οὓς δὴ ἅπαντας πρῶτα τὰς γλώττας, ὥσπερ λέγουσιν, ἀποτεμοῦσα, εἶτα κατὰ βραχὺ κρεουργήσασα καὶ θυλακίοις ἐμβεβλημένη ἐς τὴν θάλατταν ὀκνήσει οὐδεμιᾷ ἔρριψε, τῶν τινος οἰκετῶν Εὐγενίου ὄνομα ὑπουργήσαντός οἱ ἐς ἅπαν τὸ ἄγος, ᾧ δὴ καὶ τὸ ἐς Σιλβέριον εἴργασται μίασμα. καὶ Κωνσταντῖνον δὲ οὐ πολλῷ ὕστερον Βελισάριος τῇ γυναικὶ ἀναπεισθεὶς κτείνει. τὰ γὰρ ἀμφὶ τῷ Πραισιδίῳ καὶ τοῖς ξιφιδίοις τηνικάδε ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.