δόξῃ τὸ ἄτοπον πῶς μὲν ταὐτὸ τοῖς σῶμά τι λεπτομερέστατον αὐτὴν τιθεῖσιν, πῶς δὲ τοῖς ὡς Δημόκριτος. ἐκεῖνοι μὲν γάρ, ἵνα καὶ πάλιν τὰ αὐτὰ προσθῶμεν, τὸ λεπτομερὲς προσλαμβάνοντες, ἵνα δι’ ὅλου χωρεῖν τοῦ σώματος δύνηται ἔστι γὰρ ἐν παντὶ τῷ αἰσθανομένῳ ψυχὴ σώματι), δύο τε σώματα ἐν τῷ αὐτῷ εἶναι καὶ σῶμα διὰ σώματος χωρεῖν ὑπολείπουσιν· οὗτοι δὲ ἀριθμὸν λέγοντες ἔν τε τῇ μιᾷ στιγμῇ τοῦ σώματος πλείστας ψυχικὰς ἢ καὶ πάσας προσεφαρμόζουσι, κἀντεῦθεν ἢ μιᾷ στιγμῇ τοῦ παντὸς σώματος τὴν ψυχὴν εἶναι ἀνάγκη ἢ πᾶν μέρος ἰδίαν ἔχειν. πῶς δὲ καὶ κινήσει ταῖς σφαίραις Δημόκριτος, ὥς γε εἴρηται, ἢ Ξενοκράτης τῷ ἀριθμῷ; τὸ αὐτὸ γὰρ ἀδύνατον ἕψεται τοῖς ταὐτὰ λέγουσιν. τί γὰρ διαφέρει σφαίρας λέγειν μικρὰς ἢ μονάδας μεγάλας, ἢ ὅλως μονάδας φερομένας; ἀμφοτέρως γὰρ ἀναγκαῖον κινεῖν τὸ ζῶον τῷ κινεῖσθαι ταύτας. εἴτε γὰρ τῶν σφαιρῶν ἀφέλῃς τὸ συνεχὲς τοῦ μεγέθους, στιγμαὶ μοναδικαὶ ἔσονται, εἴτε αἱ στιγμικαὶ μονάδες προσλάβωσι μέγεθος, Δημοκρίτειοι σφαῖραι γενήσονται· οὐ γὰρ τὸ ποιάς τινας εἶναι διαφέρει, ἀλλ’ ὅτι πλῆθος καὶ κινεῖται. ἡμεῖς δὲ πρὸς τὴν τοῦ Δημοκρίτου δόξαν τὴν Ξενοκράτους ἐλαύνοντες εἰς ταὐτὸν στιγμὴν μονάδα καὶ ἄτομον συνηγάγομεν καὶ ὡς ἑνὶ δι’ ὅλου κατεχρησάuεθα. τοῖς μὲν δὴ συμπλέξασιν εἰς τὸ αὐτὸ κίνησίν τε καὶ ἀριθμὸν ταῦτα συμβαίνει καὶ πολλὰ ἕτερα. οὐ γὰρ μόνον ὁρισμὸν ψυχῆς ἀδύνατον τοιοῦτον εἶναι, ἀλλ’ οὐδὲ κατὰ συμβεβηκὸς ἀριθμὸν ψυχῇ ἐνεῖναι, ὥσπερ τὴν κίνησιν δήπου συνεχωρήσαμεν. δῆλον δ’ εἴ τις ἐπιχειρήσειεν ἐκ τοῦ λόγου τούτου τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμούς, αἰσθήσεις, ἡδονάς, λύπας καὶ ὅσα ἄλλα τοιαῦτα. ποῖος γὰρ ἀριθμὸς αἴσθησις; ποῖος δὲ λόγος ἢ διάνοια; ὥσπερ γὰρ εἴπομεν πρότερον, οὐδὲ μαντεύσασθαι ῥᾴδιον ἐξ αὐτῶν. μὴ δὲ καὶ συκοφαντῶμεν τὸν ἄνδρα, τοσοῦτον ἀνεπιστημοσύνης αὐτῷ περιάπτοντες, ὃ κἄν τοῖς ἰδιώταις ὀκνήσαιμεν, ἕως ἄν * * καὶ πρὸς ἄλλο τι σκοπῶν τῇ ψυχῇ τὸν λόγον ἀπέδωκεν. ἦ που γὰρ ἄν ἐκείνοις ἐδέησε τοιοῦτον ἀριθμὸν τῆς ψυχῆς κατειπεῖν, οἳ κἀν τὰ αἰσθητὰ μὴ τῶν νοητῶν ἐξαρτήσαιεν, οὐκ ἀποχρῶσαν ἐπιστήμην ἥγηνται· ὥστε εἰ ὁ μὲν ὡς εἶδος εἰδῶν καὶ λόγον ἐκ λόγων καὶ οὐσίαν αὐτόζωον καὶ αὐτενέργητον τὴν ψυχὴν θεώμενος ἀριθμὸν προσεῖπε καὶ κίνησιν, ἡμεῖς δὲ τῷ φαινομένῳ τοὺς ἐλέγχους προσήψαμεν, οὔτε ἀλλήλοις ἠναντιώμεθα καὶ ἀμφότεροι καθήκοντας τοὺς λόγους συνεπεράναμεν. Τριῶν οὖν τρόπων παραδεδομένων, καθ’ οὓ, ὁρίζονται τὴν ψυχήν, οἱ μὲν τὸ κινητικώτατον ἀπεφήναντο τῷ κινεῖν ἑαυτήν, οἱ δὲ σῶμα τὸ λεπτομερέστατον ἢ 1 στιγμὰς v. Torstrikii ed. p. 120 2 γραμμὰς] στιγμὰς AC 4 τοῦ οm. AC 5 δόξα Β 6 καὶ πάλιν—ἵνα (7) om. C 12 ἀνεῖναι Α post κινήσει add. τὸ σῶμα AC 15 ἀναγκαίως Β 16 σφαίρας Β 18 ποιάς τινας scripsi: ὁποῖαί τινες libri 21 ἑνὶ scripsi: ἑνὸς libri 27 ἡ scripsi: ἡ libri 29 αὐτὸ C κἀν ΑΒ ὀκνήσωμεν Β ἕως ἂν] lacunam indicavi: ἴσως ἂν Diels ἀσωματώτατον τῶν ἄλλων· ταῦτα δὲ τίνας ·ἀπορίας καὶ ὑπεναντιώσεις ἔχει, σχεδὸν ἤδη διεληλύθαμεν. λείπεται ἐπισκέψασθαι, πῶς λέγεται τὸ ἐκ στοιχεόων αὐτὴν εἶναι· λέγουσι μὲν γάρ, ἵνα αἰσθάνηται τῶν ὄντων ἕκαστον καὶ γνωρίζῃ, ἀναγκαῖον δὲ συμβαίνειν πολλὰ καὶ ἀδύνατα τούτῳ τῷ λόγῳ. τίθενται γὰρ γνωρίζειν τῷ ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ ἄν εἰ τὴν ψυχὴν τὰ πράγματα τιθέντες. οὐκ ἔστι δὲ μόνα τὰ ἁπλᾶ, οὐδὲ τῶν στοιχείων μόνον ἡ ψυχὴ γνωστική, ἀλλὰ καὶ πολλὰ ἕτερα, μᾶλλον δ’ ἴσως ἄπειρα, τὰ ἐκ τῶν στοιχείων συγκείμενα, διάφορά τε ἀλλήλοις καὶ τοῖς στοιχείοις. ἐξ ὧν μὲν οὖν ἐστιν ἕκαστον τῶν συνθέτων, ἔστω γινώσκειν τὴν ψυχήν, ἐπείπερ ἐξ ἐκείνων· τὸ σύνολον καὶ τὸ σύνθετον ἅπαν τίνι γνωριεῖ ἢ αἰσθήσεται, οἷον τί ἄνθρωπος ἢ ἵππος ἢ βοῦς ἢ σὰρξ ἢ ὀστοῦν; ὁμοίως δὲ καὶ ὁτιοῦν ἄλλο τῶν οὐ γὰρ ὁπωσοῦν ἔχοντα τὰ στοιχεῖα οὐδὲ ἀπλῶς κραθέντα τούτων ἕκαστον γέγονεν, ἀλλὰ λόγῳ τινὶ καὶ διαφόρῳ συνθέσει, ἧς ἡ ψυχὴ μὴ μετέχουσα πῶς εἴσεται; καθάπερ καὶ Ἐμπεδοκλῆς φησι περὶ τοὐ ὀστοῦ· ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι τῶν δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο· δηλῶν διὰ τούτων ποιᾷ τινι κράσει τὸ ὀστοῦν γενέσθαι· ὀκτὼ δὲ παρα- λαβὼν μοίρας εἰς τὴν τῶν ὀστῶν γένεσιν, ὧν τέσσαρας μὲν πυρός, πλείονας ἴσως διὰ τὸ ξηρόν τε καὶ λευκόν, δύο δὲ γῆς, ἀέρος καὶ ὕδατος, ὃ καὶ νῆστιν αἴγλην προσηγορεύκει, ἀνὰ μίαν, ἐν τῇ γῇ τὴν τούτων χωνείαν τίθεται, ἣν ὡς κατὰ τοὺς Πυθαγορικοὺς κύβον. οὖσαν καὶ ἐναρμόνιον ἐπίηρον κατωνόμασεν. ὁ κύβος δὲ ἐναρμόνιον διὰ τοὺς λόγους τῶν ἐν αὐτῷ ἀριθμῶν· ιβ΄ μὲν γὰρ ἔχει πλευράς. ἡ δὲ γωνίας, ς΄ δὲ ἐπίπεδα· τούτων δ’ ἐφεξῆς τιθεμένων ιβ΄ ἡ ς΄ ἡ διὰ πασῶν ἐπιτελεῖται ἁρμονία ἐξ ἐπιτρίτου καὶ ἡμιολίου τὴν σύνθεσιν ἔχουσα. κύβοι δὲ τῶν ἀριθμῶν ὁ ἡ ὁ κζ΄ καὶ οἱ ὅμοιοι, τετράγωνοι δὲ ὅ καὶ ὒ καὶ οἱ ὅμοιοι. γένεσις δὲ αὐτῶν· πᾶς ἀριθμὸς πολλαπλασιασθεὶς κατὰ τὰς ἐν αὐτῷ μονάδας τετράγωνον ποιεῖ, πᾶς δὲ τετράγωνος κατὰ μίαν τὴν ἑαυτοῦ πλευρὰν πολλαπλασιασθεὶς κύβος γίνεται. πέντε δὲ καὶ αἱ ὠνομασμέναι ἐν ἁρμονικῇ συμφωνίαι, αἱ μὲν τρεῖς ἁπλαῖ, ἡ ἐν ἐπιτρίτῳ καὶ ἡμιολίῳ, αἳ καὶ διὰ τεσσάρων καὶ διὰ πέντε λέγονται, καὶ ἡ διὰ πασῶν καὶ ἐν διπλασίονι, ἃς καὶ ὁ κύβος ἔχει· λοιπαὶ δὲ σύνθετοι δύο ἡ διὰ πασῶν καὶ διὰ τεσσάρων ἅμα ἢ καὶ διὰ πέντε, καὶ ἡ δὶς διὰ πασῶν. ποιεῖ μὲν οὖν καὶ Ἐμπεδοκλῆς τὴν σύνθεσιν ἐν λόγῳ τῶν μερικῶν, καὶ διὰ ταῦτα ἧττόν τι ὄφελος εἶναι τὰ στοιχεῖα ἐν τῇ ψυχῇ, εἰ μὴ καὶ οἱ λόγοι 1 ἀσωματότατον BC ἀπεναντιώσεις ΑC 4 γνωρίζει Α post ἀδύνατα add. καὶ Α τῷ τούτῳ λόγῳ Α 9 συντεθέντων Α 10 τι] τὶς Β 11 ὁτοοῦν AC 14 Ἐμπεδοκλῆς φησι] Empedocl. fragm. v. 199 sqq. ed. Stein 15 εὐρυστέρνους Β 17 ὑφαίστοιο Α 18 γεγενῆσθαι AC 19 μοίρας παραλαβὼν Α τέσσαρας—πλείονας Α2: τέσσαρα—πλείονα Α1 ΒC 20 ἀέρος δὲ A2 21 αἴγλη A χωνείας C 27 καὶ (post δ΄) om. AC 30 ἐναρμονικῆ AC αἰ μὲν—ἐπιτρίτῳ] οὐσῶν μὲν τῶν τριῶν ἁπλῶν· τῆς ἐν ἐπιτρίτῳ Α1 31 αἴ] ἣ Α1 ἡ om. Α1 33 διὰ πασῶν καὶ om. A. ἢ om. Α ἐνέσονται τῶν συνθέσεων. γνωριεῖ γάρ, ὡς πολλάκις λέγομεν, τὸ ὅμοιον ἕκαστον, τὸ δ’ ὀστοῦν ἢ τὸν ἄνθρωπον οὐδέν, εἰ μὴ καὶ ταῦτα ἐνέσται. τοῦτο δ’ ὅτι ἀδύνατον, οὐδὲν δεῖ λέγειν. τίς γὰρ ἀπορήσειεν, εἰ ἔνεστι λίθος ἐν τῇ ψυχῇ ἢ ἄνθρωπος; εἴπερ δὲ τὰ στοιχεῖα τοῦ λίθου καὶ τοῦ ἀνθρώπου ἐν τῇ ψυχῇ, τί κωλύει καὶ ἐπὶ τῶν ἄλλων οὕτως; οὐ γὰρ ἄλλο τι τυγχάνει τὴν φύσιν τῶν πραγμάτων ἕκαστον, εἰ μὴ τὰ στοιχεῖα μετὰ τῆς ποιᾶς συνθέσεως. εἰ μὲν γὰρ οἱ λόγοι τῆς συνθέσεως οἷον ἡμιόλιος τυχὸν ἢ ἄλλος ὁστισοῦν ἐπεφύκεσαν καθ’ αὑτούς, κἀν πιθανῶς τὸ πλάσμα προὔβαινε καὶ τὴν ψυχὴν γινώσκειν τὰ πράγματα ὑπελάβομεν καὶ μόνον τοὺς λόγους κατέχουσαν· νυνὶ δὲ οἱ τῆς συνθέσεως λόγοι τοῖς συντεθεῖσιν ἀχώριστοι. ἀνάγκη οὖν τῷ λέγειν οὕτω γινώσκειν αὐτὴν τὴν ψυχὴν εἶναι λίθον καὶ ἵππον καὶ τὰ παρὰ ταῦτα πάντ, ὁμοίως δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ μὴ ἀγαθόν· ἀνάγκη γὰρ κατὰ̣ τὰ αὐτὰ ἐνεῖναι τῇ ψυχῇ καὶ τὰς στερήσεις, ὥσπερ καὶ τὰς ἕξεις. ἔτι δὲ πολλαχῶς λεγομένου τοῦ ὄντος σημαίνει γὰρ τὸ μὲν οὐσίαν, τὸ δὲ ποσόν, τὸ δὲ ποιὸν ἢ καί τινα ἄλλην τῶν διαιρεθεισῶν κατηγοριῶν) πότερον, ἐπείπερ πάντων ἡ ψυχὴ γνωστική, ἐξ ἀπάντων ἔσται ἢ ἔκ τινων ἢ ἐξ ἑνός; εἰ δὲ μηδὲν τούτων,. πότερον ἐκ τῶν κοινῶν στοιχείων ἢ ἐκ τῶν ἰδίων ἑκάστης, ἵν’ ἐκεῖνα γινώσκουσα καὶ τὰ ἐξ αὐτῶν γνωριεῖ; καὶ στοιχεῖα μὲν κοινὰ τῶν πασῶν οὐ δοκεῖ· οὐ γὰρ ὑπ’ ἀρχαῖς ἑτέραις αὗται πρῶται τῶν ὄντων οὖσαι ἀρχαί· οὐ γὰρ αὐτῶν κοινὸν γένος τὸ ὄν. εἰ δὲ ἑκάστῃ γε ἴδια δοίημεν, οἷον τῇ οὐσίᾳ φέρε εἰπεῖν τὴν ὕλην καὶ τὸ εἶδος, ποσῷ δὲ τὸ συνεχὲς καὶ τὸ διωρισμένον, εἴτ’ οὖν τὴν μονάδα καὶ τὴν στιγμὴν ὡς συγκατατεταγμένα καὶ ὑλικά, ὥσπερ ἐπὶ λίθου ἄλλως μὲν ἀρχὴ ἡ οὐσία, ἄλλως δὲ τὰ στοιχεῖα, πάλιν πότερον ἐξ ἁπάντων τῶν παρ’ ἑκάστης ἰδίων ἡ παρὰ τῶν τῆς μιᾶς μόνης οἷον εἰπεῖν τῆς οὐσίας. τοῖς αὐτοῖς δὲ πάλιν καὶ ἐν ἀμφοτέροις ἀπόροις ὁ λόγος ἐνέχεται. εἴτε γὰρ ἐκ τῶν τῆς οὐσίας μόνης, πῶς γινώσκει τῶν ἄλλων ἕκαστον; εἰ δ’ ἐκ τῶν παρ’ ἑκάστῃ πασῶν, ἔστιν ἄρα καὶ ποσὸν καὶ ποιὸν καὶ οὐσία. ἀλλ’ ἀδύνατον ἐκ τῶν τοῦ ποσοῦ στοιχείων οὐσίαν εἷναι καὶ μὴ ποσόν· κἀν τοῖς ἄλλοις οὕτω. τοῖς δὴ λέγουσιν ἐκ πάντων ταῦτά γε καὶ τοιαῦθ’ ἕτερα συμβαίνει. ἄτοπον δὲ καὶ τὸ φάναι μὲν ἀπαθὲς εἶναι ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον τί γὰρ ἄν ὑγρὸν ὑπὸ τοῦ ὁμοίου πάθοι ὑγροῦ;) αἰσθάνεσθαι δὲ τοῦ ὁμοίου τὸ ὅμοιον καὶ γινώσκειν τῷ ὁμοίῳ τὸ ὅμοιον· τὸ δ’ αἰσθάνεσθαι τε καὶ κινεῖσθαι τιθέασιν, ὁμοίως δὲ καὶ τὸ γινώσκειν τε καὶ τὸ νοεῖν. τοῦτο δ’ ἴσως αὐτοῖς καὶ τοῦ ἀποικισθῆναι τῆς ἀληθείας ὑπαίτιον παρεθὲν ἐν ἀρχαῖς ἀνεπίσκεπτον· οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχει· οὗτε γὰρ τὰ πάντη ἕτερα οὔτε τὰ πάντη ταὐτὰ πάθοιεν ἢ δράσειεν ἄλληλα τί γὰρ φωνὴ ὑπὸ θερμοῦ πάθοι ἢ πῦρ ὑπὸ πυρός;) ἀλλὰ τὰ πῆ μὲν ὅμοια πῆ δὲ ἀνόμοια 2 έσται B 8 πλάσμα Α 12 ὁμοίως δὲ om. Β 13 δὲ] ἐπειδὴ Α 16 ψυχικὴ, ut videtur, Α1 ἡ καὶ ἐξ ἑνός AG 18 γνωριῆ AC 21 τὸ (ante διωρισμένον) om. Β 22 συγκαταταγμένα C 23 τὰ δ στοιχεῖα Α 24 παρὰ τῶν] fort, τῶν παρὰ τῶν (post παρὰ) om. A1 25 ante τῆς add. τῶν Α 27 καὶ ποιὸν καὶ ποσὸν C 29 γε] τε Α 34 αἴτιον B παραιθὲν A 37 πάθοι ὑπὸ θερμοῦ Α κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ. τὸ γὰρ ἐνεργείᾳ θερμὸν δρᾷ, πάσχει δὲ τὸ ψυχρὸν δυνάμει θερμὸν ὂν καὶ ἄγεται τὸ δυνάμει εἰς τὸ ἐνεργείᾳ ὑπὸ του ἐνεργείᾳ τοιούτου ὄντος. πολλὰς οὖν ἀπορίας καὶ δυσχερείας ἔχοντος τοῦ λέγειν, καθάπερ Ἐμπεδοκλῆς καὶ εἴ τις ἄλλος εἴρηκεν, ὡς τοῖς σωματικοῖς στοιχείοις ἕκαστα γνωρίζεται καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον, καίπερ ἱκανῶς ἐληλεγμένου, τοῖς φθάσασιν ἔτι μαρτυρήσει καὶ τὰ ἑξῆς λεχθησόμενα· μάλιστα γὰρ ὅσα ἐστὶν ἐν τοῖς τῶν ζώων σώμασιν ἁπλῶς γῆς, οἷον ὀστᾶ, νεῦρα, τρίχες, οὐδὲν αἰσθάνεσθαι δοκεῖ, ὥστε οὐδὲ τῶν ὁμοίων. καίτοι προσῆκεν· εἰ γὰρ διὰ τοῦτο γαίῃ γαῖαν ὀπώπαμεν, ὅτι τὸ ὅλον ὑπὸ τοῦ ὁμοίου γινώσκεται, τὰ μᾶλλον ἐγγίζοντα τῇ γῇ μᾶλλον αὐτὴν ἔδει γινώσκειν· ἔπειτα δὲ καὶ ἑκάστῃ τῶν ἀρχῶν ἄγνοια πλέον ἢ σύνεσις ὑπάρξει· γνώσεται μὲν γὰρ ἓν μόνον ἑκάστη τὸ συγγενές, πολλὰ δὲ ἀγνοήσει, τάς τε ἑτέρας ἀρχὰς καὶ τὰ σύνθετα. συμβαίνει δὲ καὶ Ἐμπεδοκλεῖ ἀφρονέστατον εἶναι τὸν παρ’ αὐτῷ θεόν· μόνος γὰρ τῶν στοιχείων οὐ γνωριεῖ τὸ νεῖκος, μηδὲν ἔχων ἐκείνου, τὰ δὲ θνητὰ πάντα· ἐκ πάντων γὰρ ἕκαστον. καὶ πρότερον ὅλως διὰ τίνα αἰτίαν οὐχ ἅπαντα ψυχὴν ἔχει τὰ ὄντα, εἴπερ πᾶν ἢ στοιχεῖον, ὡς γῆ ὕδωρ ἀήρ, ἢ ἐκ στοιχείου ἑνός, ὥσπερ ὁ κρύσταλλος ἐκ μόνου τοῦ ὕδατος, ἢ ἐκ πλειόνων ἢ καὶ πάντων, ὡς λίθοι καὶ ζῷα καὶ φυτά· ἀναγκαῖον γάρ ἐστι πᾶν ἢ ἕν τι γινώσκειν ἢ τινὰ ἢ πάντα. ἔτι εἰ ἐκ τῆς τῶν στοιχείων συνδρομῆς ἡ ψυχή, ταῦτα δὲ διεκέκριτο πρότερον καὶ ὕλης ἐπεῖχε λόγον, ἀπορήσειεν ἄν τις, τί τὸ ἑνοποιοῦν τὰ στοιχεῖα συνιόντα εἰς τὴν τῆς ψυχῆς γένεσιν· κυριώτατον γὰρ ἐκεῖνο τὸ συνέχον, ὅ τί ποτ’ ἄν φανείη, καὶ πρῶτον. ψυχῆς δ’ εἶναί τι κρεῖττον καὶ ἄρχον ἐν τῇ συνθέσει ἀδύνατον· αὕτη γὰρ ἡ καὶ τὰ διεστῶτα συνάψασα· ἀδυνατώτερον δ’ ἔτι τοῦ νοῦ. τοῦτον γὰρ εὔλογον, ὅτι χωριστός, καὶ προγενέστερον καὶ κατὰ φύσιν κύριον εἶναι· καὶ εἴπερ τὸ τίμιον ἐν τοῖς πρώτοις, τὸ μάλιστα τιμιώτατον ἐν τοῖς μάλιστα πρωτίστοις. φανερὸν οὖν ὅτι νοῦς ἀρχή, τῶν μὲν πάντων ὁ ἐξῃρημένος καὶ δημιουργὸς καὶ ἀίδιος, τῶν δὲ συνθέτων ὁ ψυχικός. Ὡς μὲν οὖν ἄν τις ἰδίως πρὸς ἕκαστον τῶν ἀποφηναμένων περὶ ψυχῆς ἐπισκέψαιτο τοσαῦτα· κοινὸν δὲ πάντων παρόραμα, ὅτιπερ ἑξῆς καὶ οἱ διὰ τὸ γνωρίζειν καὶ αἰσθάνεσθαι τὴν ψυχὴν τὰ ὄντα ἐκ τῶν στοιχείων ποιοῦντες καὶ οἱ τὸ κινητικώτατον αὐτὴν εἶναι λέγοντες οὐ περὶ ἀπάσης ψυχῆς τὸν λόγον προάγουσι. καίτοι γε ἐχρῆν τοὺς φιλοσοφεῖν ἐσπουδακότας μὴ ἐν μέρει ζητεῖν τῶν ὄντων τὴν ἀλήθειαν. κίνησιν γὰρ τὴν κατὰ τόπον μόνην τῶν ἄλλων καὶ αἴσθησιν ὑπολαβόντες περὶ ψυχῆς, οἷς μὴ ταῦτα παρῇ, ἐλλελοίπασιν. καὶ ἴσως κατά τι οὐκ ἀπὸ λόγου· καὶ γὰρ αὔξησιν μὲν καὶ ἀλλοίωσιν οὐδὲ κυρίως ἄν τις εἴποι ψυχῆς κινήσεις ὡς κἀν τοῖς ἀψύχοις ἐνούσας. λίθοι γὰρ αὔξονται καὶ τὰ ὑπὸ γένεσιν καὶ φθορὰν πάντα ἀλλοιώσεως μέτοχα. εἰ δέ ποτε καὶ κατ’ αὐτὰς κινοῦνται τὰ ἔμψυχα, ἀλλ’ οὐχὶ καὶ ὑπὸ ψυχῆς οὐδὲ 5 τῷ] τὸ C τῷ ὁμοίῳ v. Torstrikii ed. p. 128 6 γὰρ] μὲν γὰρ Α 10 αὐτὴν Α Philoponus: αὐτὰ BC 17 ὁ om. AC 18 καὶ (ante ζῶα) om. Α ἕν] ἔν C 20 διεκέκριντο Α 24 δέ τι BC 26 ante τιμιώτατον add. τὸ C 33 τοῖς—ἐσπουδακόσι Α1 36 ἄπο BC Α2 προαιρετικῶς ἢ κατ’ οἰκείαν ὁρμήν τε καὶ βούλησιν οὔτε γὰρ αὔξεταί τις ἑκὼν οὔτ’ ἀλλοιοῦται, ἀλλ’ ὑπό τινων ἔξωθεν ἢ αἰσθητῶν ἢ νοητῶν καὶ ὑπὸ τοῦ πρώτου καὶ προσκρινομένου καὶ αὔξοντος), τὴν δὲ τοπικὴν μόνην καὶ καθὸ ἔμψυχα καὶ παρὰ ψυχῆς. ταύτῃ τοι δήπου περὶ μόνης τῆς αἰσθητικῆς καὶ κατὰ τόπον κινητικῆς ἐπ’ ἴσης τοῖς πᾶσι διείληπται. φανεῖεν δ’ ἄν καὶ κατὰ τοῦτο ὑστερηκέναι αὐτό. οὔτε γὰρ τὰ αἰσθανόμενα πάντα κινητικά φαίνεται γὰρ εἶναί τινα μόνιμα τῶν ζώων καὶ μεταβατικῆς ἐστερημένα κινήσεως, καὶ παρερχόμεθα τὰ φυτὰ ὡς μετὰ τῆς αἰσθήσεως καὶ τὴν τοπικὴν ἀφῃρημένα κίνησιν· ἀλλὰ τῶν κατὰ τόπον κινητικῶν ζώων τὰ πολλὰ διάνοιαν οὐκ ἔχει. εἰ δέ τις καὶ ταῦτα συγχωρήσειε καὶ τὸν νοῦν μὴ ἕτερόν τι λέγειν ψυχῆς μη- δὲ τοῦ αἰσθητικοῦ, ἀλλὰ μέρος μὲν ἐκείνης, ταὐτὸν δὲ τούτῳ, οὐδ’ οὕτως ἄν εἶεν περὶ πάσης διειληφότες ψυχῆς οὐδὲ περὶ ὅλης οὐδὲ περὶ μιᾶς. οἱ γὰρ τὰς καθολικωτάτας καὶ διὰ πάντων ἡκούσας ἐμψύχων δυνάμεις, θρεπτικήν, αὐξητικὴν καὶ γεννητικήν, πρῶτον ἐν τοῖς φυτοῖς ἐνούσας παραδραμόντες (μία δ’ ἐν ἑκάστῳ τῶν ἀτόμων ψυχὴ πλείοσι δυνάμεσιν ἢ μορίοις κεχρημένη, περὶ ὧν διαλαβεῖν παρήκασι) πῶς ἄν ἢ περὶ μόνης τῆς ἀνθρωπίνης ἢ ὅλως δια- λαβόντες εἶεν αὐτῆς; τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς ἔπεσι καλούμενος λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν ἀνέμων. οὐχ οἷόν τε δὲ τοῖς φυτοῖς τοῦτο συμβαίνειν οὐδὲ τῶν ζώων ἐνίοις, εἴπερ μὴ πάντα ἀναπνεῖ· τὰ ἔντομα γὰρ οὐκ ἀναπνεῖ καὶ τὰ ἔνυδρα. ἔτι καὶ τοῦτο λέληθε τοὺς τὴν ψυχὴν διὰ τὸ γνωστικὸν ἐκ τῶν στοιχείων ποιοῦντας, ὡς οὐ δεῖ ἐξ ἁπάντων· ἱκανὸν γὰρ θάτερον μέρος τῆς ἀντιθέσεως ἑαυτό τε κρίνειν καὶ τὸ ἀντικείμενον. καὶ γὰρ τῷ εὐθεῖ καὶ τὸ εὐθὺ γνβρίζεται τῷ ἐφαρμόζειν καὶ τὸ μὴ εὐθὺ τῷ μὴ ἐφαρμόζειν· κριτὴς γὰρ ὁ κανὼν ἀμφοῖν· τὸ δὲ καμπύλον οὔθ’ ἑαυτοῦ οὕτε τοῦ εὐθέος γνωστικὸν διὰ τὴν ἀοριστίαν. οὕτως ἐπὶ ὄψεως καὶ τυφλότητος, ἀγνοίας καὶ γνώσεως, νόσου καὶ ὑγείας· οὐ γάρ ἐστιν ἀγνοίας ἢ τυφλότητος ἢ νόσου ἑτέρα τις μάθησις ἢ ἡ τῶν ἀντικειμένων κατάληψις. ἀλλ’ ἐν μὲν τοῖς καθ’ ἕξιν καὶ στέρησιν ὡς τὰ εἰρημένα, αὐτόθεν δῆλον καὶ ὁ λόγος ἀδήριτος· ἐν δὲ τοῖς ἐναντίοις, ἃ καὶ ἄμφω εἴδη καὶ διάφορα πράγματα καὶ οὐ τόδε τοῦδε μᾶλλον ὕπαρξις, τίς ἂν ἐκ τοῦ ἑνὸς καὶ τοῦ θατέρου γνῶσις ἐγγένοιτο; οἷον χρώμασι μὲν λευκὸν καὶ μέλαν, χυμοῖς δὲ γλυκὺ καὶ πικρόν, ἐν δὲ τοῖς στοιχείοις ὑγρὸν καὶ ξηρόν, θερμὸν καὶ ψυχρόν οὐδὲν γὰρ τούτων τοῦ ἑτέρου στέρησις ἢ ἀπόπτωσις. ἢ ἐπείπερ τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, ταῖς δὲ ἀντικειμέναις ποιότησιν ἢ δυνάμεσιν, ἔτι δὲ ἐνεργείαις καὶ ἕξεσι πρὸς ἄλληλα καὶ τὰ εἰρημένα συνέ- στηκεν, ὁ τὸ ἓν τῶν ἀντικειμένων γνοὺς καὶ τὸ ἕτερον εἴσεται. ὁ γὰρ τὸ 2 ἡ καὶ ὑπὸ Α 3 τὴν δὲ] τήν τε C 5 φανεῖαν Β 10 λέγει AC 12 οἱ] εἰ 14 παραδραμέντες C 16 διαλαβεῖν] διηλέχθαι Α 17 καλούμενος] immo καλουμένοις 18 φερομένη C 19 συμβαίνει C 20 ἐνίοις] ἐνὶ C 23 αὐτό τε C 24 τὸ ἐφαρμόζειν C τὸ μὴ] τοῦ μὴ C 25 εὐθέως C 27 ἡ (ante ἡ) om. B 28 ὡς τὰ] ὡς ἐπὶ (?) τῶν A2 29 εἰρημένων Α2 ἀδήριτος scripsi: ἀδήρητος libri 32 χυμῶν C ·γλυκὺς καὶ πικρός AC 35 ἢ] καὶ AC 36 εἴσεται] γνώσεται C, qui tamen in marg. habet εἴσεται λευκὸν εἰδὼς διάκρισιν ὄψεως καὶ τὸ μέλαν σύγκρισιν αὐτῷ τούτῳ γνώσεται, ὅ τε τὴν ὑγείαν συμμετρίαν τῶν χυμῶν ὁρισάμενος καὶ τὴν νόσον ἀσυμμετρίαν ἅμ συνελογίσατο· ὥστε κἀν τοῖς στοιχείοις, ἐπεὶ τὰ μὲν αὐτῶν δραστικὰ καὶ ποιητικὰ καὶ εἴδους ἐπέχει λόγον, τὸ πῦρ ὁ ἀήρ, τὰ δὲ παθητικὰ καὶ ὑλικά, ὕδωρ καὶ γῆ, ἠναντίωνται δήπου καὶ ταῖς ποιότησιν, ὃς τὸ πῦρ οἶδεν ὅτι θερμὸν καὶ ξηρὸν δυνάμει. καὶ τὸ ὕδωρ νενόηκεν ὑγρὸν καὶ ψυχρόν’ οὕτως ὁ ἀέρα καὶ γῆν. ἀλλὰ καὶ ὁ ἓν γνοὺς τὰ πάντα εἴσεται, ὡς πάσας τῶν στοιχείων ἑκάστου ἔχοντος τὰς παρ’ ἄλλοις ποιότητας ἢ ἐνούσας ἢ ταῖς οὔσαις ἀντικειμένας· ἐσχάτη δὲ δόξα καὶ τελευταία περὶ ψυχῆς ἥδε· ἐν γὰρ τῷ ὅλῳ τινὲς αὐτὴν μεμῖχθαί φασι, καὶ ἅπαν σῶμα ἔμψυχον εἶναι ὑπέλαβον, ὅθεν καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν. εἰς τοῦτο δ’ ἄν τις ἕλξοι καὶ τοὺς Στωι- κοὺς σῶμα τὸ θεῖον ὑπολαβόντας καὶ πανταχοῦ παρεῖναι καὶ σωματικῶς, ἀλλ’ οὐ μόναις ταῖς ἐνεργείαις. κἀκεῖνο δὲ πρὸς τοῦτο τείνει· μεσταὶ δὲ Δῖός πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες. πάντες γὰρ οὗτοι θεὸν ἢ θεῖόν τι τὴν ψυχὴν ὑπειλήφασι. τοῦτο δὲ ἔχει ἀπορίας τινάς· τί δήποτε ἐν παντὶ σώματι ψυχῆς ἐνούσης τὰ μέν ἐστι ζῷα τὰ δὲ οὔ, ἀλλ’ ἐν μὲν τῷ ἀέρι οὖσα ἡ ψυχὴ οὐ ποιεῖ ζῶον, ἐν δὲ τοῖς μικτοῖς ποιεῖ, καὶ ταῦτα βελτίων εἶναι ἐν τούτοις δοκοῦσα. ἐπιζητήσειε δ’ ἄν τις καὶ τοῦτο, διὰ τίνα αἰτίαν ἡ ἐν τῷ ἀέρι ψυχὴ τῆς ἐν τοῖς ζώοις βελτίων τε καὶ ἀθανατωτέρα ὑπ’ αὐτῶν λέγεται, καίπερ ὁμοίως τοῖς ἐν συνθέσει καὶ τῶν ἁπλῶν ἀλλοιουμένων καὶ φθειρομένων. συμβαίνει δὲ ἀμφοτέρως ἄτοπον καὶ παράλογον· καὶ γὰρ ζῶον ἢ τὸ πῦρ ἢ τὸν ἀέρα λέγειν ἐμπλήκτων, καὶ τὸ μὴ λέγειν ζῷα ψυχῆς ἐνούσης παραλογώτατον. ὑπολαβεῖν δ’ ἐοίκασιν εἶναι τὴν ψυχὴν ἐν τούτοις, ἐπεὶ τὰ μέρη τῶν στοιχείων ὁμοειδῆ τοῖς ὅλοις· ταῦτα δὲ x003E; ἔμψυχα συντεθέντα γὰρ ποιεῖ ζῶον), καὶ τὰ ὅλα ἔμψυχα. οὐχ οὕτω δὲ ἔχει. ἀνάγκη γὰρ τὴν ἐν τῷ ὅλῳ τῷ ἀέρι ψυχὴν ἢ ὁμοειδῆ εἶναι ἑαυτῇ ἢ ἀνομοιοειδῆ. ὁ δὲ ἀὴρ διασπώμενος ὁμοειδής. εἰ μὲν οὖν ὁμοειδής, ἐπειδὴ τῷ ἀπολαμβάνεσθαί τι τοῦ ἀέρος ἐν τοῖς ἐμψύχοις ἔμψυχα γίνεται, ἔδει πάντα τῆς αὐτῆς ψυχῆς μετέχειν. ἀλλὰ μὴν τοῦτο ψεῦδος. ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις· οὐ γὰρ ταὐτὸν τὸ θρεπτικὸν τῷ αἰσθητικῷ. εἰ δὲ ἀνομοιομερὴς εἴη, ἢ πάντα τὰ μόρια αὐτῆς διὰ παντὸς διήκει τοῦ ἀέρος, ἢ ἕκαστον μέρος τι τοῦ ἀέρος ἐμπεριείληφεν. εἰ μὲν οὖν πάντα τὰ ψυχικὰ μόρια ἐν ὁτῳοῦν μορίῳ ἀερίῳ εἰσίν, ἔδει πάντα ὁμοίως ἔμψυχα εἶναι καὶ πάντα μετέχειν καὶ λόγου καὶ αἰσθήσεως καὶ θυμοῦ καὶ ἐπιθυμίας. ἀλλ’ οὐ τὸ δεύτερον· οὐδὲ τὸ πρῶτον 3 συνελογήσατο C ὥστε scripsi: ὡς δὲ libri 5 ὃς] ὡς C 7 ἕκαστον C 8 παρ’ ἄλλας C οὔσαις] ἐνούσαις C 11 τις] τε C 12 ὑπολαμβάνοντας AC 13 κἀκεῖνο] καὶ τὸ τοῦ Ἀράτου Α Philoponus v. Arat. Phaen. 2—4 18 εἰσι 20 ἐπιζητήσει C 21 τῆς] τοῖς C 22 ἀθανατώτερος Β 24 ἡ (post ζῶον) om. Α ἡ (post πῦρ) om. Α1 25 ἐνούσας C 27 εἰ addidi 28 τῷ (ante ὅλῳ) om. Α 30 τοῦ ἀπολαμβάνεσθαι C 31 ψεῦδος] ψευδῆ Β 32 τῷ θρεπτικῷ Α1 33 διήκει] διοίκει Α1 τι] τῆ C 35 ἀέρια Α1 ἄρα. εἰ δὲ ἕκαστον μόριον τῆς ψυχῆς μέρος τι τοῦ ἀέρος ἀπείληφεν, ἔδει ἄλλο ζῶον ἄλλης ψυχῆς μετέχειν, τὸ μὲν τῆς θυμικῆς μόνον, τὸ δὲ τῆς ἐπιθυμητικῆς, τὸ δὲ τῆς λογικῆς καὶ ἄλλο ἄλλης, εἴπερ τῷ ἀπολαμβάνεσθαί τι τοῦ ἀέρος ψυχὴν ἔχει. νυνὶ δὲ ὁρῶμεν τινὰ μὲν πασῶν τῶν ψυχικῶν δυνάμεων μετέχοντα, τὰ δὲ πλειόνων, τὰ δὲ μιᾶς. ὥστ’ εἰ πάντα ἐπιοῦσιν ἀδύ- νατον φαίνεται, καὶ τὸ οὕτω λέγειν περὶ ψυχῆς ψεῦδος. φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὡς οὔτε τὸ γινώσκειν ὑπάρχει τῇ ψυχῇ τῷ ἐκ τῶν στοιχείων εἶναι οὔτε τὸ κινεῖσθαι αὐτὴν οὕτω καλῶς που καὶ ἀληθῶς λέγεται. Ἐπεὶ δὲ τῆς ψυχῆς ἐστι τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαί τε καὶ δοξάζειν, ἔτι καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ βουλεύεσθαι καὶ ὅλως αἱ ὀρέξεις, γίνεται δὲ καὶ ἡ κατὰ τόπον κίνησις τοῖς ζώοις ὑπὸ ψυχῆς κινεῖ γὰρ ταῦτα ὥσπερ ἄν εἰ καὶ κυβερ- νήτης τὴν ναῦν), ἔτι δὲ αὔξη τε καὶ ἀκμὴ καὶ φθίσις ὑπ’ αὐτῆς, πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον ὑπάρχει καὶ πάσῃ νοοῦμέν τε καὶ κινούμεθα καὶ τῶν ἄλλων ἕκαστον ποιοῦμέν τε καὶ πάσχομεν, ὡς εἶναι μὲν ὅ τί ποτε τὴν φύσιν καὶ τὴν οὐσίαν μίαν καὶ τὴν αὐτὴν ἁπλὴν καὶ ἀμέριστον, διαφόρους δὲ ποιεῖ- σθαι τὰς ἐνεργείας, ἢ πολυμερῆ καὶ διοικεῖν μορίοις ἑτέροις ἕτερα; καὶ δὴ πότερον τὸ ζῆν ἔν τινι τούτων ἐστί, καὶ τοῦτό ἐστι τὸ φυτικόν, ἢ καὶ ἐν πλείοσιν ἢ καὶ ἐν πᾶσιν, ἢ καὶ ἄλλο τι τὸ αἴτιον; ἴσον δὲ ἀμφοτέρως τῷ λόγῳ τὸ ἄπορον. εἴτε γὰρ μίαν εἴπομεν φέρε εἰπεῖν τὴν ἐν ἀνθρώπῳ πᾶσαν, διαφόρους δὲ ἔχειν τὰς ἐνεργείας, καὶ τοῦτό ἐστιν αὐτῇ τὸ θυμοῦσθαι καὶ λογίζεσθαι καὶ αἰσθάνεσθαι καὶ τἄλλα πάσχειν τε καὶ ποιεῖν, τῷ πολυδύναμον εἶναι, ὡς καὶ τὸ πῦρ εἴποις φωτίζειν καὶ ξηραίνειν καὶ καίειν καὶ ἄνω φέρε- σθαι, ἑνὸς ὄντος αὐτοῦ τὴν φύσιν καὶ τὴν οὐσίαν, καὶ τὸ μῆλον εὐῶδες ἐρυθρὸν καὶ γλυκύ, καὶ τοιόνδε σχῆμα ἔχει καὶ ἄλλ’ ἄττα διάφορα, αὐτὸ δὲ τῇ οὐσίᾳ ταὐτόν, πῶς ὁ νοῦς χωριστός, πῶς φθαρτὸν τὸ αἰσθάνεσθαι; καὶ πρὸ τούτων πῶς λογικὴ καὶ ἄλογος, καὶ τὸ μὲν ἄρχει τὸ δὲ ἄρχεται; εἰ δὲ μὴ μίαν ἀλλὰ μεριστήν, ὡς ἄλλῳ μὲν νοεῖν ἄλλῳ δὲ ἐπιθυμεῖν, πῶς ἔσται τὸ ζῶον ἕν; πῶς ἑαυτῷ συνεχές τε καὶ συμπαθές; εἰ δὲ τοῦτο, ἀνάγκη καὶ τὰ εἰδοποιοῦντα μόρια τῆς ψυχῆς αὐτὰ ἡνῶσθαι πρότερον· εἰ δὲ ἥνωνται, τί τὸ ἑνῶσαν καὶ τί τὸ συνέχον τὴν φύσιν, εἰ μεριστή ; ἀλλ’ ἆρα μὴ τὸ σῶμα; πολλοῦ δεῖ, ὃ ψυχῆς μᾶλλον δεῖται συνέχεσθαι ἐξελθούσης γὰρ διαπνεῖ τε καὶ σήπεται. ἢ γοῦν ὑφ’ ἑτέρου τὰ μόρια ἥνωνται ἢ ὑφ’ αὑτῶν ὑφ’ αὑτῶν μὲν ἀδύνατον, ὅτι τὰς φύσεις διάφορα· εἰ δ’ ὑπ’ ἄλλου, ἢ ἓν τοῦτο πάλιν ἀνάγκη εἶναι ἢ πολυμερές. καὶ εἰ πολυμερές, ὑπόλοιπον ζητεῖν πάλιν, τί τὸ ἐκεῖνο ἑνοῦν καὶ ὅπως, κἀκεῖνο τί· καὶ οὕτως ὁ λόγος βαδιεῖται εἰς ἄπειρον. εἰ δὲ τὸ συνέχον ἕν, ἐκεῖνο μάλιστα ἂν εἴη ψυχή. εἰ δὲ τοῦτο, τί δήποτε μὴ καὶ τὴν ψυχὴν αὐτόθεν ἓν λέγομεν; εἰ γὰρ τὸ ἑνοῦν τὰ διακεκριμένα ἓν δεῖ εἶναι 3 ante τὸ add. καὶ Β τῷ scripsi: τὸ libri 5 μετέχοντα] μεταθέντα C 6 φαίνεσθαι C ψεῦδος] ψευδῆ Β 7 τῷ] τὸ C2 8 ἢ ἀληθῶς C 9 δοξάξειν Α 13 πᾶσι C 19 εἴτε] εἴς τε C 20 ἴσχειν A 21 καὶ ἄλλα C 22 ὡς κἄν Α: ὡς κἀν C ἔν ὄν αὐτὸ Α1 μῦλον Α εὐώδη Β 24 αὐτοῦ ΒΑ2 25 ταὐτοῦ ΒΑ2 27 ἄλλο μὲν C ἄλλο δὲ C2 28 ἑαυτὸ C 30 ἄρα C 35 ἓν τὸ συνέχον AC 37 διακεκριμμένα ΑC αὐτίκα, ἑνοῖ δὲ ψυχὴ τὸ σκεδαστὸν τοῦ σώματος, πῶς οὐκ αὐτόθεν εὔλογον μίαν αὐτὴν ὑποτίθεσθαι καὶ μὴ δεῖσθαι τρίτου τοῦ καὶ ταύτην συνέχοντος οὕτω μὲν οὖν ὁ λόγος δυσχερὴς ἑκατέρωθεν. ἢ μήποτε φύσει μὲν