ἴσχει τὰς ἐνεργείας διαληφθήσεται. οὐκ ἄν δὲ 5 ἐχώμεθα Α 6 ἅττα ΑC 11 συμβαίνοι AC 12 γὰρ om. C 23 κλαυθμυρίζεται AC Philoponus: κλαυθμηρίζει Β 21 τὸ θεωρεῖν ΑC 31 πῶς Α 33 ταῖς (ante τῶν) om. C 38 εἰσαῦθις] εἰσύνθεσις Α1 ἐν τῶ τρίτῳ] de An. Γ,7 διπρὸν καὶ ἐπὶ ταύτῃ τὸ δυνάμει καὶ ἐνεργείᾳ. προστιθέασι δὲ καὶ τὸ τῆς μεταβολῆς αἴτιον· ἔξω μὲν γάρ φασιν οὖσαν σώματος κεχωρίσθαι πάντη τοῦ πρώτου δυνάμει, νοῦν οὖσαν καθαρῶς καὶ πάντα τᾶι νοητὰ καθ᾿ ἔξιν ἔχουσαν ἐλλθοῦσαν δὲ εἰς γένεσιν κατὰ τὰ αὐτὰ τῷ ἐπιστήμονι πάσχειν, εἴπερ ὕπο νόσου ἢ χρόνου οὗτος ἢ λήρου φθαρείη τὴν ἐπιστήμην, καἲ γίνεσθαι κατὰ τὸ πρῶτον δυνάμει, ἄγεσθαι δὲ εἰς ἕξιν ὑπὸ τοῦ διδασκάλου ἡ ὕπο τῶν αἰσθητῶν αὐτὴν ζητοῦσαν καὶ εὑρίσκουσαν, εἶτα εἰς ἐνέργειαν, ποιητικὴν αἰτίαν καὶ παρ’ αὑτῇ τὴν βούλησιν ἔχουσαν. καὶ ταῦτα μὲν ἐκεῖνοι· νῦν δὲ διωρίσθω τοσοῦτον, ὅτι οὐχ ἁπλοῦ ὄντος τοῦ δυνάμει λεγομένου, ὡς πολλάκις εἴρηται, ὠὰ τοῦ μὲν ὥσπερ ἄν εἴποιμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, τοῦ δὲ ὡς τὸν ἐν ἡλικίᾳ ὄντα, οὕτως ἔχει τὸ αἰσθητικόν. ἐπεὶ δ’ ἀνώνυμος αὐτῶν ἡ διαφορά οὐ γὰρ ἰδίων εὐποροῦμεν ὀνομάτων· ἐπί τε τοῦ πρώτου καὶ δευτέ- ρου, ἀλλ’ ἄμφω δυνάμει λέγομεν), διώρισται δὲ περὶ αὐτῶν, ὅτι ἕτερα καὶ πῶς ἕτερα, χρῆσθαι ἀναγκαῖον τῷ πάσχειν καὶ ἀλλοιοῦσθαι ὥσπερ ἄν εἰ καὶ κυρίοις ὀνόμασι. τὸ δὲ αἰσθητικὸν δυνάμει ἐστὶν οἷον τὸ <αἰσθητὸν> ἐντελεχείᾳ, καθάπερ εἴρηται. πάσχει μὲν οὖν οὐχ ὅμοιον ὄν, πεπονθὸς δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο.