ὁ δὲ προμαθὼν εἰς Ἔφεσον φεύγει. τῶν γὰρ ἑπομένων οἱ πλεῖστοι τῷ ἀβεβαίῳ τῆς τοῦ ἀνθρώπου γνώμης ἠγμένοι ἀρέσκειν τὴν γυναῖκα μᾶλλον ἐν σπουδῇ εἶχον ἢ τῷ ἀνδρὶ δοκεῖν εὐνοϊκῶς ἔχειν, οἵ γε καὶ τὰ σφίσιν ἐπικείμενα τότε ἀμφ’ αὐτῷ προὔδοσαν. Κωνσταντῖνος δὲ Βελισάριον ὁρῶν περιώδυνον γεγονότα τοῖς ξυμπεσοῦσι, τά τε ἄλλα ξυνήλγει καὶ τοῦτο ἐπεῖπεν ὡς “Ἔγωγε θᾶσσον ἂν τὴν γυναῖκα ἢ τὸν νεανίαν κατειργασάμην” .