Έπισκεπτέον δὲ πρότερον περὶ κινήσεως λογικώτερον· ἴσως γὰρ οὐ μόνον ψεῦδος ἄν φανείη τὸ τὴν οὐσίαν αὐτῆς τοιαύτην εἶναι οἵαν φασὶν οἱ λέγοντες αὐτοκίνητον ἢ δυναμένην κινεῖν, ἀλλὰ καὶ ἕν τι τῶν ἀδυνάτων τὸ ὑπάρχειν αὐτῇ κίνησιν, οἵαν δίδωσιν ἐννοεῖν τὰ παρ’ αὐτῶν εἰσαγόμενα. ὅτι μὲν γὰρ οὐκ ἀναγκαῖον πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθαι, καθάπερ ᾠήθησαν, εἴρηται πρότερον ἐν τοῖς πρώτοις περὶ κινήσεως. εἰ γὰρ τὸ πρώτως κινοῦν κἀκεῖνο κινοῖτο, οὐκέτι ἐν κινήσει τὰ κινούμενα συμμεταβληθέντα τῷ αἰτίῳ. καὶ τὸ ὀρεκτὸν κινοῦν, οἷον τὸ κάλλος τὸν ἐραστήν, ἀκίνητόν ἐστιν. ἓν μὲν οὖν καὶ πρῶτον τοῦτο παρόραμα τῇ ἀρχῇ τῶν λόγων αὐτῶν· τῷ γὰρ οἰηθῆναι ἅπαν τὸ κινοῦν κινεῖσθαι, ὡς κινοῦσαν τὸ σῶμα τὴν ψυχὴν καὶ αὐτὴν τῶν κινουμένων ὑπέλαβον. δεύτερον δέ, ἐπεὶ κινεῖται πᾶν ἢ καθ’ ἕτερον καὶ κατὰ συμβεβηκὸς ἢ καθ’ αὑτὸ καὶ κατ’ οὐσίαν, καὶ τῶν καθ’ ἕτερον καὶ κατὰ συμβεβηκὸς τὰ μὲν ἔχουσιν ἰδίαν καὶ καθ’ αὑτὰ κίνησιν, ὡς οἱ πλωτῆρες τὴν διὰ ποδῶν βάδισιν αὕτη γὰρ ἀνθρώπων· τὸ γὰρ τῷ πλοίῳ συμφέρεσθαι αὐτοῖς οὐ καθ’ αὑτό), τὰ δὲ οὔ, μόνῳ δὲ τῷ ἐν ἑτέρῳ εἶναι τὴν κίνησιν ἴσχοντα ὡς ἡ λευκότης οὐ γάρ ἐστιν ἰδία λευκότητος κίνησις καὶ τῶν ἄλλων παθῶν 1 οὐδὲ γὰρ Α 8 εἴπαμεν Α 9 κἄν Α 11 τε om. Α 12 δυνάμεως B πρόοδον Β 13 νοητικὰς scripsi: νοητὰς libri 14 καὶ τἀς ἀπὸ Α 16 εἰ καὶ] καὶ εἰ AC 17 προσηγορεῦσαι C 19 πιεσθήτω καὶ om. Β 20 διαρθρῶν Α 24 δυναμένην] δύναμιν Β ἀλλὰ—ἀδυνάτων repetit 25 γὰρ om. Β 27 ἐν τοῖς πρώτοις περὶ κινήσεως] Phys. Θ, 6 p. 258b 30 πρῶτον om. B 31 τὸ γὰρ σῶμα B 36 τὸ ἐν ἑτέρω BC 37 καὶ om. Β παρὰ τὴν ἐν οἷς εἰσι σώμασι), καὶ τῶν αὖ καθ’ αὑτὸ ·κινουμένων τὰ μὲν οὐσιώδη καὶ συμπληρωτικὴν τῆς οὐσίας ἔχουσι τὴν κίνησιν καὶ ἀεὶ ὡς τὰ οὐράνια, τὰ δὲ οὔ, ἀλλὰ τὸ ποτὲ κινεῖσθαι τοιώσδε φύσει ἔχουσιν τὴν δύναμιν, ὡς ἡ βῶλος τὸ κάτω φέρεσθαι, τοσαυταχῶς οὖν λεγομένου τοῦ κινεῖσθαι ἐπισκοποῦμεν περὶ ψυχῆς, εἰ ὅλως καθ’ ἕτερον τῶν τρόπων δυνατὴ κινεῖσθαι τὸν κατ’ οὐσίαν· κατὰ συμβεβηκὸς γὰρ κἄν ἡμεῖς δοίημεν. ἀλλ’ εἰ ἔστιν ἡ οὐσία τῆς ψυχῆς τὸ κινεῖν ἑαυτήν, οὐ κατὰ συμβεβηκὸς αὐτῇ τὸ κινεῖσθαι ὑπάρξει, ὥσπερ τῷ λευκῷ ἢ τριπήχει. κινεῖται γὰρ καὶ ταῦτα, ἀλλὰ κατὰ συμβεβηκός· ᾧ γὰρ ὑπάρχουσιν, ἐκεῖνο κινεῖται τὸ σῶμα. διὸ καὶ οὐκ ἔστιν τόπος αὐτῶν, τῆς δὲ ψυχῆς ἔσται, εἴπερ φύσει κινήσεως μετέχει. τριῶν δὲ οὐσῶν κινήσεων φυσικῶν παρείσθω γὰρ ἡ κατὰ τὴν οὐσίαν νῦν ὡς μᾶλλον μεταβολὴ ἢ κίνησις), τῆς ἐν ποσῷ καὶ ποιῶ καὶ ποῦ, εἴτ’ οὖν φορᾶς, ἀλλοιώσεως, αὐξήσεως καὶ μειώσεως, ἢ μίαν τούτων κινοῖτ’ ἄν ἢ πλείους ἢ πάσας· ὅπως δ’ ἄν κινηθείη κατ’ αὐτὰς μόνον, εἰ φυσικῶς ἐν τόπω ἔσται· πᾶσαι γὰρ αὗται κατὰ τόπον. τούτω δ’ ἕπεται τὸ σῶμα εἶναι. οὖν ἀσώματος κατ’ Ἀναξαγόραν καὶ Πλάτωνα; καὶ φορὰ μὲν ὅτι κατὰ τό- πον αὐτόθεν δῆλον, ἔτι δὲ αὔξησις καὶ μείωσις· ὅτι δὲ καὶ ἀλλοίωσις καὶ ἡ αἰσθητὴ καὶ παθητικὴ μεταβολή, ὧδ’ ἔσται· τὸ γὰρ κινούμενον κατ’ ἀλλοίωσιν καθ’ αὑτὸ μεριστόν ἐστιν, τοῦτο δὲ σῶμα, τοῦτο δὲ ἐν τόπω. καὶ καθόλου εἰπεῖν πᾶν τὸ κινούμενον μεθίσταται ἐξ οὗ ἐστιν εἰς τὸ ἐν ᾧ ἔσται. ἔκ τινος γὰρ εἴς τι πᾶσα μεταβολή. τὸ δὲ τοιοῦτον οὔτ’ ἐξ οὗ μετέβαλεν, ἐν ἐκείνῳ ἐστὶν ὅλον οὐδέπω γὰρ μεταβάλοι), οὔτε εἰς ὅ· ἤδη γὰρ ἄν καὶ μεταβεβληκὸς εἴη καὶ οὐκέτι μεταβάλλον. λείπεται τὸ μέν τι αὐτοῦ ἐν ἐκείνῳ εἶναι ἐξ οὗ, τὸ δὲ εἰς τὸ ἐν ᾧ έσται. μεριστὸν ἄρα καὶ διὰ τοῦτο σῶμα. αἰσθητὰς δ’ ἀλλοιώσεις λέγομεν διὰ τὰς ψυχικάς, ἀρετὴν καὶ κακίαν, γνῶσιν καὶ ἄγνοιαν, ἃς τῷ κατὰ φύσιν διαφερούσας καὶ παρὰ φύσιν οὐδὲ κυρίως ἄν ἀλλοιώσεις λέγοιμεν ὡς καὶ ὑγείαν καὶ νόσον, γενέσεις δὲ μᾶλλόν τινας καὶ φθοράς. ἔτι εἰ φύσει κινεῖται, κἄν βίᾳ κινηθείη, κἀν εἰ βίᾳ, καὶ φύσει· ἐξ ἀμφοτέρων δὲ δῆλον ὅτι τόπον ἕξει. τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ ἠρεμίας· εἰς ὃ γὰρ κινεῖται φύσει, καὶ ἠρεμεῖ ἐν τούτῳ φύσει· ὁμοίως δὲ καὶ εἰς ὃ κινεῖται βίᾳ, καὶ ἠρεμεῖ ἐν τούτῳ βίᾳ. ποῖαι δὲ βίαιοι τῆς ψυχῆς κινήσεις ἔσονται καὶ ἠρεμίαι αὐτοπροαιρέτου καὶ αὐτοκινήτου καὶ κατ’ αὐτοὺς οὔσης, οὐδὲ πλάσσειν βουλομένοις ῥᾴδιον. αἰ γὰρ δοκοῦσαι καθόλου καὶ μάλιστα καὶ πρῶται κινήσεις αὐτῆς, κρίσις καὶ ὄρεξις, οὔποτ’ ἄν βίᾳ κινηθεῖεν, ἀλλὰ τυράννου μὲν ἀσεβές τις δόγμα ἄκων ὁμολογήσειε χείλεσιν, ἐντὸς δὲ συνθέσθαι ἢ δοξάσαι βίᾳ πῶς ἔχει χώραν; δόξοι δ’ ἄν κατὰ θυμὸν καὶ ἐπιθυμίαν βιάζεσθαι, ὅταν ἐρεθίζηται ὑπὸ τῶν ἔξωθεν. οὐκ ἔστι δέ· εἰ γὰρ μὴ ὁ λόγος τῷ πάθει ἐνδοίη, οὔ ποτ’ ἄν ἐξαχθείη. ἀκούσιον γὰρ καὶ βίᾳ 2 ἔχον Α 3 ἔχοντα Α 4 τὸ συνταχῶς Β 6 τὸν] τὸ γὰρ Β 8 ὑπάρχει A τριπήχει parum distincte Β 18 αἰσθητὸς Β 19 ἑαυτὸ C 22 καὶ om. AC 23 μέν τι] μέντοι C 24 ἔσται Diels: ἐστιν BC: om. Α 25 κακίαν καὶ γνῶσιν AC 27 λέγομεν C 28 κἀν βίᾳ Α 29 ἕξοι Α 36 δοξάσαι ἡ συνθέσθαι Α ἔχοι Α 38 ἐνδοίη] συνθείη B1 ἐστίν, οὗ ἡ ἀρχὴ ἔξωθεν, μηδὲν συμβαλλομένου τοῦ πάσχοντος ἢ πράττοντος· δηλοῦσι δὲ καὶ οἱ σπουδαῖοι οὐδενὶ τῶν ἐρεθιζόντων εἴκοντες ὥστε εἰ τῇ κατὰ φύσιν κινήσει καὶ ἡ παρὰ φύσιν εἵπετο, οὐ κινεῖται δὲ παρὰ φύσιν, οὐδὲ κατὰ φύσιν ἄρα. ὑπεξῃρήσθω δὲ τὰ οὐράνια καὶ κατὰ φύσιν κινούμενα καὶ οὔποτε πρὸς βίαν ἀντιφερόμενα, ἢ οὐδὲ κατὰ φύσιν ἄν κυρίως κινεῖσθαι λέγοιτο, παρ’ ὅσον ὑπὸ κρείττονός τινος δυνάμεως ἄγονται. διττὴ δ’ ἡ τῶν ζώων κίνησις, καὶ ὑπὸ ψυχῆς, ὡς κινεῖ ψυχὴ βουλήσει, καὶ ὑπὸ φύσεως. ὅταν γὰρ ἵπτηται ἢ νήχηται ἢ βαδίζῃ, κατὰ ψυχὴν κινεῖται· φυσικῶς δέ, ὅταν τῇ τοῦ ἑνὸς ἐπικρατήσει τῶν ἁπλῶν ὧν σύγκειται ὑπὸ βαρύτητος κάτω φέρηται. ἔτι εἰ μὲν ἄνω κινηθείη, πῦρ ἔσται, εἰ δὲ κάτω, γῆ· τούτων γὰρ τῶν σωμάτων αἱ κινήσεις αὗται. εἰ δέ, ὧν κατὰ φύσιν ἴδιαι κινήσεις αἱ αὐταί. καὶ αὐτὰ ταὐτά, ταὐτὸν ἄρα πῦρ καὶ ψυχὴ καὶ ὅλον ὅλῃ καὶ μέρος μέρει. οὐχ οὕτω δὲ λέγεται, ἀλλὰ μέρος καὶ ἐκεῖθεν. