ὅπερ Ἀντωνίνα μαθοῦσα, κεκρυμμένως αὐτῷ ἐχαλέπαινεν, ὅπως ἔγκοτα ἐνδείξηται τὸ εἰς αὐτὸν ἔχθος. ἦν γὰρ σκορπιώδης τε καὶ ὀργὴν σκοτεινή. οὐ πολλῷ δὲ ὕστερον ἢ μαγγανεύσασα ἢ θωπεύσασα πείθει τὸν ἄνδρα ὡς οὐχ ὑγιὲς τὸ κατηγόρημα τὸ ταύτης γένοιτο· καὶ ὃς Θεοδόσιον μὲν μελλήσει οὐδεμιᾷ μετεπέμψατο, Μακεδονίαν δὲ καὶ τὰ παιδία τῇ γυναικὶ ἐκδοῦναι ὑπέστη.