πάντας οὖν αὐτίκα ἐκ πάσης γῆς Πέρσας τε καὶ ξυμμάχους ἀγείρας ἐπὶ τοὺς Ἐφθαλίτας ἦγε, τῶν παίδων ἕνα μὲν Καβάδην ὄνομα μόνον ἀπολιπὼν ʽτηνικαῦτα γὰρ ἡβηκὼς ἔτυχἐ, τοὺς δὲ λοιποὺς ἅπαντας ἐπαγόμενος τριάκοντα μάλιστα. Ἐφθαλῖται δὲ αὐτοῦ τὴν ἔφοδον γνόντες ἀχθόμενοί τε οἶς δὴ πρὸς τῶν πολεμίων ἠπάτηντο τὸν βασιλέα ἐκάκιζον, ἅτε προέμενον Μήδοις τὰ πράγματα. καὶ ὃς αὐτῶν ξὺν γέλωτι ἐπυνθάνετο τί ποτε ἄρα σφῶν προέμενος εἴη, πότερον τὴν γῆν ἢ τὰ ὅπλα ἢ ἄλλο τι τῶν πάντων χρημάτων. οἱ δὲ ὑπολαβόντες οὐκ ἄλλο οὐδὲν πλήν γε δὴ ὅτι τὸν καιρὸν ἔφασαν, οὗ τἄλλα πάντα ἠρτῆσθαι ξυμβαίνει. οἱ μὲν οὖν τοῖς ἐπιοῦσιν ὑπαντιάζειν πάσῃ προθυμίᾳ ἠξίουν, ὁ δὲ αὐτοὺς μὲν ἔν γε τῷ παρόντι ἐκώλυεν. οὐ γάρ πω σαφές τι ἀμφὶ τῇ ἐφόδῳ ἰσχυρίζετο γεγονέναι σφίσιν, ἐπεὶ οἱ Πέρσαι ἔτι ἐν γῇ τῇ οἰκείᾳ τυγχάνουσιν ὄντες· μένων δὲ αὐτοῦ ἐποίει τάδε.