καὶ οὐσίᾳ οὐχ ἓν ἀλλήλοις τὰ μόρια, ἑνώσει δὲ ἄκρᾳ καὶ σχέσει καὶ συμπαθεία· διαβαίνει γάρ τι καὶ ἐκ τοῦ λόγου πρὸς τὰ πάθη καὶ τοῖς πάθεσιν ὁ λόγος συνδιατίθεται τό τε γὰρ εἴκειν τῷ λόγῳ καὶ ὑποτετάχθαι τὰ πάθη ἐκεῖθεν ἥκει τῇ συλλήψει ἐλλάμποντος, τό τε πρὸς τὰς οἰκείας ἐνεργείας τὸν νοῦν ἐμποδί- ζεσθαι τῇ κοινωνία τῶν παθῶν ἐπιγίνεται καὶ οὕτως ἡ ψυχὴ μία, ὡς εἰ καὶ τὸν ὅλον ἄνθρωπον μιᾶς οὐσίας λέγοιμεν, καὶ ἀπλῶς ὡς τὰ ἐξ ὕλης καὶ εἴδους τὸ ἓν ἔχουσιν. ὕλης γὰρ κἀντεῦθεν πρὸς τὴν λογικὴν ἐπέχει λόγον ἡ ἄλογος, καὶ πρὸς ταύτην ἡ φυτική, καὶ πρὸς ἐκείνην τὸ σῶμα καὶ ὥσπερ ἐν τοῖς ἐξ ὕλης καὶ εἴδους οὐ δεῖ ζητεῖν, τί τὸ ἑνῶσαν φύσει τὸ ἡνῶσθαι καὶ οἴκοθεν ἔχοντα, ὡς αὐτομάτως καὶ ἐξ οὐδεμιᾶς προσεχεστέρας αἰτίας τὸ εἶδος τὴν ὕλην δέχεσθαι, ὁπόταν καὶ ἐπιτήδειος γένηται, οὕτω τοι κἀν τῖς ψυχαῖς εἶδος μὲν ἡ λογικὴ καὶ μορφή, ὕλη δὲ ταύτης προσεχὴς καὶ ὡς ὑποκείμενον ἔγγιον ἡ ἄλογος, τῆς δὲ ἡ φυτική, εἶτα τὸ σῶμα. καὶ τὸ μὲν φύσει πρότερον καὶ τὸ ὕστερον οὐκ ἐκβεβήκασιν, ἔχονται δὲ ἀλλήλων ἐν ταῖς συναγωγαῖς καὶ τὸ ὅλον ἕν, τῆς ἀνωτάτω τὸ κῦρος καθάπαξ ἐχούσης ἐν τῷ συνθήματι, ὡς ἐπὶ τῆς ἀνθρωπίνης ἔχει. συννεύει γὰρ ὁ λόγος τὰ πάντα πρὸς ἑαυτὸν καὶ λογοποιεῖ ἐλλάμπων τὰς ὑποβεβηκυίας ζωάς, καὶ διοικεῖ καὶ συνέχει τῷ σώματι ὡς ἐπὶ τῆς Ἡρακλείας λίθου, ἐξ ἧς καὶ ἀλλήλων ἤρτηνται τὰ σιδήρια. ἀπο- ρήσειε ὅ ἄν τις καὶ περὶ τῶν μορίων, τίνα ἔχει ἕκαστον δύναμιν ἐν τῷ σώ- ματι. εἰ γὰρ ἡ ὅλη ψυχὴ τὸ ὅλον σῶμα συνέχει, πλείους δὲ ὤφθη αὕτη τὰς δυνάμεις ἔχειν καὶ τὰ μέρη διάφορα, προσήκει καὶ τῶν μορίων ἕκαστον συνέχειν τι τῶν τοῦ σώματος μερῶν ἢ μελῶν, ὡς καί τινες τῶν πρὸ ἡμῶν διωρίσαντο διανείμαντες ἄλλοις ἄλλα μορίοις μόρια τὰ τῆς ψυχῆς τοῖς τοῦ σώματος, ὥσπερ ὁ Τίμαιος ἐν ἐγκεφάλῳ μὲν ἐγκατοικίζει τὸ λογιστικόν, τῇ δὲ καρδίᾳ τὸ θυμικόν, ἐν ἥπατι δὲ τὸ ἐπιθυμητικόν. τοῦτο δὲ ἀδύνατον· ποῖον γὰρ μέρος τοῦ σώματος ὁ νοῦς ἢ πῶς συνέξει, χαλεπὸν καὶ πλάσαι. θυμῷ μὲν γὰρ καὶ ἐπιθυμίᾳ καὶ ἄλλῳ τινί, οὗ κινουμένου κινεῖταί τι καὶ τοῦ σώματος, κἄν τις ἀληθῆ τὸν λόγον ὑπονοήσειε· νοῦς δὲ μηδενὶ προσχρώμενος ἐν τῇ ἐνεργείᾳ μορίῳ τοῦ σώματος ἅτε χωριστὸς καὶ ἀνώλεθρος πῶς συνέξει σῶμα; ἔτι δὲ μᾶλλον ἐντεῦθεν ἔσται κατάδηλον· οὐ μόνον γὰρ μορίῳ μόριον οὐκ ἀποκεκληρωμένον ἐσεῖται τῷ τῆς ψυχῆς τὸ τοῦ σώματος, ἀλλὰ καὶ πάντα ἢ καὶ τὰ πλεῖστα διὰ πάντων ἥκειν φανήσεται. τό τε γὰρ θρεπτικὸν καὶ αὐξητικόν, ἔτι δὲ καὶ αἰσθητικὸν καὶ κινητικὸν ἐν παντὶ τῷ σώματι· τούτων γὰρ καὶ ποὺς καὶ χεὶρ μετέχει καὶ κεφαλή · καὶ τὰ μὲν τοῖς ἐμψύχοις πᾶσι, τὰ δὲ μόνοις τοῖς ζώοις. φαίνεται γοῦν καὶ τὰ φυτὰ διαιρούμενα ζῆν, καὶ τῶν ἐντόμων ζώων διαιρουμένων σύνεστι κἀν τοῖς μορίοις ἡ αἰσθητικὴ καὶ 3 καὶ οὐσίᾳ om. Β 4 σχέσις, ut videtur, Β 12 ἡνῶσθαι scripsi: ἑνῶσθαι libri 21 ἐξ ἧς] ἑξῆς C σιδήρια AC Philoponus: σίδηρα Β 22 τῶν om. BC δύναμιν ἕκαστον AC 24 ἑκάστου Α2 26 ἀλλήλοις B 27 ὁ Τίμαιος Plato Tim. cap. 31. 32 29 ἢ πῶς ὁ νοῦς Α 31 κἀν C 34 ἐσεῖται sic libri τῷ τοῦ Α 35 ἢ καὶ] καὶ οm. AC 36 καὶ (ante αἰσθητικὸν) om. AC κινητικὴ ψυχή, πλὴν διαφόρως ἡνωμένοις ἡ διῃρημένοις· ἐκεῖ μὲν γὰρ μία ἡ ψυχή, ὥσπερ τῷ εἴδει, οὕτω καὶ τῷ ἀριθμῷ καὶ τῇ συνεχείᾳ· νυνὶ δὲ εἴδει μὲν ταὐτὸ τοῖς τμήμασι, τῷ δὲ ἀριθμῷ συνδιέσχισται· ἑκάτερον γοῦν τῶν μορίων αἴσθησιν ἔχει καὶ κινεῖται κατὰ τόπον ἐπί τινα χρόνον. εἰ δὲ μὴ διὰ τέλους, οὐδὲν ἄτοπον· ὄργανα γὰρ οὐκ ἔχουσι τὰ ταῖς ψυχικαῖς ὑπηρετοῦντα δυνάμεσι καὶ τροφῆς εἰσαγωγὰ καὶ δεκτικὰ καὶ πεπτικά, στόμα τυχόν, κοιλίαν, ἧπαρ, οἷς τὸ ἀπορρέον τοῦ σώματος ἀνυφαίνεται, καὶ διὰ τοῦτο τὴν φύσιν οὐ σώζουσιν· ἀλλ’ οὐδὲν ἧττον ἐν ἑκατέρῳ τῶν μορίων τοῦ σώματος ἅπαντα ἐνυπάρχει τὰ τῆς ψυχῆς, καὶ ὁμοειδῆ εἰσιν ἀλλήλοις τὰ διαιρεθέντα σωμάτια καὶ τῇ ὅλῃ, ἀλλήλοις μὲν ὡς οὐ χωριστὰς τὰς ψυχικὰς δυνάμεις συνούσας ἔχοντα, ἀλλὰ πάσας ὅλα, τῆς δὲ πρότερον καὶ ὅλης ψυχῆς ὡς διαιρετῆς εἰς ὁμοειδῆ. μήποτε δὲ καὶ ὁ λόγος ἔχει τι πρόσαντες· ἐπὶ μὲν γὰρ τῶν φυτῶν καί τινων ζώων, ἴσως εὐθυπορῶν προέβαινεν· ὅτε δὲ τὰς ἐν τοῖς τελειοτέροις τῶν ζώων αἰσθήσεις καὶ κινήσεις προχειριζόμεθα, μὴ μᾶλλόν τι τὸν ἐγκέφαλον ἰδίως τῶν ἄλλων ἐπαιτιώμεθα, μὴ οὐχ ἧττον ἄτοπα λέγειν δόξαιμεν. εἰ γοῦν τις διαφορὰ κἀκείνων πρὸς ταῦτα φανείη, αὕτη καὶ τοῖς ἠπορημένοις ἔσται λύσις· ἄλλως ἐπὶ τῶν φυτῶν καὶ ἑτέρως ἐπὶ τῶν ζώων καὶ τούτων ἐν τοῖς τελειοτέροις ἡ ψυχὴ ἑνοῦται τῷ σώματι. ἐκείνοις μὲν γὰρ ἡ οἰκεία ψυχὴ ὡς ὑποκειμένοις ἀμέσως ἐχρήσατο, καὶ ὅλῳ τῷ φυτῷ, ῥίζῃ καὶ στελέχεσι καὶ κλάδοις, ἰσομοίρως ἑαυτὴν ἡ φυτικὴ ψυχὴ ἐγκατέμιξε καὶ διένειμε, τοῖς ζώων δὲ σώμασι καὶ μᾶλλον τῷ ἀνθρωπίνῳ μεσότητι χρησαμένη τῷ ἐν ἐγκεφάλῳ πνεύματι· καὶ παντὶ μὲν ἐκείνῳ καὶ δι’ ὅλου πάσας τὰς δυνάμεις ἐνέθετο πρώτως, δι’ ἐκείνου δὲ δευτέρως μετοχετεύει τῷ σώματι δι’ ὀργάνων σωμα- τικῶν, τῶν νεύρων ἴσως, τὴν ζωήν, τὴν κίνησιν καὶ τὴν αἴσθησιν. εἴ που γοῦν ἐν τῷ μέσῳ βλαβείη τὸ πνεῦμα ἐπιπορευόμενον, τὰ ἐφεξῆς τῆς ἐνδιδομένης καὶ καταλλήλου ἐνεργείας ἀφίησιν ἔρημα, ὡς οὐ πρώτως ἐνούσης αὐτοῖς τῆς ψυχικῆς δυνάμεως. ὥστε τὰ μὲν μετὰ τοῦ ἐγκεφάλου καὶ ἃ συνέχεται τῷ πνεύματι μόρια τῶν ψυχικῶν κατακορῆ τυγχάνουσιν μεταδόσεων, τὰ δὲ διασπασθέντα νενέκρωται· διὰ ταῦτα τοῖς διαιρεθεῖσι τῶν φυτῶν ἡ ψυχὴ σύνεστιν, ἐνίοις δὲ τῶν ζώων οὔ. οὐ καινοτομοῦμεν δὲ κἀν τοῖς φυτοῖς ψυχὴν ἐνεῖναι ἰσχυριζόμενοι· τί γὰρ ἄν τις τὸ ἄρχον ἐν ἑκάστῳ καὶ κρατοῦν ὀνομά- σειε; φανερὸν δὲ ὅτι καὶ ταύτης μόνης ὡς καθολικωτέρας καὶ ζῷα κοινωνεῖ καὶ φυτά, καὶ τῆς μὲν αἰσθητικῆς ἀρχῆς αὕτη χωρίζεται, οὐδὲν δὲ ταύτης ἄνευ μετέχει αἰσθήσεως. 