τῶν γὰρ κρατούντων ἀεὶ τοῖς πλείστοις εὔπορος ὑπὸ ἀμαθίας ἡ ἐς τῶν προγεγενημένων τὰ κακὰ μίμησις, καὶ πρὸς τὰ ἡμαρτημένα τοῖς παλαιοτέροις ῥᾷόν τε καὶ ἀπονώτερον ἐς ἀεὶ τρέπονται. ἀλλά με ὕστερον ἐς τῶνδε τῶν ἔργων τὴν ἱστορίαν τοῦτο ἤνεγκεν, ὅτι δὴ τοῖς ἐς τὸ ἔπειτα τυραννήσουσιν ἔνδηλον ἔσται ὡς μάλιστα μὲν καὶ τὴν τίσιν αὐτοὺς τῶν ἁμαρτανομένων περιελθεῖν οὐκ ἀπεικὸς εἴη, ὅπερ καὶ τοῖσδε τοῖς ἀνθρώποις ξυνηνέχθη παθεῖν· ἔπειτα δὲ καὶ ἀνάγραπτοι αὐτῶν αἱ πράξεις καὶ οἱ τρόποι ἐς ἀεὶ ἔσονται, ἀπ’ αὐτοῦ τε ἴσως ὀκνηρότερον παρανομήσουσι.