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν μεταξὺ ἀέρος καὶ ὕδατος. εἰ μὲν οὖν μηδεμίαν τῶν στοιχείων κινεῖται κίνησιν, οὐδ’ ἐκ στοιχείων ὅλως. ἔτι ἐπεὶ τῶν κινούντων μόνον τὸ κατὰ φορὰν ἐν τούτῳ δὲ] καὶ αὐτὸ κινεῖται οὔτε γὰρ τὸ αὖξον ἢ λευκαῖνον ἀνάγκη αὔξεσθαι ἢ λευκαίνεσθαι), φαίνεται δὲ ἡ ψυχὴ κινοῦσα τὸ σῶμα, ταύτας εὔλογον κινεῖν λέγειν τὰς κινήσεις. ἃς καὶ αὐτὴ κινεῖται. εἰ δὲ τοῦτο καὶ ἀντιστρέψασιν εἰπεῖν ἀληθὲς ὅτι ἣν τὸ σῶμα κινεῖται, ταύτην καὶ αὕτη. τοῦτο δὲ κινεῖται φορᾷ· ὥστε καὶ ἡ ψυχὴ μεταβάλοι ἂν κατὰ τὸ σῶμα ἢ ὅλη, ὅτι καὶ τὸ σῶμα ἐν τῇ ἅλσει ὅλον, ἢ κατὰ μόρια ὡς ἄν καὶ χεὶρ καὶ ποὺς κινηθείη. εἰ δὲ τοῦτο ἐνδέχεται, καὶ ἐξελθοῦσαν εἰσιέναι πάλιν ἐνδέχοιτ’ ἄν, τούτῳ δ’ ἕποιτο τὸ ἀνίστασθαι τὰ τεθνεῶτα. εἰ γὰρ μή τινι ζωτικῇ δυνάμει τῇ παρουσίᾳ τῆς ψυχῆς τὸ σῶμα συνέχεται, ἀλλὰ μόνον ὡς ὤσει καὶ μοχλείᾳ τινὶ κινεῖ, οὐδὲν κωλύει ταῦτα γίνεσθαι. οὕτω· καὶ] γάρ φησι Δημόκριτος καὶ οἱ περὶ αὐτόν, οἳ τὰς σφαιρικὰς ἀτόμους εἰσῆγον, κινεῖσθαι τὴν ψυχήν· τῷ γὰρ ἀεὶ ταύτας κινεῖσθαι διὰ τὸ πεφυκέναι μηδέποτε μένειν συνεφέλκειν τε καὶ κινεῖν τὸ σῶμα πᾶν ψυχὴν οὔσας, παραπλήσια λέγοντες Φιλίππῳ τῷ κωμῳδοδιδασκάλῳ εἰπόντι ποιῆσαι τὸν Δαίδαλον κινουμένην τὴν ξυλίνην Ἀφροδίτην ἐγχέαντα τοῖς ἔνδον κοιλώμασιν ἄργυρον χυτόν. ἡμεῖς δὲ ἐρωτήσομεν αὐτούς, εἰ καὶ ἠρέμησιν τοῦτο ποιεῖ αὐτό. πῶς δὲ ποιήσει, χαλεπὸν ἢ καὶ ἀδύνατον εἰπεῖν· τὰ δὲ ζῷα οὐ μόνον κινούμενα φαίνεται ὑπὸ ψυχῆς ἀλλὰ καὶ ἠρεμοῦντα. τί οὖν τῆς ἠρεμήσεως αἴτιον; ἀεικίνητοι γὰρ αἱ σφαιρικαὶ ἄτομοι. ἔτι εἰ κινεῖ αὐτὴ ἑαυτήν, καὶ αὐτὴ κινοῖτο ἄν, ὥστ’ εἰ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ κινουμένου ᾗ κινεῖται, καὶ ἡ ψυχὴ ἄν ἐκσταίη τῆς οὐσίας αὐτῆς, εἴπερ καθ’ αὑτὴν ἀλλὰ μὴ κατὰ 4 ὑπεξαιρήσθω ΑC 5 ἀντιφερόμενα] φερόμενα in rasura octo vel novem litterarum rec. Α 8 ὅταν μὲν γὰρ AC ἵπταται AC καὶ νήχηται Β βαδίζει AC 9 σύγκηται C 10 καταφέρεται Β κινηθείη Α2 16 δὲ delevi: ὡς Α 18 λέγει Α1 20 μεταβάλλοι C 21 ἄλσει in rasura om. B 23 τοῦτο AC μὴ τῇ, ut videtur, Β 24 ὡς ὤσει] ὡς εἰ B 25 τινὶ om. AC κινεῖ om.B καὶ delevi 29 κωμοδιδασκάλω Α: κωμωδιδασκάλω C ποιῆσαι] κινῆσαι Β 31 ποιεῖ τοῦτο αὐτὸ AC 35 κινεῖτο ἄν Α 36 καθ’ αὑτὸ B συμβεβηκὸς ἑαυτὴν κινεῖ. εἰ δὲ τοῦτο, καὶ φθαρείη ἄν, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ ἀσώματος· τῷ γὰρ ἀσωμάτῳ πάσης ἄλλης ἐξῃρημένης κινήσεως ἡ κατ’ οὐσίαν αὐτῷ καὶ ζωώδης ὑπολειφθήσεται. εἰ δὲ μὴ τοῦτο διὰ τὰ ἑπόμενα ἄτοπα, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ ὑπ’ ἄλλου ὁρῶμεν γὰρ μάλιστα ὑπὸ τῶν αἰσθητῶν τὴν ψυχὴν κινουμένην· κατανοήσασα γὰρ τὸν ἔρχεται εἰς τὴν τοῦ θεοῦ ἔννοιαν, καὶ ἐκ τῶν μερικῶν καὶ καθ’ ἕκαστα εἰς τὴν τοῦ καθόλου γνῶσιν ἀνάγεται, καὶ τὸ ὀρεκτὸν ἰδοῦσα πρὸς τὴν λῆψιν ὑπὸ τῆς ἐφέσεως ὥρμησε, καὶ τὸν λυπήσαντα εἰς ὀργήν· ὅθεν καὶ τισιν ἐκ γενετῆς ἐξέλιπεν αἴσθησις, καὶ ἡ κατ’ αὐτὴν ἐκλέλοιπε κίνησις), πάλιν ἰδίως πρὸς ταῦτα τῷ Πλάτωνι ἀπολογίας δεήσει· πῶς γὰρ αὐτοκίνητον τὸ ἑτεροκίνητον; ἢ πῶς καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκός; οὐ δεῖ γάρ, ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ, τοῦτο ὑπ’ ἄλλου κινεῖσθαι, ὥσπερ οὐδὲ τὸ καθ’ αὑτὸ ἢ δι’ αὑτὸ ἀγαθὸν τὸ μὲν δι’ ἄλλο τὸ δ’ ἑτέρου ἕνεκέν ἐστι. καθ’ αὑτὰ δὲ καὶ δι’ αὑτὰ ἀγαθὰ τὸ φιλοσοφεῖν, τὸ ὑγιαίνειν, ἡ ἀρετή· οὐ γὰρ ἑτέρων ταῦτα χάριν σπουδάζεται. δι᾿ ἄλλο καὶ ἑτέρου ἕνεκεν ἡ ἰατρική, πλοῦτος, ἰσχύς. ἴδωμεν δὲ καὶ ἃ ἐν τῷ Τιμαίῳ περὶ τῆς τοῦ παντὸς ὁ αὐτὸς φυσιολογεῖ ψυχῆς· ταὐτὰ γὰρ τῷ Δημοκρίτῳ καὶ εἴ τις ἄλλος εἴρηκε τῷ κινεῖσθαι κινεῖν κἀκεῖ φανείη διοριζόμενος· πλὴν ὅσον οἱ μὲν ὥσπερ ἐν εἱρκτῇ τῷ σώματι κατακλείουσιν, ὁ δὲ περιπλέκει· συνεστηκυῖαν γὰρ ἐκ τῶν στοιχείων καὶ μεμερισμένην κατὰ τοὺς ἁρμονικοὺς ἀριθμούς, ὅπως αἴσθησιν καὶ σύμφυτον ἁρμονίαν ἔχῃ καὶ τὸ πᾶν φέρηται συμφώνους φοράς, τὴν εὐθυωρίαν σχίσας εἰς δύο κύκλους κατέκαμψε καὶ διελὼν ἐκ τοῦ ἑνὸς κύκλου δύο δισσαχῇ συνημμένους ἑτέρους κύκλους πάλιν τὸν ἕνα διεῖλεν εἰς ἑπτὰ κύκλους, ὡς οὔσας τὰς τοῦ οὐρανοῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις. δεῖ δὲ εἰς σαφήνειαν καὶ τὴν λέξιν παραθέσθαι τὴν ἐν Τιμαίῳ, συντεμόντας ὅσον ἐνδέχεται· λαβὼν γάρ, φησίν, ὁ θεὸς οὐσίαν καὶ ταὐτότητα καὶ ἑτερότητα τὰ τῶν ὄντων στοιχεῖα, καὶ οὐσίαν οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν μέσην τῆς τε ἀμερίστου ἀεὶ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης καὶ τῆς περὶ τὰ σώματα μεριστῆς, εἶτα συγκεράσας πάντα ἐξέτεινε καὶ ἐποίησεν εὐθεῖαν καὶ ταύτην αὖ κατέτεμεν εἰς ἁρμονικοὺς ἀριθμούς, λέγω δὴ εἰς μονάδα καὶ δυάδα καὶ τριάδα καὶ τετράδα καὶ τὸν θ΄ καὶ ἡ καὶ κζ΄ ἀριθμόν, ὧν ἐφεξῆς μὲν τῶν περιττῶν ἰδίᾳ τιθεμένων καὶ αὖ πάλιν τῶν ἀρτίων ἡ γεωμετρικὴ ἀναλογία γενήσεται. καὶ σχίσας μετὰ τοῦτο κατὰ μῆκος εἰς δύο εὐθείας τὴν μίαν, εἶτα συνάψας χιοειδῶς ἀλλήλαις ἀνέκλασε καὶ ἐποίησε κύκλους δύο, τὸν μὲν μείζονα τὸν δὲ ἐλάττονα, καὶ τὸν μὲν ἔξω τὸν δὲ ἔσω, συναπτομένους ἀλλήλοις κατὰ δύο σημεῖα, καὶ ἐκίνησε τὸν μὲν ἔξω ἐπὶ τὰ δεξιά, ἐπὶ τὰ ἀριστερὰ δὲ τὸν ἔσω, καὶ ἐπεφήμισε τὸν μὲν ἔξω 3 ὑποληφθήσεται AC 9 ἐξέλειπεν AC 10 δεήσειε Α 1 1 τὸ κατὰ om. Β οὐδ’ εἰ A 12 ἑαυτὸν B 13 τὸ μὲν—ἀγαθὰ (14) om. C 15 χάριν ταῦτα AC 16 ἡ om. AC τῷ om. AC ἐν τῷ Τιμαίῳ] Tim. 8 p. 34 Β sq. 19 ὥσπερ om. B 22 φορᾶς Α 24 post κύκλους add. εἶναι C 28 καὶ ἀεὶ κατὰ Α 30 αὖ] οὖν A 32 καὶ ἰδίᾳ AC 34 χιοειδῶς BC Philoponus: χιοδῶς Α ἀλλήλας Β 35 ἔσω—ἔξω (36) Β 36 ἐκείνησε A κύκλον ταὐτοῦ, τὸν δὲ ἔσω θατέρου· καὶ τὸν μὲν ἔξω ἕνα εἴασε καὶ ἄσχστον, τὸν δὲ ἐντὸς σχίσας ἑξαχῇ ἐποίησεν ἑπτὰ κύκλους ἀνίσους, διπλασίονι καὶ τριπλασίονι λόγῳ ὑπερέχοντας ἀλλήλων· καὶ τοὺς μὲν τρεῖς ἴσους τάχει τῆς κινήσεως ἐποίησε, τοὺς δὲ λοιποὺς τέτταρας ἀνίσους τῇ κινήσει καὶ ἀλλήλοις καὶ τοῖς τρισί· καὶ τοῦτο εἶναι τὴν τοῦ παντὸς ψυχήν. εἶτα