8 ante οὐδὲν add. οὖν AC 9 σώματι Β 12 ἔχοι Α 13 ὅταν AC 16 αὐτὴ Β 17 ἐν om. Α 19 στελέχοις AC 21 ἐν om. C 25 τῆς om. B 26 ἑνούσης Α 27 μὲν om. Α 30 κἀν Α τὴν ψυχὴν C Ἀρκὴ τοῦ δευτέρου τμήματος. ΙΙ1 ἐπειδὴ τὰ παραδεδομένα περὶ ψυχῆς παρὰ τῶν ἄλλων, ἐφ’ ὅσον ἀπεφήνατο τῶν πρότερον, εἴρηται σχεδόν, νῦν ὥσπερ ἐξ ὑπαρχῆς πάλιν ἐπαν- ίωμεν πειρώμενοι διορίσαι ἁμωσγέπως, τί ἐστι ψυχὴ καὶ τίς ἄν εἴη κοινότατος τατὸς λόγος αὐτῆς. εἰ δὲ μὴ ὁρισμὸν εὑρεῖν εὐχερές, ὡς τοῦ φύσει προτέρου καὶ ὑστέρου ἐνόντος κἀν ταῖς ψυχαῖς, ἀλλ’ ἡμῖν γε ἀρκέσει κἀν τῷ παρόντι τὸ δι’ ὑπογραφῆς καὶ μετρίως ἀποδοῦναί τινα λόγον τοῖς ὁμωνύμοις κοινότατον. εὐπετὲς δ’ ἄν εἴη τοῦτο, εἰ οὕτω τῇ διαιρέσει χρησαίμεθα. τῶν ὄντων τὸ μὲν οὐσία, τὸ δὲ συμβεβηκός· καὶ τοῦ συμβεβηκότος τὸ μὲν ποσόν, τὸ δὲ ποιόν, τὸ δὲ πρός τι ἢ ἄλλη τις τῶν ἀπηριθμημένων ἐννέα κατηγοριῶν. οὐκ ἄν ἔν τινι τούτων ὡς ἐν γένει εἴη ψυχή, οὐδὲ ὅλως συμβεβηκός. οὔτε γὰρ ποσόν· φθάνομεν γὰρ ἀποδεδειχότες μήτε τὸ συνεχὲς ἐπὶ ψυχῆς ἀληθεύεσθαι ἐν τοῖς διηπορημένοις πρὸς Τίμαιον μήτε τὸ διωρισμένον ἐν οἷς ἀντελέγομεν Ξενοκράτει. ποιὸν δὲ ἢ πρός τι πῶς ἄν εἴη; τὰ γὰρ αὐτὰ ἄν εἴποι τις κἀν τούτοις, ὅσα καὶ περὶ ἁρμονίας. εἰ δὲ μηδὲν τούτων, σχολῇ γ’ ἄν εἴη τι τῶν ἄλλων, οἷς γένεσις ἡ μετὰ τῆς οὐσίας τουτωνὶ συμπλοκή. λείπεται τοίνυν τὴν ψυχὴν ὡς εἰς γένος ἐν τῇ οὐσίᾳ ζητεῖν. ἐπεὶ δὲ καὶ αὕτη γένος ὅν τι τοῦ ὄντος οὖσα τριττὴν ἄλλως ἐδέξατο τὴν διαίρεσιν τὸ μὲν γὰρ αὐτῆς ὡς ὕλη, ὃ καθ’ αὑτὸ μὲν οὐκ ἔστι τόδε τι, ἀρρύθμιστον ὂν καὶ ἀσύντακτον, τὸ δὲ ἕτερον τὸ εἶδος καὶ ἡ μορφή, καθ’ ἣν ἤδη λέγεται τόδε τι καὶ ἕκαστον τῶν ὄντων ὀνόματος κεκοινώνηκε καὶ τῶν ἑτέρων διώρισται ὑφεστηκὸς καθ’ αὑτό, καὶ τρίτον τὸ ἐκ τούτων, οἷον τὰ σύνθετα σώματα), ἐν τίνι τούτων ἡ ψυχή, καὶ ἐπεὶ οὐ τὸ σύνθετον, ποτέρῳ τῶν ἁπλῶν καὶ εἰ μᾶλλον εἶδος, ὧδ’ ἔσται δῆλον. ἡ μὲν οὖν ὕλη δύναμις· οὐδὲν γάρ ἐστι τῶν εἰδῶν ἀφωρισμένως, ἀλλὰ δυνάμει πάντα· καὶ οὔτε ὕλη του τὸ ἀνεπίδεκτον ἐκείνου οὐκ ἄν γὰρ σκευῶν κεραμικῶν ὕλη λίθοι· οὐδὲ γὰρ πέφυκεν) οὔτε τὸ μηκέτι δυνατὸν τῷ ἤδη ἐνεργείᾳ τὸ εἶδος ἔχειν· ὁ κέραμος γὰρ οὔτ’ ἄλλου γένοιτ’ ἂν ὕλη οὐθ’ ἑαυτοῦ· ἔστι γάρ. λείπεται τὴν ἀληθινὴν καὶ πρώτην ὕλην ἐκτὸς τούτων καὶ δυνάμει ἐννοεῖσθαι. ἀλλ’ ὕλη μὲν τοῦτο τὸ δὲ εἶδος ἐντελέχεια εἴτ’ οὖν τοὐ πράγματος ὡς ὑποκειμένου τελείωσις. ᾧ γὰρ ἑκάστῳ τὸ εἶναι, τοῦτο δὴ αὐτοῦ καὶ ἡ τελειότης· κατὰ δὲ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι· ἐν τούτῳ ἄρα δὴ καὶ τὸ τέ- λειον. διττὸν καὶ τὸ τῆς ἐντελεχείας, τὸ μὲν ὡς ἐπιστήμη τὸ δὲ ὡς θεωρία, εἴτ’ οὖν τὸ μὲν καθ’ ἕξιν, ὃ καὶ χρόνῳ καὶ φύσει πρότερον, τὸ δὲ κατ’ ἐνέρ- γειαν ὕστερον. τριττὸν δὲ καὶ τὸ σῶμα, τὸ μὲν φυσικὸν ὡς λίθοι καὶ ἄνθρωποι, τὸ δὲ τεχνητὸν ὡς κλίνη καὶ ἱμάτιον· οὐ γάρ τι σῶμα ᾗ σῶμα τεχνη 1 Ἀρχὴτμήματος AC: Τοῦ αὐτοῦ εἰς τὸ δεύτερον τμῆμα Β 2 παρὰ] περὶ C 3 ἐπανίομεν Α 6 καὶ τοῦ ὑστέρου AC 16 ἡ om. Β 18 διαίρεσιν] διαιρετικὴν Β 23 ὧδε δ’ ἔσται AC 25 τοῦ τὸ C: τοῦτο Β 26 κεραμεικῶν A 32 καὶ om. B 34 δὲ om. A τόν · εντι δὲ καὶ μαθηματικὰ σώματα λέγεται τρίγωνα καὶ τετράγωνα, τὰ ἐξ ἀναλήψεως καὶ ἀφαιρέσεως τῶν αἰσθητῶν ἐν τῇ ψυχῇ συνιστάμενα. τὰ μὲν οὖν ἄλλα παρείσθω· οὐσίαι δὲ μάλιστα δοκοῦσι τὰ φυσικά· ταῦτα γὰρ καὶ τῶν ἄλλων ἀρχαί. τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δ’ οὐκ ἔχει· ζωὴν δὲ λέγω τὴν δι’ αὑτοῦ τροφήν τε καὶ αὔξησιν. οὐ γὰρ ἡ πρόσθεσις αὔξησις, ἐπεὶ μηδ’ ὑφ’ αὑτοῦ μηδ’ ἠλλοίωται, οἷον εἴ τις τῷ ἐν ἀμφορεῖ ἐπιβάλοι ὕδατι καὶ αὐξήσειεν· οὐδὲ τῷ εἰς πλεῖον τὸ πῦρ αἴρεσθαι τρέφεται, ἀλλὰ τοῦτο μὲν μᾶλλον γένεσις, τρέφεται δὲ οἷς δι’ ὀργανικῶν μορίων κατὰ πᾶν μέρος ἡ τροφὴ προσφέρεται καὶ ἀλλοιουμένη προσφύεται. ὥστε πᾶν σῶμα φυσικὸν μετέχον ζωῆς οὐσία ἂν εἴη, οὐσία δὲ οὕτως ὡς συνθετή. καὶ τὰ μὲν ἀπλᾶ σώματα ἐκ τῆς ἁπλῶς ὕλης καὶ τοῦ εἴδους εἰσί, τὰ δὲ πρὸς τούτοις καὶ ἔμψυχα ὥσπερ δεύτερα ὑποκείμενα χρηματίζουσι τῆς ἐν αὐτοῖς ἐνούσης ζωῆς εἶδος οὔσης αὐτῶν. ἄγοντες δὲ τὴν διδασκαλίαν ἀπὸ τῶν σαφεστέρων ἐπὶ τὰ δυσληπτότερα τοσαῦτα δήπουθεν προσελάβομεν. ἐπεὶ δ’ ἐστὶ σῶμα καὶ τοιόνδε σῶμα τὸ ζωὴν ἔχον σύνθετον γὰρ ἐκ ζωῆς καὶ σώματος, καὶ τὸ μὲν ὥσπερ ὑποκείμενον καὶ ὕλη, τὸ δὲ ὡς ἐν ὑποκειμένῳ καὶ οἷον εἶδος καὶ μορφή), οὐκ ἄν φθάνοιμεν διαπορῆσαι πότερον τούτων ψυχή, καὶ ταύτην λαβόντες εἴημεν· τὴν γὰρ ἐν τῷ τοιούτῳ σώματι ζωὴν ψυχὴν εἶναι ἀνάγκη. τὸ μὲν γὰρ σῶμα πῶς ἄν εἴη ψυχή; οὐ γάρ ἐστι τῶν καθ᾿ ὑποκειμένου καὶ ἐν ἑτέρῳ ὄντων αὐτὸ ὂν ὑποκείμενον καὶ ὕλη. λείπεται τὴν ψυχὴν οὐσίαν εἶναι προσο- μολογεῖν ὡς εἶδος σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος. οὐσία δὲ ἡ ἐντε- λέχεια. τοιούτου ἄρα σώματος ἡ ψυχὴ ἐντελέχεια καὶ εἶδος. ἔτι ᾧ διαφέρει ἀλλήλων τὰ ὁμογενῆ, τοῦτο εἶδος αὐτῶν τὰ σώματα ὄντα ὁμογενῆ διαφέρει ἀλλήλων τῷ ἐμψύχῳ καὶ ἀψύχῳ ἡ ψυχὴ ἄρα τοῖς ἐμψύχοις εἶδος οὖσα καὶ ἐντελέχεια. διττὴ δὲ ἡ ἐντελέχεια, ὡς εἴρηται, ἡ μὲν ὡς ἐπιστήμη ἡ δὲ ὡς τὸ θεωρεῖν. φανερὸν οὖν εἶναι ἐν σώματι ἐντελέχειαν τὴν ψυχὴν ὡς ἐπιστήμην. ἐν γὰρ τῷ ὑπάρχειν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστιν· ἀνάλογον δὲ ἡ μὲν ἐγρήγορσις τῷ θεωρεῖν, ὁ δ’ ὕπνος τῷ ἔχειν καὶ μὴ ἐνεργεῖν. καὶ εἴδους ὅ ἄν τις ἴδοι καὶ ἐντελεχείας ὲν τούτῳ διαφοράν πᾶν μὲν γὰρ εἶδος ἐντελέχεια, οὐκ ἔμπαλιν δέ· ἡ γὰρ ἐνέργεια ἐντελέχεια μέν, οὐκ εἶδος δέ. καὶ πρότερον μὲν καὶ ὕστερον ἐπὶ τοῦ αὐτοῦ εἶδος ἑνὸς ὄντος οὐκ ἂν εἴποις, ἐν τελέχειαν δέ. προτέρα