ταῦτά τοι οὐδέ τινα ἐσβολὴν πεποίηνται πώποτε ἐς Ῥωμαίων τὴν γῆν ὅτι μὴ ξὺν τῷ Μήδων στρατῷ. μόνοι δὲ Οὔννων οὗτοι λευκοί τε τὰ σώματα καὶ οὐκ ἄμορφοι τὰς ὄψεις εἰσίν. οὐ μὴν οὔτε τὴν δίαιταν ὁμοιότροπον αὐτοῖς ἔχουσιν οὔτε θηρίου βίον τινὰ ᾗπερ ἐκεῖνοι ζῶσιν, ἀλλὰ καὶ πρὸς βασιλέως ἑνὸς ἄρχονται καὶ πολιτείαν ἔννομον ἔχοντες ἀλλήλοις τε καὶ τοῖς πέλας ἀεὶ ὀρθῶς καὶ δικαίως ξυμβάλλουσι, Ῥωμαίων τε καὶ Περσῶν οὐδέν τι ἧσσον. οἱ μέντοι εὐδαίμονες αὑτοῖς φίλους ἑταιρίζονται ἄχρι ἐς εἴκοσιν, ἂν οὕτω τύχοι, ἢ τούτων πλείους, οἵπερ αὐτοῖς ξυμπόται μὲν ἐς ἀεὶ γίνονται, τῶν δὲ χρημάτων μετέχουσι πάντων, κοινῆς τινος ἐξουσίας αὐτοῖς ἐς ταῦτα οὔσης. ἐπειδὰν δὲ τῷ αὐτοὺς ἑταιρισαμένῳ τελευτῆσαι ξυμβαίη, τούτους δὴ τοὺς ἄνδρας ζῶντας ξὺν αὐτῷ ἐς τὸν τάφον ἐσκομίζεσθαι νόμος. Ἐπὶ τούτους τοὺς Ἐφθαλίτας τῷ Περόζῃ πορευομένῳ ξυμπαρῆν πρεσβευτής, ὃς δὴ ἔτυχε πρὸς βασιλέως Ζήνωνος παρ’ αὐτὸν ἐσταλμένος, Εὐσέβιος ὄνομα. Ἐφθαλῖται δὲ δόκησιν παρεχόμενοι τοῖς πολεμίοις ὅτι δὴ αὐτῶν κατωρρωδηκότες τὴν ἔφοδον ἐς φυγὴν ὥρμηνται, ᾔεσαν δρόμῳ ἐς χῶρόν τινα ὅνπερ ὄρη ἀπότομα πανταχόθεν ἐκύκλουν, συχνοῖς τε καὶ ἀμφιλαφέσιν ἐς ἄγαν καλυπτόμενα δένδροις.