μετὰ τοῦτο, φησί, πᾶν τὸ σωματοειδὲς τοῦ κόσμου ἐντὸς ἐναπέκλεισε καὶ συναρμόσας τὴν ψυχὴν ἐκ τοῦ μέσου διέπλεξε μέχρι τοῦ ἐσχάτου οὐρανοῦ καὶ κύκλῳ αὐτὸν ἔξωθεν πάντα περιεκάλυψε. καὶ τὰ μὲν τῆς ἐν Τιμαίῳ ψυχογονίας σχεδὸν οὕτως ἔχει. εἰ μὲν οὖν ἄλλο τι παρὰ τὰ κείμενα δίδωσιν ἐννοεῖν ἡ περὶ τοῦ ἀνδρὸς δόξα, καὶ συμβολικήν τινα τὴν περὶ ψυχῆς θεωρίαν πεποίηται ἔσται γὰρ ἴσως τοῦτο, εἴ τις εἰς αὐτὸν ὅλον ἀπίδοι Πλάτωνα), τάχ’ ἄν τις ἀπαντήσοι θεραπεία καὶ τὸ εἰκὸς ἔχει τὰ εἰρημένα· ὅσον ὅ οὖν τῷ φαινομένῳ ἥκιστά γε τὰ τοιάδε περὶ ψυχῆς προσήκει.. διὰ ταῦτα οἱ μὲν ἔλεγχοι ἀναγκαῖοι οὐ πρὸς Πλάτωνα μᾶλλον ἢ πρὸς τοὺς τὸ φαινόμενον κακῶς ἐκλαμβάνοντας· εἰ δέ τι καὶ κατὰ πάρεργον ἄλλο γένοιτο καὶ μεγέθους ἐκτὸς ὁ νοῦς ἀποδειχθείη καὶ μερισμοῦ, προὔργου τοῦτο ἔσται ἡμῖν. καὶ δὴ πρῶτον πῶς ἡ εὐθεῖα σχίζεται ἀπλατὲς οὖσα μῆκος; πῶς δὲ καὶ ὅλως κατατμηθεῖσα εἰς τοὺς ἁρμονικοὺς ἀριθμοὺς ὡς μία οὖσα κατὰ μῆκος ἢ σχίζεται ἡ εἰς κύκλους περιάγεται; πῶς δὲ καὶ ἡ εὐθεῖα κύκλος; ἀνομοιογενῆ γὰρ τὰ μεγέθη. ἔπειτα πῶς τῶν κύκλων ὁ εἷς μείζων γίνεται τῆς εὐθείας μήτε προσθήκην μήθ’ ὑφαίρεσιν προσλαβούσης; πῶς δὲ ὅλως εἰ οἱ κύκλοι οὗτοι ψυχή, ὧν ἐντὸς τὸ σωματοειδὲς ἀπεκλείσθη ἅπαν, συναρμοσθέντες περιεπλάκησαν ἐκ τοῦ μέσου τοῦ παντὸς μέχρι τοῦ ἐσχάτου οὐρανοῦ; οὐ γὰρ δύναται τοῦτο ποιεῖν ὁ κύκλος σφαῖραν ἔξωθεν περικαλύπτειν. καὶ πρὸ τῶν ὅλων πῶς ἔχει καλῶς τὸ λέγειν τὴν ψυχὴν μέγεθος; τὴν γὰρ τοῦ παντὸς δῆλον ὅτι τοιαύτην βούλεται οἷόν ποτέ ἐστιν ὁ καλούμενος νοῦς· οὗτος γὰρ ὁ κύκλος· οὐ γὰρ δὴ οἷόν γε ἡ αἰσθητικὴ οὐδ’ οἷον ἡ ἐπιθυμητική· τούτων γὰρ ἡ κίνησις οὐ κυκλοφορία, ἀλλὰ νοῦ καὶ λογικῆς ψυχῆς. αὕτη γάρ ἐστιν ἡ πρὸς ἑαυτὴν ἐπιστρέφουσα καὶ μιμουμένη κύκλον περὶ ἑαυτῆς ζητοῦσα καὶ ἑαυτὴν γινώσκουσα· ἡ μέντοι αἰσθητικὴ καὶ θυμοειδὴς καὶ ἐπιθυμητικὴ οὐ κινεῖται κύκλῳ, ἀλλ’ εὐθεῖαί τινές εἰσιν. αἵ τε γὰρ ὄψεις τῶν ὀφθαλμῶν κατ’ εὐθεῖαν ἐκπέμπονται καὶ κατὰ τὰ αὐτὰ παλινδρομοῦσιν ἐν ταῖς ἀνακλάσεσι, καὶ θυμὸς δὲ καὶ ἐπιθυμία πρόοδοί τινές εἰσιν εὐθείας μιμούμενοι καὶ τὰς περὶ τὸ σῶμα ἐνεργείας ἀνεπιστρόφους ἔχουσιν· οὐ γὰρ συναίσθονται ἑαυτῶν οὐδὲ ταῖς ἐνεργείαις αὐτῶν ἐφιστάνουσιν. ὁ δὲ νοῦς εἷς καὶ συνεχὴς οὕτως ὥσπερ καὶ ἡ νόησις νοῦ γὰρ ἐνέργεια νόησις), ἡ δὲ ὥσπερ τὰ νοήματα· ταῦτα δὲ τῷ ἐφεξῆς ἕν, ὥστε καὶ ὁ νοῦς οὕτως ἔσται δήπου συνεχὴς ὡς ἀριθμός, οὐχ ὡς μέγεθος· ἢ γὰρ ἀμερὴς ἢ οὐχ ὡς μέγεθός τι συνεχής. τοσοῦτον γὰρ ἀπέχομεν τοῦ συνεχὲς ἤ ὅλως μέγεθος λέγειν τὸν νοῦν, ὥστε καὶ διωρισμένον αὐτὸν φαῖμεν ἄν εὐλογώτερον. οὐ γὰρ δήπου πάντα ἅμα νοεῖ ὥσπερ 12 ἔχοι Α 14 μᾶλλον] μόνον, ut videtur, Α1 20 μείζω Α 26 οἶος AC 29 μιμουμένη κύκλον] κινουμένη κύκλῳ B καὶ (post ζητοῦσα) om. AC 36 ἐνεργεία C ταὐτὰ Α1 40 αὐτὸν om. AC μέν, ἐπειδὴ μὴ ἐν χρόνῳ αὐτῷ τὸ εἶναι, ἐφεξῆς δὲ ὡς ὁ ἀριθμός· ἥδε γὰρ ἡ πρότασις μετὰ τήνδε καὶ μετ’ αὐτὴν ἑτέρα. ἐπεὶ γὰρ οὐ πρὸς τὸ ἔξω ἡ ἐνέργεια αὐτοῦ ἀποτείνεται, ἀλλ’ ἐν αὑτῷ ὁρῶν πάντα ὁρᾷ τῷ πάντων εἶναι ἐν αὐτῷ τοὺς λόγους καὶ πλήρωμα χρηματίζειν εἰδῶν, τῷ μὲν ὅλως πλείονα εἶναι τὰ νοήματα εἴη ἄν οἷον ἀριθμός, τῷ δὲ ταῦτα ἐφεξῆς εἶναι εἴη ἄν ταύτῃ συνεχής. ἔτι πῶς ἄν καὶ νοήσειε μέγεθος ὤν; πότερον καθ’ ὅλον ἢ ἐν ὁτῳοῦν τῶν μορίων αὐτοῦ; μορίων δ’ ἤτοι κατὰ μέγεθος ἢ κατὰ εἰ δεῖ καὶ τοῦτο μόριον εἰπεῖν. εἰ γὰρ ὁ νοῦς κύκλος ὢν τῷ κινεῖσθαι ἐφάπτεται τοῦ νοητοῦ καὶ ταύτῃ νοεῖ μέγεθος γὰρ ὢν οὐκ ἄν ἄλλως γνώσαιτο), ἀνάγκη πᾶσα ἢ τῷ ὅλῳ κύκλῳ καὶ ἀθρόᾳ τῇ θίξει νοεῖν ἢ κατὰ μέρος· εἰ κατὰ μέρος, ἢ κατὰ μόριον ἢ κατὰ σημεῖον ἐφαπτόμενος· καὶ εἰ κατὰ σημεῖον, ἤτοι καθ’ ἓν ἢ οὐ καθ’ ἕν. εἰ μὲν οὖν καθ’ ἓν σημεῖον νοεῖ μόνον, περιττὰ τὰ ἄλλα· τίς οὖν χρεία τῆς κύκλῳ κινήσεως ἢ ὅλως μεγέθους; εἰ γὰρ ὁ νοῦς τῷ νοεῖν εἶναι λέγεται τὸ δὲ ἓν σημεῖον μόνον νοεῖ, τοῦτο ἄν εἴη νοῦς. εἰ δὲ μὴ καθ’ ἓν σημεῖον μόνον νοεῖ, ἤτοι κατὰ πλείονα ἢ κατὰ πάντα νοήσει. τὸ μὲν οὖν κατὰ πλείονα νοεῖν ἀποκληρωτικόν· κατὰ πόσα γὰρ καὶ διὰ τί τοσαῦτα; καὶ πάλιν τὰ λοιπὰ περιττὰ ἔσται. εἰ δὲ κατὰ πάντα τὰ ση- μεῖα νοεῖ, τριχῶς ἔσται· ἤτοι γὰρ ἕκαστον αὐτῶν πάντα τὰ νοητὰ νοήσει, ἢ δεῖ πρὸς ἕκαστον τῶν νοητῶν τῆς πάντων συμπνοίας καὶ οὐκ ἄλλως νοήσει τι, εἰ μὴ πάντα τὰ σημεῖα, ταὐτὸν δ’ εἰπεῖν ὁ κύκλος ἅπας ἐφάψηται, ἢ τῷδε μὲν τόδε νοεῖ, ἄλλῳ δὲ ἄλλο καὶ ἑξῆς ὁμοίως, ὥσπερ τυχὸν ὁρατῶν μὲν ὄψις, ἀκουστῶν δὲ ἀκοὴ καὶ ἄλλη τῶν αἰσθήσεων ἄλλου τινὸς τῶν αἰσθητῶν. εἰ μὲν οὖν ἕκαστον ἅπαντα νοεῖ, ἄπειρα δὲ τὰ σημεῖα, πολλάκις ἢ ἀπειράκις νοήσει τὸ αὐτό. νῦν δὲ φαίνεται καὶ ἅπαξ ἐνδεχόμενον· δυνατὸν γάρ τι προσάπαξ νοήσαντα μηκέτι νοῆσαι ἢ ἐπιλαθόμενον ἢ μηκέτι τῇ διανοίᾳ προχειρισάμενον. εἰ τοίνυν ἐνδέχεται μὲν ἅπαξ τι νοήσαι, ἕκαστον δὲ τῶν σημείων πάντα νοεῖ καὶ τῇ τοῦ κύκλου περιφορᾷ ἀεὶ ἐφάπτεται, ἀνάγκη τὸ αὐτὸ καὶ ἀπειράκις νοεῖν, εἴπερ ἀίδιος ἡ περιφορά. ἄλλως τε εἰ ἄπειρα τὰ σημεῖα, τὰ δὲ ἄπειρα ἐκπεριελθεῖν ἀδύνατον, οὐδέποτε καθ’ ὅλον ἑαυτὸν ὁ νοῦς νοήσει, ἀλλὰ τὸ αὐτὸ νοητὸν τὸ μέν τι αὐτοῦ τοῦ νοῦ νοήσει, τὸ δὲ οὐ νοήσει. καὶ τοῦτο μὲν οὕτως· εἰ δὲ δεῖ καθ’ ἕκαστον νοητὸν τῆς πάντων θίξεως, τί ποτε ἕκαστον ἐποίησε θιγόν; δῆλον γὰρ ὡς ἕκαστον ἔδρασέ τι· τίς οὖν ἡ καθ’ ἕκαστον ἀντίληψις; εἰ δέ τις εἴποι ὡς ἐπὶ συλλογισμῶν, ὅτι τὸ μὲν τῆσδε ἐφάπτεται τῆς προτάσεως, ἄλλο δὲ ἄλλης, ἡ δὲ πάντων περίοδος τὸ συμπέρασμά ἐστιν καὶ οἷον τὸ ὅλον νοητόν, τοῦτό ἐστιν ἡ τελεία νόησις, οὐκ ἐρεῖ καλῶς. εἰ γὰρ τὸ μὲν τήνδε νοεῖ τὴν πρότασιν τὸ δὲ τήνδε, τί τὸ κρῖνον καὶ λέγον ὅτι ἥδε τῆσδε ἑτέρα ἐστίν; ὅμοιον γὰρ ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ 2 ἀριθμός] ὀριθμός C 3 ἕτερα B 4 αὐτοῦ |om. Β αὑτῷ scripsi: αὐτῷ libri 7 καθόλου BG at cf. v. 30 et p. 22, 11. 23 1) ἐφάπτηται A 10 οὐ γνώσιτο Α. γνώσ(??)