οἱ δὲ μάγοι ἀπεκρίναντο τὰ μὲν ἀμφὶ τῷ ὅρκῳ ὅπη οἱ βουλομένῳ ἐστὶν αὐτὸν διοικήσασθαι, ἐς μέντοι τὸ ἕτερον σοφίᾳ περιελθεῖν τὸν πολέμιον. εἶναι γὰρ αὐτοῖς νόμον τὰς τοῦ ἡλίου ἀνατολὰς προσκυνεῖν ἡμέρᾳ ἑκάστῃ. δεήσειν οὖν αὐτὸν τηρησαντα ἐς τὸ ἀκριβὲς τὸν καιρὸν ξυγγενέσθαι μὲν ἅμα ἡμέρᾳ τῷ τῶν Ἐφθαλιτῶν ἄρχοντι, τετραμμένον δέ που πρὸς ἀνίσχοντα ἥλιον προσκυνεῖν· ταύτῃ γὰρ ἂν ἐς τὸ ἔπειτα τῆς πράξεως τὴν ἀτιμίαν φυγεῖν δύναιτο. Περόζης μὲν οὖν ἀμφί τε τῇ εἰρήνῃ τὰ πιστὰ ἔδωκε καὶ τὸν πολέμιον προσεκύνησε καθάπερ τῶν μάγων ἡ ὑποθήκη παρήγγελλεν, ἀκραιφνεῖ δὲ παντὶ τῷ Μήδων στρατῷ ἐπ’ οἴκου ἄσμενος ἀνεχώρησε. Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ἀλογήσας τὰ ὀμωμοσμένα τίσασθαι Οὔννους τῆς ἐς αὐτὸν ὕβρεως ἤθελε.