δὲ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ μὲν ἐπιστήμη τοῦ θεωρεῖν, ἡ δὲ δύναμις τῆς ἐνεργείας. ἐν ἄλλῳ μὲν γὰρ καὶ ἄλλῳ προήγησαιτ᾿ ἄν πολλάκις ἡ ἐνέργεια τῆς δυνάμεως, ὡς ἐν διδασκάλῳ καὶ μαθητῇ · προτέρα γὰρ ἡ τελεία τοὐ διδάσκοντος ἐνέργεια τῆς ἀτελοῦς δυνάμεως τοῦ μανθάνοντος· ἐπὶ τοῦ αὐτοῦ δὲ ἐν ταῖς ἐν γενέσει καὶ φθορᾷ οὐκ ἐγχωρεῖ φύσεσιν. ἐν οἷς καὶ τῆς ἕξεως χωρίζεται ἡ ἐνέργεια οὐ γὰρ ἀεὶ θεωρεῖ ὁ γεωμέτρης), ἀλλ’ ἐν τοῖς θείοις καὶ ἀιδίοις σύνδρομος τῇ μὲν οὐσίᾳ ἡ δύναμις, ταύτῃ δὲ ἡ ἐνέργεια, καὶ ἀλλήλων καθάπαξ ἀχώριστοι· εἰ μήπου τις κἀν 1 τὰ] καὶ τὰ Β 2 ἀναλήσεως Α1 τῇ om. Α 4 post μὲν add. δὲ A 7 ἐρέσθαι A 10 fort. συνθετὸς Β 17 πότερον scripsi: ποτέρῳ libri 24 οὖσα] οὐσία AC 25 ὡς καὶ εἴρηται Α 31 εἴδους C ἐντελέχεια Β τοῖς θνητοῖς πρὸς τὸ καθόλου βλέψας σύνδρομα καὶ ὧδε λέγει· ἐν γὰρ τῷ παντὶ ἕξις ἀεὶ καὶ ἐνέργεια. καὶ εἴπερ δεῖ ὡς ἐν τῷ παντὶ ὅλως ἕτερον ἑτέ- ρου προτετιμῆσθαι, τὰ τέλεια τῶν ἀτελῶν προκέοιντο ἄν. τά τε γὰρ προακτικὰ τῶν αἰτίων κατὰ τελείαν ἑστῶτα ἐνέργειαν τὰ ὑφειμένα παράγουσιν, ἥ τε τοῦ παντὸς δημιουργία ἐκ τοῦ παντελῶς τελείου παρηγμένη συντέτακτο· τούτων οὕτως ἐχόντων ὁλοσχερώτερον ἡμεῖς τὴν ψυχὴν ὑπογράφοντες λέγομεν ψυχή ἐστιν ἡ πρώτη ἐντελέχεια σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος· τοιοῦτον δὲ ὃ ἄν ᾖ ὀργανικόν. πρόσκειται τὸ φυσικὸν διὰ τὰ τεχνητά, τὸ δυνάμενον ζῆν διά τε τὸ ἐν ἀρχαῖς σπέρμα καὶ τὸ νεκρόν, τὸ δὲ ὀργανικὸν διὰ τὰ ἁπλᾶ καὶ φυσικά· ἦν γὰρ ἄν τῷ πυρὶ ψυχὴ ἡ θερμαντικὴ δύναμις, πρώτη οὖσα αὐτοῦ ἐντελέχεια, εἴπερ ἦν ὀργανικόν· νυνὶ δὲ ποῖα ἐν πυρὶ θερμότητος ὄργανα; ἡ γοῦν ψυχὴ ποικίλως ἐνεργοῦσα διαφόροις ὀργάνοις προσχρήσεται τοῦ σώματος· διὸ τὸ μὴ τοιοῦτον, ὁποῖον τῶν ἁπλῶν, οὐδὲ ψυχῆς μετείλη- φεν. ἐπεὶ δὲ διαφορὰ κἀν ταῖς ψυχαῖς, καὶ ἡ μὲν τῶν φυτῶν ἁπλουστέρα καὶ ὑφειμένη, ποικιλωτέρα δὲ ἡ αἰσθητικὴ καὶ ὑπὲρ αὐτήν, ἔτι δὲ μᾶλλον ἡ πασῶν ἀνωτάτω καὶ λογική, ἀναλογοῦσι πρὸς τὰς ἐνεργείας καὶ τοῖς σωματικοῖς ὀργάνοις προσχρήσονται. ἐντεῦθεν ἁπλούστερον μὲν καὶ ἧττον ὀργανικὸν τὸ σῶμα τῶν φυτῶν τοὐ τῶν ἀλόγων ζώων, ἧττον δὲ τοῦτο τῶν λογικῶν. ὄργανα μὲν τὰ τῶν φυτῶν μέρη τῆς φυτικῆς ψυχῆς, ἀλλὰ παντελῶς ἁπλᾶ, οἷον τὸ φύλλον περικαρπίου σκέπασμα, τὸ δὲ περικάρπιον τοῦ κάρπου, αἱ δὲ ῥίζαι ἀναλογοῦσι τῷ στόματι· ἄμφω γὰρ ἕλκει τὴν τροφήν, ἐν μὲν τοῖς ζώοις τὸ στόμα, αἱ δὲ ῥίζαι τοῖς φυτοῖς. Τοσαῦτα περὶ τοῦ τῆς ψυχῆς ὅρου παρεκβατικώτερον εἰπόντες, ἐπαναλαμβάνοντες καὶ ὥσπερ ἐπιδιορθούμενοι σαφέστερον ἐκτίθεμεν καὶ συνοπτικώτερον. εἰ γὰρ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν, εἴη ἄν ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ· διὸ οὐ δεῖ ζητεῖν, εἰ ἓν ἡ ψυχὴ καὶ τὸ σῶμα, ὥσπερ οὐδὲ τὸν κηρὸν καὶ τὸ σχῆμα, οὐδ’ ὅλως τὴν ἑκάστου ὕλην καὶ τὸ οὗ ὕλη. ὡς γὰρ ἐπὶ τοῦ σφαιρικοῦ κηροῦ οὐ ζητοῦμεν, τί τὸ ἑνῶσαν τὸ σχῆμα καὶ τὸν κηρόν, πάθους ὄντος τοῦ σχήματος ἐν τῷ κηρῷ καὶ φύσει καὶ ἀπραγματεύτως ἐγγινομένου, ὡς δὲ καὶ ἐπὶ πάσης ὕλης ἐπιτηδείας καὶ παντὸς εἴδους, οὕτω τοι κἀν τῷ σώματι καὶ τῇ φυσικῇ ψυχῇ. προστίθεμεν φυσικὴν τὴν λογικὴν ὑπεξαίροντες εἰ δέ που καὶ συλλαμβάνοιτο καὶ εἶδος αὕτη κα- λοῖτο σώματος, ἀλλ’ οὐχ ἡ καθ’ αὑτὴν καὶ ἀπολελυμένη καὶ ἄφετος καὶ συνεστραμμένη πρὸς νοῦν, ἀλλὰ καθὸ συνδέδεται σώματι καὶ σχέσιν ἔχει. καὶ συμφθείρεσθαι δ’ ἄν εἰ λέγοιτο σώματι κατὰ τοῦτο, ὥσπερ τὸ εἶδος, τῷ οἴχε- σθαι τὰς πρὸς τὸ σῶμα ἐνεργείας αὐτῆς οἰχομένου σώματος, ὥσπερ τὴν ἐν 4 ἥςτε et fort, etiam δημιουργίας Β 6 ὁλοσχερώτερον cf. Roeper Philol. I 661. Nauck ib. IV 200 7 τοιοῦτον scripsi: τοιούτου libri 16 ἀναλογούσῃ C 19 ψυχῆς in mrg. add. C1 24 ἐκδίδομεν Α 26 post διὸ add. καὶ AC 28 οὐ om. C δ΄ 29 καὶ (post σχῆμα) repetit Β 30 ἐπιτη Α: ἐπιτήδι᾿ C 31 τῇ φυσικῇ ψυχῇ scripsi: τῆς φυσικῆς ψυχῆς libri προτίθεμεν C 33 οὐχ ἡ] οὐχ ἡ] Α: οὐχὶ C ἀπολελοιμένη C 34 πρὸς τὸν νοῦν Β1 καθὼς C 35 εἰ οm. C1 σώματι om. AC τῷ] τὸ Β τῶν χορδῶν, οὐδὲν ἄτοπον· αὐτὴν μέντοι τὴν θεωρητικὴν αὐτῆς δύναμιν καὶ ἐνέργειν καὶ τὴν νοερὰν οὐσίαν διεφθάρθαι λέγειν καὶ λελύσθαι σώματι, παντελῶς ἐμπλήκτων. ἔστιν οὖν ἡ ψυχὴ καὶ τὸ σῶμα ὅν, ὡς ἄν ὕλη καὶ εἶδος. ἐπεὶ δὲ τὸ ἓν καὶ τὸ εἶναι πλεοναχῶς λέγεται ἢ γὰρ τῷ γένει ἢ τῷ εἴδει ἢ ἀριθμῷ ἢ δεσμῷ ἢ κόλλῃ, καὶ ὅσα ἄλλα ἐν τοῖς πρώτοις διωρισάμεθα, καὶ τὸ εἶναι δὲ καὶ τὸ ὂν ἡ δυνάμει ἢ ἐνεργείᾳ), τὸ κράτιστον ἐν τούτοις καὶ τελεώτατον ἡ ἐντελέχειά ἐστι. καθόλου μὲν οὖν καὶ ὡς ἐν κεφαλαίῳ εἰπεῖν εἴρηται, τί ἐστι ψυχή· οἱ γὰρ ὁρισμοὶ ὁλοσχερώτερον καὶ συνοπτικώτερον ἐδήλουν τὴν φύσιν αὐτῆς, ὅτι οὐσία ἡ κατὰ τὸν λόγον. τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι. τοῦτο δὲ εἶδος σώματος φυσικοῦ ὀργανικοῦ δυναμέ- νου ζῆν. εἰ δὲ δεῖ που διὰ τὸ σαφὲς καὶ ὑποδείγμασι χρήσασθαι, διπλᾶ προσθήσομεν, ἵν’ ᾖ καὶ φιλότιμον, τὸ μὲν τεχνικὸν καὶ ἐξ ἀναλογίας, τὸ δὲ φυσικὸν καὶ ψυχῆς ἐγγύτερον. ὥσπερ γὰρ εἰ ἦν ὁτιοῦν τῶν ὀργάνων φυσικὸν σῶμα οἴκοθεν ἐνεργοῦν καὶ μὴ ὡς νῦν τῷ τεχνίτῃ, οἷον ὁ πρίων, ἦν ἄν τὸ πρίονι εἶναι εἴτ’ οὗν τὸ τοιώσδε δύνασθαι τέμνειν καὶ ἐνεργεῖν ἡ οὐσία αὐτοῦ καὶ ἡ ψυχὴ τοῦτο, ἧς ἀπελθούσης ἀργὰ ἄν ἄλλως καὶ νεκρὰ τὰ καταλελειμ- μένα, ξύλον τοιόνδε καὶ σίδηρος ἔμελλε λείπεσθαι καὶ οὐκέτ’ ἄν ἦν πρίων ἀλλ’ ἢ ὁμωνύμως, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς καὶ τοῦ σώματος· ὃ δὲ ἀνομοιοῖ τὸ παράδειγμα, ὅτι νῦν ὁ πρίων καὶ ψυχὴν οὐκ ἔχων καὶ μὴ ἐνεργῶν οὐδὲν ἧττόν ἐστι πρίων καὶ οὐ] συνωνύμως, ζῶον δὲ οὐδαμῶς ψυχῆς ἀπολιπούσης. τοῦτο δέ, ὅτιπερ ἐκεῖνος