το Β 14 κινήσεως AC Philoponus: νοήσεως Β 15 τῷ νοεῖν νοῦς εἶναι Philoponus 16 μόνον om. A 20 πρὸς] παρὰ Β 21 ἐφάψηται AC Philoponus: ἐφάψεται Β 28 καὶ (post αὐτὸ) om. Α 33 θίγον libri 37 κρῖνον] Κοῖνον Β δὲ σὺ αἴσθοιο. καὶ τί τὸ ἐκ πασῶν ὡς ἓν συνάγον συμπέρασμα; δεῖ γὰρ τὸ αὐτὸ πάσας ἐγνωκέναι, ἵν’ εἴπῃ ὅτι ἐκ τῶνδε τόδε συνάγεται. τὸ γὰρ ἐφαψάμενον τῆσδε τῆς προτάσεως οὐ γνώσεται τὴν ἑτέραν πρότασιν, ἧς ἕτερον σημεῖον ἐφήψατο, ἢ ἡ ἑτέρα ὑπόθεσις γενήσεται καὶ πάντα πάντων ἀντιλήψεται· ἔτι ἐπειδὴ τῶν προτάσεων ἑκάστη ἔστι τις καὶ ἀπόφανσις, δῆλον ἄρα, ὅταν τὴν πρότασιν ἀπόφανσιν νοῇ, ὡς ὅλον τι νοήσει μηδὲν δεόμενον τῆς τῶν ἄλλων σημείων θίξεως. ἔτι εἰ τὰ μὲν σημεῖα ἄπειρα, ὡς ἀνωτέρω ἐλέγετο, δεῖ δὲ εἰς τὸ νοῆσαί τι τῆς τῶν ἀπείρων θίξεως, τὰ δ’ ἄπειρα ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν τῶν ἀδυνάτων ἐστίν, οὐδέποτε νοήσει. οὕτω μὲν καὶ τὸ δευτερον λείπεται ζητῆσαι, μήποτε ὡς ἡ αἴσθησις, οὕτω τοι καὶ ὁ νοῦς ἄλλῳ σημείῳ ἄλλου νοητοῦ ἀντιλαμβάνεται. ἀλλ’ εἰ τοῦτο, πάλιν οὐ καθ’ ὅλον ἑαυτὸν πάντα νοήσει. οὐ τοῦτο δὲ ἡ ἐνάργεια ὑπαγορεύει· οὐ γὰρ δὴ ψυχὴν μὲν τυχὸν ἐθέλοντες νοῆσαι τόδε τὸ μόριον τοῦ νοῦ κινοῦμεν, ἄγγελον δ’ ἄλλο, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. πῶς δ’ ὢ καὶ ἐπ’ αἰσθήσεως ἐφίστανεν ὁ νοῦς, ὡς ὀφθαλμὸς μὲν χρωμάτων, ἀκοὴ δὲ ψόφων καὶ ἄλλη αἴσθησις ἄλλων αἰσθητῶν ἀντιλαμβάνεται; ἔτι τὰ διαφόρων ἀντιλαμβανόμενα καὶ αὐτὰ κατ’ οὐσίαν διάφορα εἶναι ἀνάγκη. διάφορα ἄρα κατ’ οὐσίαν τὰ σημεῖα ἔσονται. τίς δὲ διαφορὰ οὐσιώδης σημείου πρὸς σημεῖον οὐδὲ πλάσσειν βουλομένοις ῥᾴδιον; οὕτω μὲν οὖν κατὰ σημεῖον τὸν νοῦν νοεῖν τῶν ἀδυνάτων ἐστίν. εἰ δὲ κατὰ μόρια γίνοιτο ἡ νόησις, ἢ ἀρκεῖ πάλιν ἓν τῶν μορίων εἰς νόησιν ἢ οὐκ ἀρκεῖ. εἰ μὲν οὖν ἓν μόριον τὸ νοοῦν, εἴη περιττὴ ἡ τῶν ἄλλων εἰσαγωγή· τοῦτο γὰρ ἔσται νοῦς. ἄλλως τε αὐτὸ τοῦτο τὸ μόριον ζητήσομεν, πότερον καθ’ ὅλον ἐφαπτόμενον τοῦ νοητοῦ νοεῖ ἢ κατὰ μόριον, καὶ ἥξουσιν οἱ πρότερον λόγοι. ἄλλ’ ὑποκείσθω νοεῖν καθ’ ὅλον· τίς οὖν τῶν λοιπῶν χρεία; εἰ δὲ μὴ καθ’ ἓν μόριον ἡ νόησις γένοιτο, ἐπεὶ ἐνδέχεται καὶ εἰς πεπερασμένα διελεῖν πᾶν μέγεθος καὶ εἰς ἄπειρα, εἰς πεπερασμένα μέν, ὅταν εἰς ἴσα κατὰ ποσὸν διαιρεθείη οἷον εἰς δακτυλιαία ἢ πηχυαῖα (πᾶν γὰρ πεπερασμένον καταμετρεῖται ὑπὸ παντὸς πεπερασμένου), εἰς ἄπειρα δέ, ὅταν εἰς ἄνισα ἢ εἰς τὰ αὐτὰ κατὰ λόγον, καὶ διεξοδεύηται δι’ ὅλου διχοτομούμενον (ἐπ᾿ ἄπειρον γὰρ ἡ διχοτομία πρόεισι, διὰ τὸ ἀεὶ μὲν εἰς μέγεθος γίνεσθαι τὴν τομήν, πᾶν δὲ μέγεθος συνεχὲς εἶναι, πᾶν δὲ συνεχὲς διαιρετόν), εἰ μὲν οὖν εἰς πεπερασμένα γένοιτο ἡ τομή, ἤτοι ἕκαστον πάντα νοήσει, ἢ οὐκ ἄλλως νοεῖ, εἰ μὴ πάντα θίγῃ, ἢ τινὰ τινῶν· καὶ τὰ αὐτὰ ἐροῦμεν πάλιν ἅπερ καὶ πρότερον. ὁμοίως δὲ καὶ εἰ ἄπειρα τὰ μόρια ὑπόκειται, τοῖς αὐτοῖς οἷς καὶ ἐπὶ τῶν σημείων λόγοις χρησόμεθα. πρὸς τούτοις εἰ ἱκανὸν θιγεῖν ὁτῳοῦν τῶν μορίων, τί δεῖ κύκλῳ κινεῖσθαι ἢ ὅλως μέγεθος ἔχειν; καὶ ἱσταμένου γὰρ ἀντιλήψεται. εἰ μὲν οὖν κατὰ μόριον ὁπωσδήποτε νοεῖν ὑποτεθείη, τοσαῦτα ἄτοπα ἀπαντᾷ· εἰ δ’ ἀναγκαῖον νοῆσαι ὅλῳ τῷ κύκλῳ θιγόντα, ἴδωμεν εἰ 5 Philoponus: ἀπόφασις libri 12 ἐνάργεια] ἐνεργεία Β 22 ζητήσωμεν AC 23 πρότερον A 26 διελεῖν] δινεῖν Β 27 οἷον εἰς AC Philoponus: εἰς om. Β 28 πεπερωμένου Α 32 πάντων Β 34 εἰ εἰς ἄπειρα C 35 χρησόμεθα Β Philoponus: χρησαίμεθα AC θιγεῖν libri ὁτοοῦν C: ὁτιοῦν Β 37 ὑποτιθείη pr. Α 38 θιγόντα libri εἰδῶμεν Α δέχεται καὶ τίς ἡ τοῖς μορίοις θίξις· εἰ γὰρ οὐ πρότερον νοεῖ, πρὶν ἐκπεριέλθοι ὁ κύκλος, τί ποιεῖ ἕκαστον μόριον; εἰ γὰρ μὴ νοεῖ περιερχόμενα τὰ μόρια, ἡ δὲ τοῦ ὅλου κύκλου θίξις κατὰ μόρια γίνεται, οὐδ’ ὅλως ἄν νοήσοι· οὐ γὰρ ἄλλῳ τινὶ ἐφάπτεται τοὐ νοητοῦ ἢ τοῖς ἑαυτοῦ μέρεσι. λείπεται λέγειν ὡς ἕκαστον μὲν τῶν μερῶν μέρος γινώσκει τοῦ νοητοῦ, ὁ δὲ ὅλος κύκλος τὸ ὅλον. τίς δ’ ἄν εἴη τῶν μερῶν πρὸς τὰ ἀμερῆ θίξις; πῶς γὰρ νοήσει τὸ μεριστὸν ἀμερεῖ, ἢ τὸ ἀμερὲς πῶς νοηθήσεται μεριστῷ; εἰ γὰρ μὴ οἷά τέ ἐστι τὰ μέρη τὸ ὅλον νοεῖν, ἄνευ δὲ τῆς τῶν μερῶν νοήσεως τὸ ὅλον οὐ νοεῖ ἡ γὰρ ἄθροισις τῆς τῶν μερῶν νοήσεως ἡ τοῦ ὅλου ἐστὶ νόησις), οὐδὲν ἀμερὲς ἂν δύναιτο νοεῖν· ὥστε οὐ νοήσει τὸ νοητὸν ἀμερὲς ὂν αὐτὸς ὢν μεριστός. ἔτι εἰ ἑκάστῳ μορίῳ μέρος νοεῖ, τὸ ὅλον νόημα σύνθετον ἔσται. πῶς οὖν νοήσει τὸ ἁπλοῦν νόημα; ἅπαν γὰρ οὕτω νόημα σύνθετον ἔσται. ἀλλὰ μὴν ἁπλοῦ νοήματος μὴ ὄντος οὐδὲ σύνθετον ἔσται. ἀναιρεθήσεται ἄρα καὶ νοῦς νοήματος μὴ ὄντος. ἔτι δὲ ἀναγκαῖον, ὃν ἄνω καὶ κάτω κύκλον περιάγομεν καὶ νοῦν εἶναι λέγομεν, τυγχάνειν αἰσθητὸν καὶ μερικόν, ἀλλὰ μὴ καθόλου μηδὲ κοινόν. εἰ γὰρ νοῦ μὲν κίνησις νόησις, κύκλου δὲ περιφορά, καὶ νοῦς ἄν εἴη κύκλος, οὗ ἡ τοιαύτη περιφορά. αἰσθητοῦ δὲ ἡ περιφορά· τὰ γὰρ καθόλου ἀκίνητα. καὶ ὁ νοῦς ἄρα κύκλος αἰσθητός. ἔτι ἀεὶ δή τι νοήσει· δεῖ γάρ, εἴπερ ἀίδιος ἡ περιφορά. ἡ γὰρ ὁμοία καὶ ὡσαύτως ἔχουσα περὶ τοῦ αὐτοῦ τινός ἐστι. δεήσει οὖν τοιοῦτον εἶναι τὸ νοούμενον, ὃ οὐδέποτε νενοημένον ἔσται. τί οὖν τοῦτό ἐστιν; οὐδὲ γάρ ἐστιν ἄπειρος νόησις· τῶν γὰρ γνώσεων αἱ μὲν πρακτικαὶ αἱ δὲ θεωρητικαί, ἄμφω δὲ πεπερασμέναι. αἵ τε γὰρ πρακτικαί, ἐπεὶ πᾶσαι ἑτέρων χάριν, τυχοῦσαι τοῦ παύονται, ὥσπερ καὶ αἱ κατ’ αὐτὰς πράξεις, πλὴν ἀνάπαλιν ἐκεῖθεν γὰρ ἡ πρᾶξις ἄρχεται, ἔνθα ἡ θεωρία κατέληξεν), αἵ τε θεωρητικαὶ τοῖς λόγοις ὁμοίως ὁρίζονται· λόγος δὲ πᾶς ὁρισμὸς ἢ ἀπόδειξις, καὶ ἄμφω πεπέρανται. αἱ μὲν γὰρ ἀποδείξεις ὡς ἀπ’ ἀρχῆς τῶν κοινῶν ἐννοιῶν ὁδεύουσαι ὡς ἐπὶ τέλος τὸν συλλογισμὸν καὶ τὸ συμπέρασμα φέρονται, καὶ εἰ ἐπὶ πολὺ προοδεύουσαι τέως, οὐκ ἀνακάμπτουσί γε πάλιν ἐπ’ ἀρχήν, προσλαμβάνουσαι δὲ ἀεὶ μέσον καὶ ἄκρον ὅρον εὐθυποροῦσιν. οἷον ὁ ἄνθρωπος γελαστικόν, τοῦτο δὲ λογικόν, καὶ τὸ συμπέρασμα ὁ ἄνθρωπος λογικόν. ταύτῃ τῇ ἀποδείξει προσθεὶς ἕνα ὅρον ἐπισυνάπτω ἑτέραν ἀπόδειξιν, ἄκρον μὲν τὸν προστεθέντα ποιήσας, τὸν δὲ πρὶν ἄκρον μέσον. προστίθημι οὖν τὸ ζῶον καὶ λέγω· ὁ ἄνθρωπος λογικόν· τὸ λογικὸν ζῶον· ὁ ἄνθρωπος ζῶον. πάλιν ἐπισυνάπτω τὸ ἔμψυχον, εἶτα τὸ σῶμα καὶ ἑξῆς οὕτως. ἡ δὲ τοιαύτη τῶν ἀποδείξεων πρόοδος ἐπ’ εὐθείας γίνεται· οὐ γὰρ ὑποστρέφει πρὸς τὴν ἀρχὴν οὐδὲ δείκνυσι τὴν πρώτην πρότασιν· ἡ μέντοι περιφορὰ πάλιν ἐπ’ ἀρχὴν ἀνακάμπτει. πεπέοὐ 1 om. Α 3 νοήσῃ Β τὸν ὅλον Β ἀμερῆ scripsi: μέρη libri 7 ἀμερεῖ] ἀμερὲς Α 8 τὸ ὅλον νοεῖν Α Philoponus: τοῦ ὅλου νοεῖν BC 12 πῶς οῦν—ἔσται om. Β 14 οὐκ ὄντος AC 15 καὶ νοῦν] κινοῦν Β 17 εἴη om. Α 28 προσδεύουσαι Α1 29 ἀνακάμπτουσι] ἀνάπτουσι C 32 ἐπισυνάπτων Α προστεθέντα C Α1 Philoponus: προτεθέντα Β Α1 37 μέντοι] μέν τι A ρανται δὲ καὶ οἱ ὁρισμοί, εἴπερ ἀρχὴ μὲν αὐτῶν τ.