εὐθύς τε ἐρασθεῖσα αὐτοῦ ἐκτόπως ἐν τῷ διάπλῳ τούτῳ καὶ κατακορὴς γεγονυῖα τῷ πάθει ἀπεσείσατο μὲν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων δέος τε καὶ αἰδῶ ξύμπασαν, ἐμίγνυτο δὲ αὐτῷ τὰ μὲν πρῶτα ἐν παραβύστῳ, τελευτῶσα δὲ καὶ οἰκετῶν καὶ θεραπαινίδων παρόντων. κάτοχος γὰρ ἤδη τῷ πόθῳ τούτῳ γεγενημένη καὶ διαφανῶς ἐρωτόληπτος οὖσα οὐδὲν ἔτι τοῦ ἔργου κώλυμα ἔβλεπε. καί ποτε ὁ Βελισάριος ἐπ̓ αὐτοφώρῳ τὴν πρᾶξιν λαβὼν ἐν Καρχηδόνι ἐξηπάτητο πρὸς τῆς γυναικὸς ἑκών γε εἶναι.