οὐ φυσικὸν οὐδὲ κινούμενον ἐξ αὑτοῦ οὐκ ἔστι δὲ τοιούτου σώματος ἡ ψυχὴ τὸ τί ἦν εἶναι καὶ λόγος, ἀλλὰ φυσικοῦ τοιουδὶ ἔχοντος κινήσεως καὶ στάσεως ἀρχὴν ἐν ἑαυτῷ ὁ δὲ πέλεκυς ᾗ πέλεκυς κινεῖται οὐκ ἐξ αὑτοῦ, ἀλλ’ ἔξωθεν τῷ χρωμένῳ, ὡς καὶ πάντα τὰ τεχνητὰ ἀρχὴν ἔχοντα καὶ στάσεως καὶ κινήσεως, οὐκ ἐν αὐτοῖς μέντοι, ἐν τοῖς δημιουργήμασι δὲ ἢ ἐν τοῖς κινοῦσι. καὶ τοῦτο μὲν τοιοῦτον· τὸ δὲ ἕτερον δεῖ γὰρ σκοπεῖν καὶ ἐπὶ τῶν μερῶν, ἔχοι γὰρ ἂν οὕτω κατά τι τὸ καθόλου) εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῶον αὐτὸς καθ’ αὑτὸν δίχα τοῦ προσκεῖσθαι τῇ ὁλομελείᾳ τοῦ σώματος, ἦν ἄν τούτου ψυχὴ ἡ ὄψις καὶ ἡ ὁρατικὴ δύναμις καὶ ἐνέργεια· αὕτη γὰρ οὐσία ὀφθαλμοῦ ἡ κατὰ λόγον. ὁ γὰρ ὀφθαλμὸς αὐτός, τὸ ὑγρόν, τὸ λευκόν, οἱ διάφοροι χιτῶνες ὕλη ὄψεως, ἡ δ’ ὄψις καὶ ἡ ὅρασις εἶδος καὶ οὐσία, ἧς ἀπολιπούσης οὐκέτι ὀφθαλμὸς ἔσται· οὐ γὰρ ποιήσει τὰ ἑαυτοῦ οὐκ ὄψεται γάρ. εἰ δὲ καλοῖτο, ὁμωνύμως ἄν καλοῖτο καὶ οὐ κυρίως, ὡς ἄν εἰ καὶ τὸν λίθινον ὀφθαλμὸν φαῖμεν ἢ τὸν ἐν χρώμασιν. οὕτω τοι καὶ χεὶρ καὶ ποὺς καὶ εἴ τι ἄλλο μέρος τοῦ σώματος, ὅταν μὴ τὴν οἰκείαν καθ’ ἥν ἐστιν ἐνέργειαν ἀποδίδωσιν, ἢ οὐδὲ κοινωνήσειε τοῦ ὀνόματος ἢ οὐ κυρίως. ὃ οὖν ἐπὶ ἑνὸς μέρους, τοῦτο δεῖ λαβεῖν καὶ ἐπὶ ὅλου τοῦ ζῶντος σώματος· 1 τῇ om. A1 κατεαγεισῶν scripsi: κατεαγουσῶν libri 5 τῷ ante εἴδει om. AC 6 ἐν τοῖς πρώτοις] Metaph. Δ, 6. 7 Ι,1 7 τῷ εἶναι C 9 ὁλοσχερέστερον Β 10 αὐτὴ AC 14 ὁτοιοῦν AC 21 οὐ delevi ἀπο- λειπούσης AC 23 καὶ ὁ λόγος Α 27 μὲν] μέντοι Β 29 ὁ om. C 31 κατὰ τὸν λόγον Α 33 ἀπολειπούσης AC 35 φαῖμεν ὀφθαλμὸν AC ἀνάλογον γὰρ ἔχει ὡς τὸ μέρος πρὸς τὸ μέρος, ἡ ὅλη αἴσθησις πρὸς ὅλον τὸ αἰσθητικὸν ᾗ τοιοῦτον. ἐπεὶ γὰρ τῶν αἰσθητηρίων ἕκαστον κατά τινα τῆς ψυχῆς αἰσθητικὴν χαρακτηρίζεται δύναμιν, ἐξαιρουμένης τῆς ἁφῆς δι’ ὅλου ἡκούσης τοῦ σώματος, ὡς ἄν ἑκάστη αἴσθησις πρὸς ·τὸ ὑποκείμενον αὐτῇ αἰ· σωτήριον ἔχοι, οὕτως ἡ ὅλη ψυχὴ πρὸς ὅλον τὸ σῶμα ἕξει, καθὸ αἰσθητικόν· οὐ γάρ, καθὸ βαρὺ ἢ κοῦφον ἢ τοσόνδε ἐστὶν ἢ τοιόνδε χρῶμα ἢ σχῆμα ἔχει ἢ ποῦ ὂν ἢ ποτέ, εἰδοποιεῖται ὑπὸ ψυχῆς, ἀλλὰ καθὸ φυσικὸν δυνάμει ζωὴν ἔχον. ἔστι δὲ τὸ δυνάμει ὂν σῶμα ὥστε ζῆν οὔτε τὸ πρότερον ἔχον ψυχὴν καὶ ἀποβεβληκὸς νῦν, ὥσπερ τὸ νεκρωθέν, οὔτε τὸ κατ’ ἐπιτηδειότητα δυνατόν, μήπω δέ, ὥσπερ τὸ σπέρμα καὶ ὁ καρπός, ἀλλὰ τὸ ἤδη ἔχον ζωὴν καὶ ἐνεργόν, ὡς τὰ τῶν ζώων σώματα. ἀπορήσειε δ’ ἄν τις, πῶς δυνάμει τὸ ἐνεργείᾳ ζῶν. λέγομεν δέ, ὥσπερ ὁ ὀφθαλμὸς δυνάμει ἐστὶν ὁρατικὸς αὐτὸς καθ’ ἑαυτόν, οὐχ ὁρᾷ δὲ ἐνεργείᾳ ἄνευ τῆς τοῦ φωτὸς ἐλλάμψεως, καὶ εἴ τις δὲ ὁρῶντος ἐνεργεία τοῦ ὀφθαλμοῦ λέγει ὁρατικὸν εἶναι δυνάμει, ἀληθεύει αὐτὸς γὰρ κατὰ τὴν ἑαυτοῦ οὐσίαν μόνην τὴν εἰς τὸ ὁρᾶν ἔχει ἐπιτηδειότητα, τῆς ἐνεργείας ἐξ ἑτέρου τοῦ φωτὸς παραγινομένης), οὕτω τοι καὶ ἐπὶ τοῦ ὅλου σώματος καὶ τῆς ψυχῆς αὐτὸ μὲν τὸ σῶμα, ὅσον ἀφ’ ἑαυτοῦ, τὴν ἐπι- τηδειότητα μόνην ἔχει, ἡ μέντοι κατ’ ἐνέργειαν ζωὴ ὡς τελείῳ ὀργάνῳ ἐκ τῆς ψυχῆς παραγίνεται. ἐπεὶ δὲ διττὴν ἄνω τὴν ἐντελέχειαν ἐμανθάνομεν, τὸ μὲν αὐτῆς ἕξιν τὸ δὲ ἐνέργειαν ὀνομάζοντες, ἄμφω δὲ τῷ σώματι, καὶ ὕπνος καὶ αἴσθησις, ψυχῆς ἐνούσης ἐγγίνεται, εἴη ἄν ὡς μὲν ἐκεῖ ἡ πρίσις καὶ ἡ ὅρασις ἐντελέχειαι κατ’ ἐνέργειαν, ἡ μὲν τοῦ πρίονος ἡ δὲ τοῦ ὀφθαλμοῦ, οὕτως ὧδε ἡ ἐγρήγορσις ἐντελέχεια ὡς δ’ αὖ ἡ ὄψις καὶ ἡ δύναμις τῆς εὐκαίρου χρείας τοῦ ὀργάνου κατὰ δύναμιν ἐκεῖ, οὕτως ἐν τῷ σώματι ὧδε τῷ δυνάμει ὄντι ἡ ψυχή καὶ ὥσπερ ὁ ὀφθαλμὸς οὐχ ἡ κόρη μόνη μετὰ τῶν χιτώνων καὶ ὑγρῶν ἐστιν οὐδ’ αὖ ἡ ὄψις μόνη, ἀλλ’ ὁμοῦ τὸ ἅπαν ὁ ὀφθαλμός, οὕτως ἡ ψυχὴ καὶ τὸ σῶμα οὐδὲν ἀνὰ μέρος ζῶον, ἀλλὰ τὸ συνάμφω. τούτων οὕτω διωρισμένων οὐκ ἄδηλον ὡς ἤτοι μέρη τῆς ψυχῆς τῆς ἐν θνητοῖς ζώοις ἢ καὶ ὅλη, εἰ μὴ μεριστή, οὐκ ἔστι χωριστὴ τοῦ σώματος, οὗ ἐστι ψυχή. ἔνια γὰρ τῶν τῆς ψυχῆς μορίων ἐντελέχειαι αὐτῶν τῶν μερῶν ἐστι τοῦ σώματος· ἡ γὰρ θρεπτικὴ δύναμις αὐτοῦ τοῦ τρεφομένου ἐστὶ τελειότης σώματος, ὁμοίως καὶ ἡ αὐξητικὴ καὶ ἡ γεννητική. ἔτι μέντοι καὶ ἡ αἰσθητικὴ αἰσθητηρίου τινὸς τυγχάνει τελείωσις, καὶ τὸ ὀρεκτικὸν αὐτὸ συνέχει τι μόριον σώματος. εἰ οὗν οὕτω ταῦτα καὶ τελειωτικά πώς εἰσιν, οὐκ ἂν χωρισθήσονται. τί δὲ καὶ χωρισθέντα ἐνεργήσουσιν; τί γὰρ ἡ θρέψις θρέψει ἢ αὐξήσει ἡ αὔξησις ἢ ἡ αἴσθησις αἰσθανθήσεται; ἀλλ’ ὥσπερ ταῦτα καὶ τὰ τούτοις ὅμοια, ὧν αἱ ἐνέργειαι ἀχώριστοι καὶ εἴδη τῶν ὑποκειμένων τυγχάνει καὶ τελειότητες, ἀχώριστά εἰσι σώματος, οὕτως οὐδὲν κωλύει ἔνια χωριστὰ εἶναι, οἷον ἴσως τὸν νοῦν αὐτόν, ὅ τί ποτε καὶ ἔστι, τὴν θεωρητικὴν καὶ οὐσιώδη δύναμιν καὶ ἐνέργειαν. οὐ γὰρ δοκεῖ γε οὗτος σώματος ἐντελέχεια οὐδενὸς οὐδὲ καθάπαξ 1 πρὸς τὸ ὅλον Α 9 ἐπιτηδειότητος Α 17 ἀφ’ ἑαυτοῦ] ἐφ’ ἑαυτῷ Philoponus 22 ἐντελέχεια Α 28 τοῖς ὲν C 30 ἐντελέχεια A 36 ἡ om. AC 38 σώματα Β μεμῖχθαι σώματι. μὴ καὶ δοκῶμεν ἀφιλοσόφως τῷ λόγῳ προσφέρεσθαι καὶ τὴν σκιὰν αὑτῶν ὃ λέγεται δεδοικότες, τῇ λογικῇ ψυχῇ οὐχ ὁλοτελῶς αὐτόθεν ἀποφαινόμενοι τὸ ἀθάνατον, ἀλλὰ δειλιῶμεν καὶ ἐνδοιάζωμεν τῷ τῆς ἐντελε- χείας ὀνόματι προστριβόμενοι. τὸ δέ ἐστιν ἄδηλον, εἰ μᾶλλον οὕτως ἡ ἀνθρωπένη ψυχὴ ἐντελέχεια σώματος, ὥσπερ ὁ πλωτὴρ τοῦ πλοίου, ἢ ὥσπερ ἐλέγετο πρότερον. καὶ τῶν μὲν ἐνεργειῶν, αἷς ἐπὶ τῶν οἰάκων καθημένη τοῦ σώματος διῴκει τοῦτο καὶ χειμαζόμενον συνεῖχεν, ἀπολυθεῖσα τοῦ βυθοῦ τῆς γενέσεως παύσαιτο, αὐτὴ δὲ ἔσται πρὸς αὐτὴν ἄσχετος καὶ ἀπόλυτος, ἑστῶσα ἐν ἀκυμάντῳ λιμένι γαληνιῶσα, θεωροῦσα τὸ ὂν ἐν αἰῶνι τὴν οὐσίαν ἔχουσα καὶ τὴν νόησιν. ὡς μὲν οὖν εἰπεῖν τύπῳ περὶ πάσης ψυχῆς εἰρήσθω τὸν τρίπον τοῦτον.