ὰ γενικώτατα, τέλος δὲ τὰ εἰδικώτατα, ἀφώρισται δὲ καὶ τὰ μέσα. ἔτι εἰ ἡ αὐτὴ περιφορὰ πολλάκις, δεήσει καὶ πολλάκις ἢ ἀεὶ νοεῖν τὸ αὐτό· εἴτε γὰρ ὡς μήπω νενοημένον τέλειον εἴτε ὡς πολλάκις ἀνελιττόμενον. καὶ ἀμφότερα ἄτοπα, καὶ πρὸς τούτοις ἡ νόησις ἔοικεν ἠρεμήσει τινὶ καὶ στάσει μᾶλλον ἢ κινήσει, ὥσπερ καὶ ἐν τῷ συλλογισμῷ· τῷ ὄντι γὰρ ὁ ζητῶν καὶ προσαπορῶν ἐν πολλῇ ταραχῇ, ἠρεμεῖ δὲ ὁ εὑρὼν καὶ νενοηκώς. πῶς οὗν ἡ νόησις κίνησις; ἀλλὰ μὴν οὐδὲ μακάριόν γε, ὃ μὴ ῥᾴδιον ἀλλὰ βίαιον. εἰ γὰρ τῷ νῷ μᾶλλον ἠρεμεῖν κατὰ φύσιν, ὡς δέδεικται, κινεῖσθαι δὲ λέγεται, οὐκ εὐμαρῶς ἀναφέρει τοῖς παρὰ φύσιν τρυχόμενος. ὥστε ἐπίπονον αὐτῷ καὶ τὸ μεμῖχθαι τῷ σώματι, εἴπερ μὴ ἀπολυθῆναι δύναται, καὶ προσέτι φευκτέον, ἐπείπερ τῷ νῷ βέλτιον μὴ μετὰ σώματος εἶναι, καθάπερ εἴωθέ τε λέγεσθαι καὶ πολλοῖς συνδοκεῖ. ἔτι καὶ ἐν χείρονι μοίρᾳ τὸν ἀεὶ χρόνον ἡ τοῦ παντὸς ἔσται ψυχὴ μηδὲ τὸ ἴσον ἔχουσα ταῖς ἡμετέραις ψυχαῖς, αἵ τινές ποτε τοῦ σώματος ἀπολύονται· ἀίδιον γὰρ αὐτῇ τὸ συνεῖναι σώματι, εἴπερ ὁ κόσμος ἀνώλεθρος. ἀλλ’ οὐχ οὕτω ταῦτα ἔχει. ἄδηλος δὲ καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν οὐρανὸν ἡ αἰτία. οὔτε γὰρ τῆς ψυχῆς ἡ οὐσία αἰτία τοῦ κύκλῳ φέρεσθαι ἀκίνητος γὰρ ταύτην, ὡς δέδεικται, πλὴν ἢ κατὰ συμβεβηκός) οὔτε τὸ σῶμα αἴτιον τῆς ἑαυτοῦ κινήσεως, ἀλλὰ ψυχὴ μᾶλλον ἐκείνῳ. οὐ μόνον δὲ τὴν ποιητικὴν αἰτίαν τῆς οὐρανίου περιαγωγῆς τὴν προσεχῆ ὁ Τίμαιος ἐσιώπησεν, ἀλλ’ οὐδὲ τῆς τελικῆς ἐμνημόνευσεν, οὐδ’ ὅτι βέλτιον λέγεται. καίτοι ἐχρῆν εἰπεῖν διὰ τοῦτο τὸν θεὸν κύκλῳ ποεῖν φέρεσθαι τὴν ψυχήν, ὅτι βέλτιον αὐτῇ τὸ κινεῖσθαι τοῦ μένειν, καὶ κινεῖσθαι δὲ οὕτως καὶ οὐκ ἄλλως. ἐπεὶ δὲ ἡ τοιαύτη σκέψις ἑτέρων λόγων οἰκειοτέρα τῶν περὶ οὐρανοῦ καὶ κινήσεως, ταύτην ἀφίεμεν νῦν. ἐκεῖνο δὲ ἄτοπον συμβαίνει καὶ τούτῳ τῷ λόγῳ καὶ τοῖς πλείστοις τοῖς περὶ ψυχῆς· συνάπτουσι γὰρ καὶ τιθέασιν εἰς σῶμα τὴν ψυχήν, οὐθὲν προσδιορίσαντες διὰ τίνα αἰτίαν καὶ πῶς ἔχοντος τοῦ σώματος. καίτοι δόξειεν ἂν τοῦτο ἀναγκαῖον εἶναι· διὰ γὰρ τὴν κοινωνίαν καὶ τὴν ποιάν τινα σχέσιν τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, καὶ τὸ μὲν κινεῖ τὸ δὲ· κινεῖται· τούτων δ’ οὐθὲν ὑπάρχει πρὸς ἄλληλα τοῖς τυχοῦσιν. οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχει· τί γὰρ ἄν λευκότης ὑπὸ γλυκέος πάθοι; οὔκουν οὐδὲ ἡ αὐτὴ ψυχὴ ὁμοίως εἰς τὸ] πᾶν δράσει σῶμα· δοκεῖ γὰρ ἕκαστον σῶμα ἴδιον εἶδος ἔχειν καὶ μορφὴν οἰκείαν· εἰ δὲ εἶδος τῶν ἐμψύχων ἡ ψυχή, τὰ δὲ τῶν ζώων εἴδη διάφορα, πῶς ἄν εἴη τὸ προστυχὸν σῶμα τῆς τυχούσης ὄργανον; οἱ δὲ μόνον ἐπιχειροῦσι λέγειν, ποῖόν τι ἡ ψυχή, περὶ δὲ τοῦ δεξομένου σώματος οὐδὲν ἔτι προσδιορίζουσιν, ὥσπερ ἐνδεχόμενόν ἐστι κατὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα, τὴν λογικὴν εἰς τὰ τῶν ἀλόγων καὶ ἔμπαλιν· τῷ γὰρ Ἐμπεδοκλεῖ ἐκεῖθεν ἐπῆλθεν· ἤδη δέ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κούρη τε θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς· 1 αὐτῶν om. C 2 εἰ ἡ] εἰ om. C Α1: ἡ om. Α2 3 ἢ καὶ ἀεὶ ΑC 4 τέλεον C 13 μοῖρα C 14 ἶσον AC 19 ἀλλὰ] ἀλλ’ ἡ A 31 οὐκοῦν Β 32 τὸ delevi 34 προστυχεῖν C 39 ἤδη δέ] Empedocl. fragm. v. 383 ed. Stein δύεσθαι· δεῖ γὰρ τὴν μὲν τέχνην χρῆσθαι τοῖς ὀργάνοις, τὴν δὲ ψυχὴν τῷ σώματι. καὶ ἐς τόσον μὲν τὰ κατὰ τὸν Τίμαιον. Παραδέδοται δὲ καὶ ἄλλη τις δόξα περὶ ψυχῆς πιθανὴ μὲν πολλοῖς καὶ οὐδεμιᾶς ἧττον τῶν λεγομένων, φθάνει δὲ λόγους ὥσπερ εὐθύνας δεδωκυῖα, διὰ τῶν οἰκείων καὶ δεδημευμένων ἐληλεγμένη λόγων τῶν τε πρὸς Εὔδημον ἡμετέρων καὶ τῶν ἐν τῷ Φαίδωνι Πλάτωνος, οὐχ ἧττον δὲ καὶ νῦν εὐθυνθήσεται· ἁρμονίαν γὰρ αὐτήν τινες λέγουσιν. ἐπεὶ γὰρ κρᾶσις τῶν ἐναντίων ἡ ἁρμονία καὶ σύνθεσις καὶ πολυμιγέων καὶ δίχα φρονεόντων ἕνωσις, ἑώρων δὲ καὶ τὸ σῶμα ἐξ ἐναντίω συγκείμενον, ἁρμονίαν τὴν ψυχὴν τοῦ συγκρίματος ὑπετόπασαν. καίτοι ἡ μὲν ἁρμονία ἢ λόγος τις καὶ ποιὰ σχέσις τῶν μιχθέντων πρὸς ἄλληλα, ὡς ἐπὶ χορδῶν φέρε εἰπεῖν τήνδε πρὸς ταύτην τὸν διπλασίονα καὶ ἄλλην πρὸς ἄλλην ἕτερον λόγον ἔχειν, ἢ σύνθεσις λίθων καὶ ξύλων ὑπὸ τέχνης ἡρμοσμένων ἢ φύσεως· πῶς ὅ ἄν τι τούτων εἴη ψυχή, οὐσία οὖσα; ἔτι τὸ κινεῖν οὐκ ἔστιν ἁρμονίας· κατ’ οὐδὲν γὰρ εἶδος κινήσεως ἡ ἁρμονία τὰς χορδὰς κινήσειεν, ἀλλ’ ὁ τεχνίτης ἔξωθεν, αὕτη δ’ ἐπιγίνεται· ψυχὴ δὲ κινεῖ τὸ σῶμα, καὶ τοῦτο μάλιστα πάντες αὐτῇ ὡς εἰπεῖν ἀπονέμουσιν. ἁρμόζει δὲ μᾶλλον καθ’ ὑγείας λέγειν ἁρμονίαν καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν, κάλλους, ἰσχύος, αἰσθήσεως. ἔτι ἡ ἁρμονία τοῖς ἡρμοσμένοις οὐ μάχεται, ἀλλ’ ἕπεται οὕτως, ὡς̣ ἄν ἔχοι τὰ ἡρμοσμένα, ἔχουσα· ψυχὴ δὲ μάχεται σώματι καὶ ἄρχει αὐτοῦ καὶ παρεμποδίζει τὰς ἐπιθυμίας. ἔτι ἁρμονία ἁρμονίας μᾶλλον καὶ ἧττον λέγεται, ψυχῆς δὲ ψυχὴ ὁμοειδὴς μᾶλλον ἢ ἧττον οὐ λέγεται. καὶ ἐρετὴν μὲν καὶ κακίαν ἡ αὐτὴ μεταβαλλομένη δέχεται, οὖσαν τὴν μὲν ἁρμονίαν καὶ συμφωνίαν τῶν ἐν αὐτῇ μερῶν καὶ δυνάμεων, τὴν δὲ ἀναρμοστίαν. ἀπᾴδει γοῦν ἁρμονίαν λέγειν ἁρμονίαν καὶ ἀναρμοστίαν εἰσδέχεσθαι καὶ ποιότητα ὑποκεῖσθαι ποιότησιν. ἔτι φανερώτατα ὁ λόγος ἐλέγχεται, εἴ τις πειραθείη ἀποδιδόναι τὰ πάθη τῆς ψυχῆς τοῖς τῆς ἁρμονίας εἴδεσιν. εἴπερ γὰρ ἡ ὅλη ψυχὴ τῇ ὅλῃ ἁρμονίᾳ ταὐτόν, καὶ τὰ μέρη τοῖς μέρεσι. μέρη δὲ ψυχῆς μὲν τυχὸν θυμός, ἐπιθυμία καὶ τἄλλα, ἁρμονίας δὲ Λύδιον, Φρύγιον καὶ τὰ λοιπά. ποῖα γοῦν ποίοις ἁρμόσαιμεν., πότερον ὁ θυμὸς Λύδιος ἁρμονία ἢ Φρύγιος, καὶ πῶς οὐ γελοῖον; καὶ τὸ λέγειν δὲ τὸν νοῦν διπλασίονα λόγον ἔχειν τῶν κεκραμένων, τὸν ἡμιόλιον δὲ τὴν αἴσθησιν καὶ ἄλλον ἄλλο τῶν ἀτοπωτάτων ἐστίν. