ὁ μὲν γὰρ ἄμφω ἐν δωματίῳ καταγείῳ εὑρὼν ἐμεμήνει, ἡ δὲ οὔτε ἀποδειλιάσασα οὔτε καταδυσαμένη τῷ ἔργῳ τούτῳ, “Ἐνταῦθα” , ἔφη, “τῶν λαφύρων τὰ τιμιώτατα σὺν τῷ νεανίᾳ κρύψουσα ἦλθον, ὡς μὴ ἐς βασιλέα ἔκπυστα γένηται” . ἡ μὲν οὖν ταῦτα σκηπτομένη εἶπεν, ὁ δὲ ἀναπεισθῆναι δόξας ἀφῆκε, καίπερ τῷ Θεοδοσίῳ ἐκλελυμένον τὸν ἱμάντα ὁρῶν τὸν ἀμφὶ τὰ αἰδοῖα τὰς ἀναξυρίδας ξυνδέοντα, ἔρωτι γὰρ τῆς ἀνθρώπου ἀναγκασθεὶς ἐβούλετό οἱ τὴν τῶν οἰκείων ὀφθαλμῶν θέαν ὡς ἥκιστα ἀληθίζεσθαι.