Ἦν δέ τις νεανίας ἐκ Θρᾴκης ἐν τῇ Βελισαρίου οἰκίᾳ, Θεοδόσιος τοὔνομα, δόξης γεγονὼς ἐκ πατέρων Εὐνομιανῶν καλουμένων. τοῦτον, ἡνίκα ἐς Λιβύην ἀποπλεῖν ἔμελλεν, ἔλουσε μὲν ὁ Βελισάριος τὸ θεῖον λουτρὸν καὶ χερσὶν ἀνελόμενος ἐνθένδε οἰκείαις εἰσποιητὸν ἐποιήσατο ξὺν τῇ γυναικὶ παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος, καὶ ἀπ’ αὐτοῦ ἡ Ἀντωνίνα τὸν Θεοδόσιον ἅτε παῖδα ὄντα ἱερῷ λόγῳ ἠγάπα τε ὡς τὸ εἰκὸς κἀν τοῖς μάλιστα ἐπιμελομένη ἀμφ’ αὑτὴν εἶχεν.