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. ἐπεὶ δὲ καὶ διττὸν τὸ τῆς ἁρμονίας, ὡς φθάνομεν διελόμενοι εἰς δύο γὰρ ταῦτα ἀποβλέψαντες λέγομεν κυριώτατα μὲν τὴν σύνθεσιν τῶν μεγεθῶν, οὐ τῶν μαθηματικῶν δέ, ἀλλὰ τῶν ἐχόντων θέσιν καὶ κίνησιν· ὁπόταν γὰρ οὕτως ἁρμόσωσι λίθοι, ξύλα, ὡς μηδὲν ἐντὸς συγγενὲς παραδέχεσθαι, ἁρμονία μάλιστα λέγεται· δεύτερον δὲ τὸν τῶν μεμιγμένων λόγον, ἐκεῖθεν 1 ἐς C 3 εἰς A τὸν om. Β 5 ἥττων AC 6 οἰκείων] κοινῶν AC τῶν πρὸς Εὔδημον ἡμετέρων] Eudemum dialogum dicit, cf. fragm. p. 1479b 7 ἐν τῷ Φαίδωνι Πλάτωνος] Phaedo 41 p. 92 Α 12 φέρε εἰπεῖν om. Α τόν scripsi: τὴν libri 20 ἔχοι RC: ἔχῃ Α Philoponus 20 ποία AC 30 ποίοις] ποίας C ἢ] ἡ Β 31 κεκραμμένων AC 36 λίθοι] λίθα καὶ Α τοὔνομα φέροντες), οὐδ’ ὁποτέρως εὔλογον ἂν εἴη τὴν ψυχὴν ἁρμονίαν καλεῖν. αὐτίκα γὰρ ἡ τῶν μορίων σύνωσις λίαν εὐεξέλεγκτος. πολλαὶ γὰρ αἱ συνθέσεις αὐτῶν καὶ διάφοροι· ἄλλη γὰρ χειρὸς καὶ ποδὸς ἑτέρα καὶ τῶν ἄλλων οὕτω. ποία γοῦν τούτων ψυχή, ἢ πᾶσαι; τίνος δὲ <δεῖ> μέλους ἢ πῶς τὸν νοῦν σύνθεσιν εἷναι ἢ τὸ αἰσθητικὸν ἢ ὀρεκτικόν; ὁμοίως δ’ ἄτοπον καὶ τὸ τὸν λόγον τῆς μίξεως εἶναι τὴν ψυχήν. ἐπεὶ γὰρ οἱ λόγοι τῶν ἐν τῷ σώματι κράσεων τῶν τε ὁμοιομερῶν καὶ ἀνομοιομερῶν πολλοὶ καὶ παντοδαποί οὐ γὰρ τὸν αὐτὸν ἔχει λόγον ἡ μῖξις τῶν στοιχείων, καθ’ ἣν σὰρξ καὶ καθ’ ἣν ὀστοῦν, καίπερ ὕλης οὔσ·ης τῆς αὐτῆς), συμβήσεται γοῦν πολλὰς τὸν ἕνα καὶ κατὰ πᾶν τὸ σῶμα ἔχειν ψυχάς, εἴπερ πάντα μὲν ἐκ τῶν στοιχείων μεμιγμένων τὰ μέρη, ὁ δὲ τῆς μίξεως λόγος ἁρμονία καὶ ψυχή. ἀπαιτήσειε δ’ ἄν τις τοῦτο καὶ παρ’ Ἐμπεδοκλέους· ἕκαστον γὰρ τῶν ἐν σώματι μερῶν ἐν λόγῳ τινί φησιν εἶναι· εἰ γοῦν τὰ εἴδη τῶν μορίων λόγος ἐστὶ κατ’ αὐτὸν τῆς κράσεως, ἔστι δὲ καὶ ἡ ψυχὴ εἶδος τοῦ ὅλου ζώου, πότερον καὶ αὐτὴ εἶδός ἐστι τῶν μιχθέντων, ἐξ ὧν τὸ ὅλον, ἢ ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μιχθεῖσιν; εἰ μὲν γὰρ ὁ λόγος ἡ ψυχὴ τῶν κεκραμένων, πῶς φησι “γαίῃμὲν γὰρ γαῖαν ὀπώπαμεν”; οὐ γὰρ τὰ στοιχεῖα ὁ λόγος. καὶ προσέτι ψυχαὶ ἐν τῷ ζῴῳ. εἰ ὅ ἕτερόν τι οὖσα παρὰ τὸν λόγον ἐγγίνεται, πάλιν πῶς φησι “γαίῃ γαῖαν ἐγνώκαμεν’’; εἰ δὲ τὰ στοιχεῖα ἡ ψυχή, τί δήποτε ἐπὶ μὲν τῶν ἄλλων ὀστοῦ καὶ σαρκὸς καὶ τῶν ὁμοίων οὐ τὰ στοιχεῖα ἀλλὰ τὸν λόγον αἰτιᾶται, ἐπὶ δὲ ψυχῆς τὰ στοιχεῖα; καίτοι κρεῖττόν τι τῆς ὕλης τὸ εἶδος. ἔτι δὲ πότερον καὶ ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως, ἣν αὐτὸς τῆς τῶν στοιχείων ἐποίει συγκρίσεως, ἢ τῆς κατὰ λόγον; καὶ εἰ ταύτης, πότερον καὶ αὐτὴ ἡ φιλία λόγος ἐστὶν ἢ παρὰ τὸν λόγον ἕτερον, οὐκ εὐπετές ἐστιν παρ’ αὐτοῦ μαθεῖν. τοσαῦτα δὲ καὶ πρὸς Ἐμπεδοκλέα ὡς ἐν παρεκβάσει διηπορήκαμεν. ἐπανιτέον δὲ πάλιν, ὅθεν παρήλθομεν· ἔχει γὰρ ἔτι ἡ τῇς ἁρμονίας δόξα πιθανὰς τὰς ἀντιλαβάς. οὐ γὰρ ο·ὕτως ἁπλῶς παρὰ τῶν ἀντεισαγόντων ἐτίθετο. εἰ γὰρ ἕτερον, φασίν, ἡ ψυχὴ τῆς κατὰ λόγον μίξεως, τί δήποτε ἅμα τὸ σάρκα εἶναι ἀναιρεῖται καὶ αὐτὴ συναναιρεῖται; ταῦτα δὲ κἀν τοῖς ἄλλοις πάσχει τοῖς ὁμοιομερέσιν· συναναιρεῖται γὰρ ἑκάστῳ ἀναιρουμένῳ καὶ τελεία φθορὰ παρακολουθεῖ τοῦ ζώου. οὐχ οὕτω δὲ ἔδει, εἴπερ ἕτερον ἦν τῆς ἁρμονίας τῆς ἐν σώματι ἡ ψυχή, ἀλλ’ ὥσπερ τὸν κιθαρῳδὸν καὶ τῆς τῶν χορδῶν ἁρμονίας χαλασθείσης ἔτι παρεῖναι τῇ κιθάρᾳ οὐδὲν κωλύει, ἕτερον ὄντα τῆς κιθάρας καὶ τῆς ἁρμονίας, οὕτως ἔδει ποτὲ καὶ τῆς ἐν σώματι ἁρμονίας ἀπολλυμένης ἔτι παρεῖναι τὴν ψυχήν, εἴπερ μὴ ἦν ἁρμονία. πάλιν εἰ μή ἐστιν ἡ ψυχὴ ὁ λόγος τῆς μίξεως τῆς ἐν ἑκάστῳ τῶν μορίων, τί δήποτε πάντα φθείρεται ψυχῆς ἀπολιπούσης; εἴποι δ’ ἄν τις πρὸς ταῦτα, ὥσπερ 2 μερῶν Α 4 τούτου BC δεῖ addidi μελλοῦς A 6 τῷ om. Α1 14 εἶδος om. C1 15 ἐξ ὧν τὸ δὅλον Philoponus: ἐξ ὅλων libri 18 post ἐγγίνεται add. τί οὖσα καὶ πῶς· καὶ Α 19 γαίαν AG ἐγνώκαμεν] ὀπώπαμεν supra add. Β 21 τῆς ψυχῆς AC 25 ὡς] καὶ Β 26 ἐπανιστέον Β 27 εἰσαγόντων AC 29 ἄμα τῷ BC σαρκὶ Α 30 συναιρεῖται Β 37 ἀπολειπούσης AC τῇ διαφανείᾳ τὸ φῶς, οὕτω τοι καὶ ἐπὶ ψυχῆς ἔχει καὶ τῆς σωματικῆς ἁρμονίας· ἀναιρεθείσης γὰρ ταύτης ἀναιρεῖται καὶ ἡ ψυχή, μᾶλλον δὲ ἡ εἰς τὸ σῶμα τῆς ψυχῆς ἐνέργεια, ὥσπερ καὶ τοῦ ἐν τῷ ἀέρι διαφανοῦς ἀναιρεθέντος οὐ τὸ φῶς ἀναιρεῖται, ἀλλ’ ἡ τούτου εἰς αὐτὸ ἐνέργεια. πάλιν δ’ αὖ καὶ ψυχῆς ἀπολιπούσης ἀπολείπει εὐθὺς καὶ ἁρμονία, διότι τὸ συνέχον αὐτὴν καὶ προσανυφαῖνον ἀεὶ τὸ ἐλλιμπάνον τῶν ἡρμοσμένων αὕτη ἐστί. καὶ παρεῖναι μέντοι ἴσως τῷ σώματί ποτε καὶ μετὰ τὴν διάλυσιν οὐδὲν κωλύει, ἐνεργῆσαι δέ τι εἰς αὐτὸ τῶν οὐκ ἐνδεχομένων ἐστίν, ὡς οὐδὲ τὸν κιθαρῳδὸν εἰς τὴν ἀνάρμοστον λύραν. ἀλλ’ οὔτε μήν, ἐπείπερ ἔστιν αἷς τῶν κράσεων αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται, ἤδη καὶ ὅλη τῶν κράσεων ἀποτέλεσμα, ὡς ἰατροὶ λέγουσιν, ἀλλὰ κατιούσῃ μὲν πρὸς γένεσιν τῇ ψυχῇ τὰ πάθη δέδονται ἔχοντα τὸ εἶναι ἐν ὑποκειμένῳ τῷ πνεύματι, διαβαίνοντα δὲ καὶ πρὸς τὸ παχὺ τοῦτο σῶμα· οὐκ ἄνευ μέντοι τῆς τοιᾶσδε κράσεως γίνεται, ὥσπερ οὐκ ἄνευ τῶν χορδῶν ἡ ἁρμονία. ὡς γὰρ τὰ αὐτομάτως φυόμενα δεῖται μὲν πάντως τῆς Τοιᾶσδε γῆς, δεῖται δὲ καὶ ὑετοῦ, οὐ μὴν τοῦτο καθάπαξ ἀπόχρη πρὸς γένεσιν, ἀλλ’ ἐκεῖθεν οἱ λόγοι τούτων ἐκ τῆς ὅλης δημιουργίας προέρχονται, οὕτω τοί φαμεν κἀν τῇ τοιᾷδε κράσει ἐκ τῆς ὅλης δημιουργίας τοὺς τῶν παθῶν ἐνιέναι λόγους κατὰ τὴν ἀξίαν ἑκάστῃ τῶν λογικῶν ψυχῶν. καὶ ὥσπερ τὸ εἶδος ἐν τοῖς αὐτομάτοις γενόμενον οὔτε ἐκ τῆς μίξεως τῆς γῆς καὶ τοῦ ὕδατος ἀπλῶς ἐπεγένετο οὔτ’ ἔξωθεν αὐθυποστάτως προϋφεστηκὸς ἐγγίνεται, ἀλλ’ οἱ λόγοι οἱ δημιουργικοὶ ἐν τῇ τοιᾷδε τῶν στοιχείων ἐπιτηδειότητι ἐγγεννῶσιν, οὕτω δὴ καὶ τὰ τῶν παθῶν εἴδη ἐν ταῖς του σώματος τελεσιουργουνται κρασεσιν· οὐ γὰρ δεῖ τὰ αἴτια χείρονα ποιεῖν τῶν αἰτιατῶν. ὅτι μὲν οὔθ’ ἁρμονίαν οἷόν τ’ εἶναι ἢ κράσεων ἀποτέλεσμα τὴν ψυχὴν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων. κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι τὴν τοπικὴν κίνησιν ἔστι καὶ κινεῖν. ἑαυτήν, καθάπερ εἴπομεν, οἷον κινεῖσθαι μὲν τὸ σῶμα ἐν ᾧ ἐστιν, τοῦτο δὲ κινεῖσθαι ὑπὸ ψυχῆς· ἄλλως δ’ οὐχ οἷόν τε κατὰ τόπον κινεῖσθαι. εὐλογώτερον δ’ ἀπορήσειεν ἄν τις περὶ αὐτῆς ὡς κινουμένης εἰς τὰ τοιαῦτα ἀποβλέψας. φαμὲν γὰρ τὴν ψυχὴν λυπεῖσθαι, χαίρειν, θαρρεῖν, φοβεῖσθαι, ἔτι δὲ ὀργίζεσθαί τε καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι· ταῦτα δὲ πάντα κινήσεις εἶναι κατὰ τὸ ποιὸν δοκοῦσιν. ὅθεν οἰηθείη τις ἂν αὐτὴν κινεῖσθαι. ὅτι δὲ καὶ τοῦτο οὔτ’ ἀληθὲς οὔτ’ ἀναγκαῖον, δῆλον ἐντεῦθεν· εἰ γὰρ καὶ ὅτι μάλιστα δοίημεν τὸ λυπεῖσθαι ἢ χαίρειν κινήσεις εἶναι, τί μᾶλλον ἔσται ἡ ψυχὴ κινουμένη; ἡμεῖς μὲν γὰρ ζητοῦμεν, εἰ ἡ ψυχὴ αὐτὴ καθ’ αὑτὴν κινεῖται. τὸ δὲ ὅμοιον ὡς κἄν εἴ τις λέγοι τὴν ψυχὴν κινεῖσθαι τῷ ὑφαίνειν ἢ οἰκοδομεῖν· βέλτιον γὰρ ἴσως μὴ λέγειν τὴν ψυχὴν ταύτας κινεῖσθαι τὰς. κινήσεις, τὸ χαίρειν, τὸ ἐλεεῖν, τὸ ὑφαίνειν, τὸ μανθάνειν, ἀλλὰ τὸν ἄνθρωπον τῇ ψυχῇ εἴτ’ οὖν τὸ συναμφότερον, τοῦτο δὲ μὴ ὡς ἐν ἐκείνῃ τῆς 5 ἡ] A1C1 6 ἀπολειπούσης AC τὸ om. C 7 αὕτη] αὐτὴ Α1: αὑτὴ C 8 post ποτὲ add. δὲ C 10 αἷς om. C 12 δέδενται 17 ὅλης] ὕλης C 20 ante ἐν add. τὸ Α 22 ἐπιτηδειότι Β ἐγγενῶσιν Β 27 εἴπαμεν Α 36 τὸ scripsi: τὰ libri λέγει AB 39 εἴτ’ οὑν] εἰ τοίνυν Β κινήσεως οὔσης οὐ γὰρ ἰδίως ταῦτα κινήσεις ψυχῆς, οὐδ’ ὥσπερ ἄν εἴποιμεν τὸν ἄνθρωπον τῇ χειρὶ κινεῖσθαι ἀντιλαμβανόμενον ταύτῃ τινός, οὕτω καὶ τῇ ψυχῇ λέγομεν κινεῖσθαι), ἀλλ’ ὅτι ὁτὲ μὲν μέχρις ἐκείνης ἡ κίνησις ὁτὲ δὲ ἀπ’ ἐκείνης. χρῆται μὲν γὰρ ἡ ψυχὴ ὀργάνῳ τῷ ἐν ἐγκεφάλῳ λεπτοτάτῳ πνεύματι, ὃ δὴ καὶ σύμφυτον αὐτῇ φασιν Ἕλληνες καὶ ἀχώριστον καὶ μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος ὡς ἐξ ἀιδίου προσηρτημένον· ὃ δὴ καὶ αὐγοειδὲς καλοῦσι σῶμα. δεῖ γὰρ ἔχειν αὐτὴν ὃ ζωοποιήσει ἀεί, εἴπερ μὴ μάτην φύσει ζωοποιός. τούτῳ γοῦν ἐνιδρυμένη ὡς αἰσθομένη καὶ κρίνουσα εἰσδέχεται τὰς τῶν αἰσθητῶν προσβολάς. μέσον γὰρ τοῦτο ψυχῆς ἐν τῇ κοινωνία καὶ τοῦ παχέος ἵσταται σώματος, καὶ τῶν ἐξωτερικῶν εἰς φυχὴν κινήσεων ἕδρα καὶ τελευταία περάτωσις, ἀρχὴ δ’ αὖ τῶν ἐκεῖθεν εἰς τὸ σῶμα διικνουμένων ἐνεργειῶν καὶ διάδοσις. ὅθεν ἡ μὲν αἴσθησις ἀπὸ τωνδὶ <τῶν> αἰσθητῶν καὶ ἀνατρέχει πρὸς τοῦτο ἐντευξομένη τῇ ψυχῇ, ἡ δ’ ἀνάμνησις αὖ αὐτόθεν πρὸς τὰς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς· μνησθέντες γὰρ πολλάκις φοβεροῦ τινος ὠχριάσαμεν καὶ τὸν πλοῦν ἐννοοῦντες ἐναυτιάσαμεν. καὶ σχεδὸν τὰ ἐν σώματι πάντα πάθη, ἃ τὰ μὲν κατὰ ποιάν τινα φορὰν τὰ δὲ κατ’ ἀλλοίωσιν, διὰ τούτου συμβαίνει, οἷον ἐπὶ τοῦ θυμοῦ· ὁ μὲν λόγος κρίνας τὸ πνεῦμα ἐκίνησε, τὸ δὲ τὸ περὶ καρδίαν ζέσαν αἷμα διέχυσεν εἰς τὴν ἐπιφάνειαν πρὸς ἄμυναν τοῦ λυπήσαντος, ὡς ἄν βασιλεὺς μὲν στρατηγῷ, ὁ δὲ τῷ στρατιώτῃ τοῦ πολεμίου τὴν σφαγὴν ἐπιτάξειε. καὶ τὸ διανοεῖσθαι δὲ οὐκ ἄνευ τινὸς κινήσεως γίνεται, ἕως ἄν τῷ σώματι ψυχὴ σύνεστιν, ἀλλ’ ἢ τῇ τοῦ ἐγκεφάλου. ἤ τινος ἑτέρου μορίου, ὅθεν καὶ τὰ πρόσωπα τῶν διανοουμένων ξηρότερα γίνεται. μόνος δὲ ὁ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις καὶ οὐ φθείρεσθαι. μάλιστα γὰρ ἄν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως· εἰ γὰρ ἦν ἀχώριστος σώματος ὥσπερ δῆτα θυμὸς καὶ ἐπιθυμία, ἔδει συνακμάζειν καὶ συμφθίνειν τῷ σώματι. ἐπεὶ δὲ οὐχ οὕτως ἔχει, ὅτι μὴ καὶ τοὐναντίον φρόνησις γάρ, φησὶ Πλατῶν, καὶ δόξαι ἀληθεῖς καὶ βέβαιαι ἀγαπητὸν ὅτῳ κἂν εἰς βαθὺ γῆρας ἐγγένοιντο), ἀθάνατος ἄν εἴη καὶ τῆς φθορᾶς ἀνεπίδεκτος. εἰ δὲ λῆροι ὡς τὰ πολλὰ τῶν γερόντων οἱ ἔξωροι καὶ μωραίνει κἀν ταῖς μέθαις καὶ τοῖς ὕπνοις καὶ νόσοις ἔστιν αἷς ἄνθρωπος, οὐ τῷ τὸν νοῦν αὐτόν τι πάσχειν τοῦτο προσγίνεται· ἀλλ’ ὥσπερ ἐπὶ τῶν αἰσθητηρίων τῷ χρόνῳ παχυνθέντων τῶν ἐν ὀφθαλμοῖς χιτώνων οὐ κατὰ τοὺς νέους οἱ γέροντες βλέπουσιν, εἰ δὲ λάβοι ὁ πρεσβύτης ὄμμα νέον, ἴδοι ἄν ὥσπερ ὁ νέος, ὡς τῆς αἰσθητικῆς δυνάμεως ἀπαθοῦς μενούσης, οὕτω τοι καὶ· τὰ ἐν τῷ γήρᾳ συμπίπτοντα οὐ τῷ τὴν ψυχήν τι πεπονθέναι, ἀλλ’ ἐν ᾧ ἐστι, τὸ σῶμα δήπου, μοχθηράς ὕλης ἐμπιπλάμενον τῇ ἐπὶ ποσὸν ἢ ποιὸν τῶν χυμῶν ἀμετρίᾳ ὥς 1 οὐ om. C 4 ante ὀργάνῳ add. πρώτῳ Α ἐν om. BC 6 δὴ om. Α1: ὅπερ Α2 9 προβολάς Β 10 παχέως A ἔδρα AC 12 τῶν addidi 13 αὖ αὐτόθεν scripsi: ἀπ’ αὐτόθι libri 15 ὠχρειάσμεν Α ἐναντιάσαμεν ΑΒ 16 φοράν τινα AC 17 συμβαίνει scripsi: συμβαίνειν libri 18 τὸ περὶ] τὸ om. B 19 τῷ στρατηγῷ AC 21 ψυχὴ AB 26 ἔχοι Α 27 φησὶ Πλατῶν] de Legg. II 1 p. 653 Α βεβαίαι C 28 ἐγγίνοιντο C1 33 πρεσβύτης Β 36 τῆς—ἀμετρίας BC ὥς τις] ὥστε Α1 τις φλύαρος γείτων ἐκκρούει καὶ τῶν οἰκείων ἐξίστησι· καὶ οὕτω δὴ τὸ καὶ τὸ θεωρεῖν μαραίνεται ἄλλου τινὸς ἔσω φθειρομένου, τοῦ πνεύματος, εἰς ὃ πρώτως αἱ ψυχικαὶ δυνάμεις ἐλλάμπουσιν, αὐτὸ δ’ ἀπαθές ἐστι. τὸ δὲ διανοεῖσθαι ἢ φιλεῖν ἢ μισεῖν καὶ τὰ τοιαῦτα οὐκ εἰσὶν ἐνέργειαι νοῦ (ὁ γὰρ νοῦς θειότερόν τι ἴσως καὶ ἀπαθές), ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο, ἡ ἐκεῖνο, τοῦ συναμφοτέρου δηλαδὴ ζώου. διὸ καὶ τούτου φθειρομένου οὔτε φιλεῖ οὔτε μισεῖ οὔτε μνημονεύει· οὐ γὰρ ἐκείνου ἦν ἀλλὰ τοῦ κοινοῦ, ὃ ἀπόλωλεν. οὐ μνημονεύει δὲ ἡ ψυχὴ ἀπολυθεῖσα τοῦ σώματος, ἅθ’ ἑστῶσαν τὴν γνῶσιν καὶ μὴ παραρρέουσαν ἔχουσα, ὡς αὐτοῖς ὁμιλοῦσα τοῖς πράγμασι· καὶ μνήμη μὲν τῶν πάλαι ἐγνωσμένων, ψυχῇ δὲ τότε τὸ πρότερον καὶ τὸ ὕστερον ἐπι- λέλοιπεν, εἰ μήπου κατὰ τὴν προχείρισιν τῶν θεωρημάτων· ἕστηκε γὰρ ἀεὶ καὶ ἐν τῷ νῦν ἐξετάζεται. ὅτι μὲν οὖν οὐχ οἷόν τε κινεῖσθαι τὴν ψυχήν, φανερὸν ἐκ τούτου· εἰ δ’ ὅλως μὴ κινεῖται, δῆλον ὡς οὐδ’ ὑφ’ αὑτῆς. Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτατον· τὸ λέγειν εἶναι τὴν ψυχὴν ἀριθμὸν κινοῦντα ἑαυτόν, ὥσπερ ἔλεγε Ξένοκράτης. ὑπάρχει γὰρ αὐτοῖς ἀδύνατα πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἴδια δ’ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. πῶς γὰρ χρὴ νοῆσαι μονάδα κινουμένην; οὔτε γὰρ αἰσθήσει τοῦτο οὔτε νῷ ληπτόν. καὶ ὑπὸ τίνος: καὶ γὰρ οὐδὲ τοῦτο εὔπορον. καὶ ἐπεὶ ἅπας ἀριθμὸς ὅ τε φυσικὸς ὅ τε μαθηματικὸς πλῆθός εἰσι καὶ σωρεία μονάδων καὶ ἀνάγκη κινουμένου συγκινεῖσθαι τὰς μονάδας, πότερον αὐτὴ ἑαυτῇ ἑκάστη μονὰς αἰτία κινήσεως ἢ ἄλλη ἄλλῃ; ᾗ μὲν γάρ ἐστι κινητικὴ καὶ κινητή, διαφέρειν δεῖ· ᾗ δὲ ἀμερής, καὶ ἀδιάφορος. πῶς δὲ καὶ κινεῖται; πότερον κατ’ εὐθεῖαν ἢ κύκλῳ, ἢ κατὰ ποσὸν ἢ κατὰ ποιόν; τοῦτο δὲ καὶ πόρισμα ἔσται τῷ τὴν παροῦσαν δόξαν εὐθύνοντας καὶ ποσοῦ διωρισμένου παντὸς τὴν ψυχὴν ἐκτὸς αποδείκνυσθαι, ὥσπερ τοῦ συνεχοῦς ἐν τοῖς πρὸς Τίμαιον πρότερον. ἐπεὶ οὖν φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ γραμμήν, καὶ αἱ τῶν μονάδων τῆς ψυχῆς κινήσεις, εἴπερ ἡ ψυχὴ ἀριθμός, θυμὸς λέγ·ω καὶ ἐπιθυμία καὶ τἄλλα γραμμαὶ ἔσονται. εἰ γὰρ αἱ τοῦ ἐνταῦθα ψυχικοῦ ἀριθμοῦ μονάδες ταῖς στιγμαῖς ταυτισθήσονται, οὐδὲν κωλύει συμβαίνειν τὸ ἄτοπον. ἔστι δὲ στιγμὴ μονὰς θέσιν ἔχουσα ἐν γραμμῇ γάρ), μονὰς δὲ στιγμὴ ἄθετος. αἱ ψυχικαὶ δὲ μονάδες κεῖνταί που καὶ τὴν ἐν σώματι θέσιν ἔχουσι. στιγμὴ γοῦν καὶ μονὰς ἐνταῦθα ταὐτόν. γραμμαὶ δ’ ἄρα θυμός τε καὶ αἴσθησις. ἔτι ἄν ἀπ’ ἀριθμοῦ ἀριθμὸν ἀφέλῃς ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· κἄν ἀριθμὸν ἀφελὼν μονάδα ἕτερον ἀριθμὸν περιττὸν τὸν θ΄ πεποίηκα· κἄν ἀριθμὸν ἀφέλῃς, ἄλλος σοι τῷ εἴδει ὁ καταλειπόμενος γίνεται· ἄν γὰρ ἀπὸ τοῦ ις΄ τετραγώνου ἀφαιρήσῃς τρία, οὐκέτι ἕξεις τετράγωνον. εἰ δὲ καὶ τὸν γνώμονα ἀνέλῃς τὸς ζ΄, τετράγωνος μὲν γενήσεται ὁ θ΄, οὐ μὴν ὁ αὐτὸς τῷ εἴδει. τὰ δὲ φυτὰ καὶ πολλὰ τῶν ζώων διαιρούμενα ζῇ, ὡς ἂν τὴν 2 τοῦ] αὐτοῦ Α 7 ἀπώλωλεν A C1 10 πάλαι] πάλιν Β 11 προχεῖ· ρηαιν AC ἔστηκε AC 16 αὐτὸν C 19 εἰσὶ] ὢν Α 20 ἑαυτῇ] ἑαυτὸν C 22 ᾗ scripsi: ἡ libri ἀδιάφορα Α 23 καὶ κατὰ AC 24 εὐθύναπας Β 30 μονὰς γὰρ στιγμὴ C 35 κἀν C 30 τετραγώνου] τετραγωνος, ut videtur, Β ἀφαιρήσαις AC αὐτὴν ψυχὴν τὰ μέρη τῷ εἴδει καὶ μετὰ τὴν τομὴν ἔχοντα. δηλοῦσι δὲ τῶν κλάδων οἳ βλαστάνουσι φυτευόμενοι καὶ τὰ διαιρεθέντα τῶν ἐντόμων ἐπί τινα χρόνον σπαίροντα ὡς ἐν ἑκάστοις τινὸς παραμεινάσης κινήσεως καὶ αἰσθήσεως. ἔτι δόξειεν ἄν τῇ τοῦ Δημοκρίτου τὴν Ξενοκράτους δόξαν παρόμοιον. τί γὰρ διαφέρει μονάδας λέγειν καὶ ἀριθμὸν ἢ σωμάτια μικρά, ἃς τὰς μὲν οὗτος, τὰς δὲ ἐκεῖνος ὑπετίθετο. εἰ γὰρ αἱ σφαιρικαὶ τῶν ἀτόμων τοῦ μεγέθους ἀφαιρεθεῖσαι στιγμαὶ γένωνται, μένῃ δὲ τὸ πλῆθος, οὐδὲν μᾶλλον ἐλέγχεται ὁ λόγος οὐδὲ λυμαίνεται τὴν ὑπόθεσιν τὸ τὴν τῶν ἀτόμων ἀφελέσθαι συνέχειαν· ἔσται γάρ τι πάλιν ἐν αὐταῖς τὸ μὲν κινοῦν τὸ δὲ ὥσπερ καὶ πρὸ τοῦ ἐν τῷ μεγέθει. οὐ γὰρ διὰ τὸ συνεχῆ σώματα εἶναι καὶ μεγέθει διαφέρειν ἡ σμικρότητι τὸ κινεῖσθαι συμβαίνειν ἔλεγεν, ἀλλ’ ὅτι πλῆθος ἄλλως ἦν, καὶ τῇ πρὸς ἄλληλα πλήξει καὶ ἀντωθήσει. οὕτω δήπου καὶ Ξενοκράτης οὐκ ἐπειδὴ τὰς μονάδας ἐξ ὧν ἡ ψυχὴ ἀμερεῖς ὑπετίθετο, διὰ τοῦτο καὶ τὸ κινεῖσθαι προσένεμεν, ἄλλ’ ὅτι ποσόν τι καὶ ἀριθμὸς ἦν. διὸ ἀναγκαῖον εἶναί τι τὸ κινῆσον τὰς μονάδας. εἰ δ’ ἐν τῷ ζῴῳ καίπερ αὐτοκινήτῳ ὄντι τὸ κινοῦν ἡ ψυχή, οὐ τὸ σῶμα, καὶ ἐν τῷ ψυχικῷ δὲ ἀριθμῷ οὕτως ἔσται· οὐ τὸ κινοῦν καὶ κινούμενον σύμπαν ψυχή, ἀλλὰ τὸ κινοῦν μόνον. δῆλον οὖν ὅτι οὐ πᾶσαι μονάδες ψυχαί, ἀλλ’ αἱ κινοῦσαι μόνον ὥσπερ καὶ ἐπὶ τῶν ἀτόμων αἱ σφαιρικαί. ἔτι εἰ καὶ ἐνδέχεται ὅλως ἐκ μονάδων τὴν ψυχὴν εἶναι, δεῖ αὐταῖς κἄν τινος διαφοράς πρὸς τὰς ἄλλας ἐξ ὧν μὴ ψυχή. στιγμῆς δὲ μοναδικῆς τίς ἂν εἴη διαφορὰ πλὴν θέσις; οὐ γὰρ ἄν ἄλλην τις εὕροι μονάδος πρὸς μονάδα τὴν ἑτερότητα. ἔτι εἰ μὲν εἰσὶν ἕτεραι αἱ ἐν τῷ σώματι καὶ ἐξ ὧν τὸ σῶμα μονάδες πάντα γὰρ ἐκ τῶν ἀτόμων) τῶν ψυχικῶν μονάδων καὶ στιγμῶν, ἑνοῦται δὲ ψυχὴ σώματι, ἀνάγκη καὶ ταύτας ἑνωθῆναι. ἐν τῷ αὐτῷ ἄρα ἔσονται αἱ μονάδες ταῖς μονάσιν αἱ ψυχικαὶ ταῖς σωματικαῖς, καὶ καθέξει χώραν στιγμῆς σωματικῆς ἡ ψυχικὴ καὶ ἀλλήλαις προσεφαρμόσουσιν. εἰ δὲ τοῦτο, τί κωλύει ἐν τῷ αὐτῷ εἶναι, εἰ δύο, καὶ ἀπείρους; ὧν γὰρ ὁ τόπος ἀδιαίρετος, καὶ αὐτά, καὶ τὸ ἀμερὲς τῷ ἀμερεῖ συντιθέμενον καὶ τὸ ὅλον ἀμερές ἐστιν. ὥστε ἢ κατὰ μίαν στιγμὴν τοῦ σώματος ἔμψυχον ἔσται τὸ ζῶον, εἰ πᾶσαι τῆς ψυχῆς μιᾷ τῇ τοῦ σώματος ἐφαρμόσαιεν ἢ καθ’ ἑκάστην ψυχὴν ἕξει τὸ ζῶον. καὶ εἰ ἄπειροι ἑκατέρωθεν, ἢ πᾶσαι πάσαις ἐφαρμόσουσι κἀντεῦθεν ἄπειροι δήπου καὶ ψυχαὶ τῷ ζῴῳ ἐνέσονται κἀκεῖνο δὲ οὐ λέγω ὅτι καὶ τὸ ἄπειρον ἐνεργείᾳ γενήσεται), ἢ εἰ μὴ πᾶσαι πάσαις, οὐ καθ’ ὅλον ἑαυτὸ ἔμψυχον τὸ σῶμα οὐδ’ ὅλως ἔμψυχον. εἰ δὲ αὐταὶ αἱ ἐν τῷ σώματι στιγμαὶ καὶ ὁ ψυχικὸς ἀριθμὸς ἕν, ἢ κυριώτερον εἰπεῖν εἰ ὁ τῶν ἐν σώματι στιγμῶν ἀριθμὸς ἡ ψυχή, διὰ τί οὐ πάντα ψυχὴν ἔχουσι τὰ σώματα; στιγμαὶ γὰρ ἐν ἅπασι δοκοῦσιν εἶναι καὶ ἄπειροι ἄτομοι. ἔτι εἴπερ χωριστὴ ἡ ψυχή, πῶς οἷόν τε χωρίζεσθαι τὰς 3 αἰσθήσεως καὶ κινήσεως AC 5 ἀριθμοὺς B σώματα Α σμικρά AC 6 ἐτίθετο AC 7 γένονται AC μένῃ scripsi: μένει libri 8 ὁ λόγος ἐλέγχεται AC τὸ A Philoponus: τῶ BC 19 καὶ ἐπὶ in margine add. Β 23 αἱ om. C 28 τῷ ἀμερὲς Α 31 ἕξοι Α 33 ἐνέργεια Α1 C 34 ἑαυτὸ scripsi: ἑαυτῶ libri στιγμὰς καὶ ἀπολύεσθαι τῶν σωμάτων, ἃς δὴ ψυχὴν ὑπετίθεντο; οὐ γὰρ εἰς στιγμὰς τὰς γραμμὰς διαιρήσομεν (οὐ μέρη γὰρ αὐτῶν) οὔτε εἰς γραμμὰς τὰ ἐπίπεδα. πῶς οὖν ἀριθμὸς ἡ ψυχή; εἵπετο γὰρ τούτῳ τὸ τὰς μονάδας στιγ- μὰς εἶναι διὰ τὴν θέσιν. συμβαίνει οὖν, καθάπερ εἴπομεν, τῇ τοῦ Ξενοκράτους